῾Οσία Δοσιθέα τοῦ Κιέβου
(25 Σεπτεμβρίου)
῾Η ὁσία Δοσιθέα τοῦ Κιέβου
Η ῾Οσία Δοσιθέα γεννήθηκε στό Κίεβο τό 1721 ἀπό εὐγενεῖς γονεῖς. ῾Η ὁσία μέ τούς γονεῖς της ἐπισκέφτηκαν τή Μονή τῆς ̉Αναλήψεως, ὅπου μοναχή ἦταν ἡ γιαγιά της κοντά στήν ὁποία ἔμεινε μέχρι τά ἐννέα της χρόνια. ̉Αργότερα ἐπέστρεψε στό σπίτι της ἀλλά δέν μπόρεσε νά προσαρμοστεῖ. Στά δεκαέξι της ἔφυγε ἀπό τό σπίτι της καί πῆγε στή Μόσχα ἀναζητῶντας μοναστήρι γιά νά μονάσει. ̉Επειδή οἱ γονεῖς της τήν ἀναζητοῦσαν ἀγόρασε ἀνδρικά ρούχα καί πῆγε στή Λαύρα τῆς ῾Αγίας Τριάδος-῾Αγίου Σεργίου, ὅπου παρουσιάσθηκε ὡς Δοσίθεος. ̉Εκεῖ ἔμεινε ὡς δόκιμη τρία χρόνια, ἀλλά κάποια μέρα εἶδε ὅτι οἱ γονεῖς της ἦλθαν στό μοναστήρι καί τήν ἀναγνώρισαν. Τότε ἔφυγε καί πῆγε στό Κίεβο, στή Λαύρα Κιέβου - Πετσέρσκ, ὅπου ὅμως δέν ἔγινε δεκτή. ̉Εκεῖ γνώρισε ἕναν ἀσκητή, ὁ ὁποῖος μετά ἀπό δοκιμασία, ὡς Δοσίθεος, τήν ἔκανε ρασοφόρο μοναχό.
Μετά ἀπό χρόνια ἡ
Δοσιθέα κοιμήθηκε προσευχόμενη, ἐνῶ στό ἀριστερό της χέρι εἶχε ἕνα σημείωμα
πού ἔγραφε: «Τό σῶμα μου εἶναι ἔτοιμο γιά τήν αἰώνια ζωή. Σᾶς παρακαλῶ, πατἐρες,
νά τό κάνετε κανονική ταφή χωρίς νά τό ἀγγίξετε», ὅπως κι ἔγινε. Τό μυστικό, ὅτι
ὁ Δοσίθεος, ἦταν γυναίκα ἀποκαλύφθηκε, ὅταν ἀργότερα ἡ ἀδελφή της ἦλθε στό
μοναστήρι καί πῆγε στο κοιμητήριό του ὅπου στήν φωτογραφία τοῦ μοναχοῦ Δοσιθέου
ἀνεγνώρισε τήν ἀδελφή της. Τότε ὅλοι κατάλαβαν ὅτι ὁ μοναχός Δοσίθεος ἦταν
γυναίκα.
῾Η μοναχή Δοσιθέα ἔκανε πολλά
θαύματα γι̉ αὐτό ἡ Ρωσική ̉Εκκλησία τό 1993 τήν κατάταξε μεταξύ τῶν ἁγίων καί ὅρισε
ἡ μνήμη της νά ἑορτάζεται στίς 25 Σεπτεμβρίου.
Παρακλητικὸς Κανὼν
εἰς τήν ῾Οσίαν Δοσιθέαν
τοῦ Κιέβου
Ποίημα τοῦ
κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος), κατόπιν ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς Κύριος, (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ...
Τὴν καλιπάρθενον ἀμνάδα τοῦ Κτίστου* καΐ Ὀρθοδόξων βοηθὸν καὶ προστάτιν* ἐν κατάνύξει κράξωμεν πιστοὶ ταπεινῶς,* ἔνδοξε, ῥῦσαι ἰκέτας σου* ἐκ παντοίων κινδύνων* σπεῦσον καὶ παράσχου σὺ* ὑγιείαν καὶ ῥώμην,* μὴ ἀποστρέψεις íκέτας κενούς,* σὲ γάρ, Δοσιθέα, μεσίτριαν ἔχομεν.
Δόξα Πατρὶ …
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου…
Τοῦ Κιέβου τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμητον,* τῶν ̉Ορθοδόξων προστάτιν καὶ ἰατρὸν τὴν ἀνάργυρον,* Δοσιθέαν τιμήσωμεν πιστοὶ* ἁπάντων τῶν πιστῶν καταφυγή,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι πιστοῖς* διὰ σου τὰ κρείττονα.
Καὶ νῦν …
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα
τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...
Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ Δοσιθέα,* τοῦ Κιέβου γόνος λαμπρός* εὐμένισον δέομαι τὸν Κτίστην,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως
Παρέχεις συζύγοις ὑπομονήν,* ἐλπίδαν, ἀγάπην,* Δοσιθέα θαυματουργέ,* διὸ σοι προσφεύγομεν ἱκέται* καὶ ἐξαιτούμεθα πάντες τὴν σκέπην σου.
Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σε, Δοσιθέα,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* τῶν ̉Ορθοδόξων τὀ κλέος, δόξα καὶ καύχημα.
Καρδίαν σὺ νήφουσαν, Μαριάμ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Υἱὸν Σου, Θεοτὀκε,* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος…
Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Δοσιθέα, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὴν τοῦ Χριστοῦ Χριστονύμφη* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
̉Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος* ἀκατανίκητος.
̉Οφθαλμοὺς ἀλλοδόξων, Δοσιθέα, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, μάκαρ, ὑμνεῖσαι* καὶ λατρεύσαι δέομαι* σὺ καταξίωσον.
Θεοτοκίον.
̉Ε κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Κόρη πανύμνητε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου Δοσιθέα,* ὅτι πάντες δεητικῶς πρός σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα
Δέησις καὶ τὸ Κάθισμα.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Δοσιθέα πάντιμε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τούς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδή δ´. Εἰσακήκοα Κύριε ...
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Δοσιθέα πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς πόθῳ καὶ πίστει σοι προστρέχουσι.
Τοὺς πτωχοὺς σὺ προστάτευσας* ἐν τῷ βίῳ σου, Δοσιθέα ἔνδοξε,* καὶ ἡμᾶς πίστει δεόμεθα* ταῖς λιταῖς σου ποιῆσαι ἀξίωσον.
̉Εκ τροχαίου προστάτευσον* τοὺς ἱκέτας σου, Δοσιθέα ἔνδοξε,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας* ὑγιείαν δίδου, Θεοδόξαστε.
̉Ορθοδόξων ἐδείχθης* καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος* ἀκατανίκητος.
ᾨδή ε´. Φώτισον ἡμᾶς…
Δέχου προσευχὰς* καὶ προσάγαγε αὐτὰς ταχὺ* τῷ Πλαστουργῷ, Δοσιθέα θαυμαστή,* ἵνα δοξάζωμεν πάντες σέ, Θεοδόξαστε.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
῎Εμπλησον χαρᾶς* εὐεργέτας τοῦ ἱκέτους σου* καὶ διαφύλαττε αὐτούς, Δοσιθέα,* ἐκ πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.
῎Α χραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Μαριάμ, προστάτευσον.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ …
Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κιέβου τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς,* Δοσιθέα, πιστῶν καταφύγιον.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Δοσιθέα, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* μυροβόλε, ἡμεῖς οἱ ἀνάξιοι.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σε ἱκετεύει ἀπαύστως* ῥῦσαι ἱκέτας ἐξ ὄγκων ποικίλων* καὶ ἐκ λοιμώξεων, κόρη, δεόμεθα* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον, εὔσημε.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Δοσιθέα,* ὅτι πάντες δεητικῶς πρός σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ
πάλιν Δέησις καὶ εἶτα τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία ...
Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* Δοσιθέα θαυμαστή, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Ἦχος δ´.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοί.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
…
῾Ο Χορός: Κύριε ἐλέησον
(τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου (Κεφ. εʹ. 24-34), τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ ...
Ταῖς τῆς Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα…
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ χριστονύμφη,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, ἔνδοξε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μοναζόντων καὶ δόξα τῆς ῾Ρωσίας, θαυμαστή,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Aμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδή ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας ...
̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτις καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χριστοῦ,* Θεόφρων Δοσιθέα.
Τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος σου, Κόρη ἀξιοθαύμαστε,* παράσχου ὑγιείαν,* ταπείνωσιν καὶ πίστιν,* ἵνα πάντες δοξάζωμεν,* τὸν ̉Αναστάντα Χριστόν,* εἰς πάντας τοὺς αἰῶνας.
Δοσιθέα φωσφόρε,* ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐγκαταλείπῃς,* ἵνα πάντες βοῶμεν σοι·* Χαῖρε, Κιέβου βλαστέ* καί τῶν πιστῶν ἡ δόξα.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδή η´. Τὸν Βασιλέα ...
Τὸν Βασιλέα* καὶ Κυβερνήτην τοῦ κόσμου* ἐξευμένισον πάντες αἰτοῦμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
Τὰς ἀσθενείας* ἡμῶν ταχὺ θεραπεύεις,* Δοσιθέα, πιστῶν ἡ προστάτις,* διὸ πρός σε πάντες* προσφεύγουσι, Παμμάκαρ.
Τὸν Κυβερνήτην τῆς ̉Εκκλησίας δυσώπει,* Δοσιθέα φωσφόρε, ἀπαύστως,* ὅπως καταστείλῃ αἰρέσεων τὰς φλόγας.
Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες* ̉Ορθοδόξους φὐλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων* καὶ πάσης ἄλλης νόσου.
ᾨδή θ´. Κυρίως Θεοτόκον ...
Θεόφρων Δοσιθέα,* κλέος τοῦ Κιέβου* καὶ τῶν πιστῶν καταφύγιον, κόρη ἁγνή,* τοῖς ̉Ορθοδόξοις παράσχου* τάχος τὰ κρείττονα.
Τοὺς ὄγκους θεραπεύει* λιταῖς σου, Δοσιθέα,* ὁ Ποιητὴς τε καὶ Πλάστης τοῦ σύμπαντος,* διὸ σαῖς πρεσβείαις αἰτοῦμεν* πάντες, Τρισένδοξε.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους,* μάκαρ Δοσιθέα,* ἐκ τῶν χειρῶν τῶν δαιμόνων τάχος διάσωσον* καὶ τὴν ζωὴν εἰρηναίαν * λιταῖς σου δώρησον.
Θεοτοκίον.
Πανάχραντε Μαρία,* φύλαττε ἱκέτας* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Κόρη πανύμνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Δόξα ̉Εκκλησίας καὶ χαρμονή,* μῆτερ, ἀνεδείχθης* καὶ προστάτις χριστιανῶν* καὶ τῆς νέολαίας* φρουρὸς καὶ ποδηγέτης* καὶ πάντων τῶν νοσοῦντων* τὸ καταφύγιον.
Πάντας τοὺς προστρέχοντας πρός σε* μὴ ἐγκαταλείπεις εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλά ταῖς λιταῖς σου,* ῾Οσία Δοσιθέα,* τοῦ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου,* Δοσιθέα θαυματουργέ, καὶ παράσχου πᾶσι* ταπείνωσιν, ὑγείαν* καὶ ἀκλινὴν τὴν πίστιν* κόρη πανύμνητε.
Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς,* καὶ τῶν ἐν ἀνάγκαις ἡ προστάτις καὶ βοηθός,* πενήτων τροφέας καὶ πάντων ὁδοδείκτις,* ἐδείχθης, Δοσιθέα, καὶ καταφύγιον.
Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* Δοσιθέα θαυματουργέ,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν… ὁ ῾Ιερεὺς ῞Οτι σοῦ ἐστίν… καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου …
Τοῦ Κιέβου τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμητον,* τῶν ̉Ορθοδόξων προστάτιν καὶ ἰατρὸν τὴν ἀνάργυρον,* Δοσιθέαν, τιμήσωμεν πιστοὶ* ἁπάντων τῶν πιστῶν καταφυγή,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι πιστοῖς* διὰ σου τὰ κρείττονα.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσης
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν τὰ κάτωθι:
῏Ηχος β´ ῞Οτε ἐκ τοῦ ξύλου...
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* ὦ Δοσιθέα σεμνή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη τοῦ Κιέβου τὸ κλέος* ὀρφανῶν ἐδείχθης προστάτις* καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.
῏Ηχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς
λέγομεν: ῾Οσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα
Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου