24 Σεπ 2026

῾Οσία Δοσιθέα τοῦ Κιέβου (25 Σεπτεμβρίου)

῾Οσία Δοσιθέα τοῦ Κιέβου

(25 Σεπτεμβρίου)

῾Η ὁσία Δοσιθέα τοῦ Κιέβου

Η ῾Οσία Δοσιθέα γεννήθηκε στό Κίεβο τό 1721 ἀπό εὐγενεῖς γονεῖς. ῾Η ὁσία μέ τούς γονεῖς της ἐπισκέ­φτηκαν τή Μονή τῆς ̉Αναλήψεως, ὅπου μοναχή ἦταν ἡ γιαγιά της κοντά στήν ὁποία ἔμεινε μέχρι τά ἐννέα της χρόνια. ̉Αργότερα ἐπέστρεψε στό σπίτι της ἀλλά δέν μπόρεσε νά προσαρμοστεῖ. Στά δεκαέξι της ἔφυ­γε ἀπό τό σπίτι της καί πῆγε στή Μόσχα ἀναζητῶ­ντας μοναστήρι γιά νά μονάσει. ̉Επειδή οἱ γονεῖς της τήν ἀναζητοῦσαν ἀγόρασε ἀνδρικά ρούχα καί πῆγε στή Λαύρα τῆς ῾Αγίας Τριάδος-῾Αγίου Σεργίου, ὅπου παρουσιάσθηκε ὡς Δοσίθεος. ̉Εκεῖ ἔμεινε ὡς δόκιμη τρία χρόνια, ἀλλά κάποια μέρα εἶδε ὅτι οἱ γονεῖς της ἦλθαν στό μοναστήρι καί τήν ἀναγνώρισαν. Τότε ἔ­φυγε καί πῆγε στό Κίεβο, στή Λαύρα Κιέβου - Πε­τσέρσκ, ὅπου ὅμως δέν ἔγινε δεκτή. ̉Εκεῖ γνώρισε ἕ­ναν ἀσκητή, ὁ ὁποῖος μετά ἀπό δοκιμασία, ὡς Δοσί­θεος, τήν ἔκανε ρασοφόρο μοναχό. 

Μετά ἀπό χρόνια ἡ Δοσιθέα κοιμήθηκε προσευχόμενη, ἐνῶ στό ἀρι­στερό της χέρι εἶχε ἕνα σημείωμα πού ἔγραφε: «Τό σῶμα μου εἶναι ἔτοιμο γιά τήν αἰώνια ζωή. Σᾶς πα­ρακαλῶ, πατἐρες, νά τό κάνετε κανονική ταφή χωρίς νά τό ἀγγίξετε», ὅπως κι ἔγινε. Τό μυστικό, ὅτι ὁ Δο­σίθεος, ἦταν γυναίκα ἀποκαλύφθηκε, ὅταν ἀργότε­ρα ἡ ἀδελφή της ἦλθε στό μοναστήρι καί πῆγε στο κοιμητήριό του ὅπου στήν φωτογραφία τοῦ μοναχοῦ Δοσιθέου ἀνεγνώρισε τήν ἀδελφή της. Τότε ὅλοι κατάλαβαν ὅτι ὁ μοναχός Δοσίθεος ἦταν γυναίκα.

   ῾Η μοναχή Δοσιθέα ἔκανε πολλά θαύματα γι̉ αὐτό ἡ Ρωσική ̉Εκκλησία τό 1993 τήν κατάταξε μεταξύ τῶν ἁγίων καί ὅρισε ἡ μνήμη της νά ἑορτάζεται στίς 25 Σεπτεμβρίου.

Παρακλητικὸς Κανὼν

 εἰς τήν ῾Οσίαν Δοσιθέαν τοῦ Κιέβου

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος), κατόπιν ὁ Χορὸς σὲ  Ἦχον δ´ λέ­γει τὸ: Θεὸς Κύριος, (τετράκις) καὶ εἴτα τὰ παρό­ντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ...

Τὴν καλιπάρθενον ἀμνάδα τοῦ Κτίστου* καΐ Ὀρθοδόξων βοηθὸν καὶ προστάτιν* ἐν κατά­νύξει κράξωμεν πιστοὶ ταπεινῶς,* ἔνδοξε, ῥῦσαι ἰκέτας σου* ἐκ παντοίων κινδύνων* σπεῦσον καὶ παρά­σχου σὺ* ὑγιείαν καὶ ῥώμην,* μὴ ἀποστρέ­ψεις íκέτας κενούς,* σὲ γάρ, Δοσιθέα, μεσίτριαν ἔχομεν.

Δόξα Πατρὶ …

  Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου…

Τοῦ Κιέβου τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμη­τον,* τῶν  ̉Ορθοδόξων προστάτιν καὶ ἰατρὸν τὴν ἀνάργυρον,* Δοσιθέαν τιμήσωμεν πιστοὶ* ἁ­πάντων τῶν πιστῶν καταφυγή,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγά­ζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ  στεφανώσαντι,* δόξα  τῷ  παρέχοντι πιστοῖς* διὰ σου τὰ κρείττονα.

Καὶ νῦν …

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ προΐ­στασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σούτων κιν­δύ­νων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν  ἐ­λευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ Δοσιθέ­α,* τοῦ Κιέβου γόνος λαμπρός* εὐμένισον δέο­μαι τὸν Κτίστην,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως

Παρέχεις συζύγοις ὑπομονήν,* ἐλπίδαν, ἀγά­πην,* Δοσιθέα θαυματουργέ,* διὸ σοι προ­σφεύγομεν ἱκέται* καὶ ἐξαιτούμεθα πάντες τὴν σκέπην σου.

Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σε, Δοσι­θέα,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος πα­ρά­σχου σῷ ἱκέτῃ,* τῶν  ̉Ορθοδόξων τὀ κλέος, δόξα καὶ καύχημα.

Θεοτοκίον.

Καρδίαν σὺ νήφουσαν, Μαριάμ,* παράσχου ἱκέ­ταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Υἱὸν Σου, Θεοτὀκε,* ἐκ μέσης καρδίας πάντες δοξά­ζωμεν. 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος…

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε­σον,* ἀ­γρούς, Δοσιθέα, καὶ οἰκίας* σὺ δια­φύλα­ξον,* ἵνα ὑμνοῦμεν σὲ* τὴν τοῦ Χριστοῦ  Χριστο­νύμφη* τῶν πιστῶν τὸ στήριγμα* καὶ κα­ταφύ­γιον. 

 ̉Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρό­τυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος* ἀκατανίκη­τος.   

 ̉Οφθαλμοὺς ἀλλοδόξων, Δοσιθέα, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγη­σον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, μάκαρ, ὑ­μνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.   

Θεοτοκίον.

 ̉Ε κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πά­ντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν  βοή­θει­αν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Κόρη πα­νύμνητε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου Δοσιθέα,* ὅτι πάντες δεητικῶς πρός σε καταφεύγο­μεν* ὡς ἔχουσ­α τῷ Θεῷ παῤῥησίᾳ.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θε­οτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώ­ματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχη­τον* ἐ­δεί­χθης, σεμνή,* καὶ κόσμου καταφύ­γι­ον* ἐ­κτε­νῶς βο­ῶμεν σοί,* Δοσιθέα πάντιμε, πρό­φθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τούς  σοι πόθῳ καὶ πίστει προσφεύγοντας.

ᾨδή δ´. Εἰσακήκοα Κύριε ...

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Δοσι­θέα πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπα­σι* τοῖς πόθῳ καὶ πίστει σοι προστρέχουσι.

Τοὺς πτωχοὺς σὺ προστάτευσας* ἐν τῷ βίῳ σου, Δοσιθέα ἔνδοξε,* καὶ ἡμᾶς πίστει δεόμεθα* ταῖς λιταῖς σου ποιῆσαι ἀξίωσον.

 ̉Εκ τροχαίου προστάτευσον* τοὺς ἱκέτας σου, Δοσιθέα ἔνδοξε,* καὶ τοὺς εἰς Σὲ καταφεύ­γο­ντας* ὑ­γιείαν δίδου, Θεοδόξαστε.

Θεοτοκίον.

̉Ορθοδόξων ἐδείχθης* καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάρι­στε,* τῶν ἀσθενοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προ­στά­της* καὶ χη­ρῶν ὑπέρμαχος* ἀκατανίκητος.

ᾨδή ε´. Φώτισον ἡμᾶς…

Δέχου προσευχὰς* καὶ προσάγαγε αὐτὰς ταχὺ* τῷ Πλαστουργῷ, Δοσιθέα θαυμαστή,* ἵνα δο­ξάζωμεν πάντες σέ, Θεοδόξαστε.

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.  

῎Εμπλησον χαρᾶς* εὐεργέτας τοῦ ἱκέτους σου* καὶ διαφύλαττε αὐτούς, Δοσιθέα,* ἐκ πάσης βλά­βης* καὶ στενώσεως σοῦ δέομαι. 

Θεοτοκίον.

῎Α χραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Μαριάμ, προστάτευσον.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ …

Τὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κιέβου τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Δοσιθέα, πι­στῶν κατα­φύγιον. 

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Δοσιθέα, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διά­σω­σον* δεόμε­θα γονυκλινῶς,* μυροβόλε, ἡμεῖς οἱ ἀ­νάξιοι.

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σε ἱκετεύει ἀπαύστως* ῥῦσαι ἱκέτας ἐξ ὄγκων ποικίλων* καὶ ἐκ λοιμώξεων, κόρη, δεόμεθα* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπρά­ϋνον, εὔσημε.  

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διά­σω­ζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  Δοσιθέ­α,* ὅτι πάντες δεητικῶς πρός σε καταφεύγο­μεν* ὡς ἔχουσ­α τῷ Θεῷ παῤῥησίᾳ.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις καὶ εἶτα τὸ Κοντάκιον.

Ἦχος β´. Προστασία ...

Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,*  Δοσιθέ­α θαυμαστή, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων κατα­φύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγε­λί­ου (Κεφ. εʹ. 24-34), τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐ­τῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μά­στι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγο­νεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶ­πεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐ­τή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστι­γός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ ...

Ταῖς τῆς Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐ­ξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα…

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ χριστο­νύμφη,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­του σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρχεκά­κου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτη­μαι,* οὐδὲ καταφύγιον, ἔνδοξε,* πάντοθεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μονα­ζόντων καὶ δόξα τῆς ῾Ρωσίας, θαυμαστή,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ  συμφέρον  ποίη­σον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός: ̉Aμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδή ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας ...

̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτις καὶ φύ­λαξ, ἔνθεε,* καὶ  τούτοις  σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ με­γαλεία Χρι­στοῦ,* Θεόφρων Δοσιθέα.

Τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος σου, Κόρη ἀξιοθαύμαστε,* παράσχου ὑγιεί­αν,* ταπείνω­σιν καὶ πίστιν,* ἵνα πάντες δοξάζω­μεν,* τὸν  ̉Αναστά­ντα Χριστόν,* εἰς πάντας τοὺς αἰῶνας. 

Δοσιθέα φωσφόρε,*  ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐ­γκατα­λείπῃς,* ἵνα πάντες βοῶμεν σοι·* Χαῖρε, Κιέβου βλαστέ* καί τῶν πιστῶν ἡ δόξα. 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χει­ρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδή η´. Τὸν Βασιλέα ...

Τὸν Βασιλέα* καὶ Κυβερνήτην τοῦ κόσμου* ἐ­ξευ­μένισον πάντες αἰτοῦμεν,* ἵνα λυτρωθῶ­μεν* πυρὸς τοῦ αἰωνίου.

Τὰς ἀσθενείας* ἡμῶν ταχὺ θεραπεύεις,*  Δοσι­θέα, πιστῶν ἡ προστάτις,* διὸ πρός σε πά­ντες* προσφεύγουσι, Παμμάκαρ. 

Τὸν Κυβερνήτην τῆς ̉Εκκλησίας δυσώπει,* Δοσι­θέα φωσφόρε, ἀπαύστως,* ὅπως καταστεί­λῃ αἰ­ρέσε­ων τὰς φλόγας. 

Θεοτοκίον.

Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες*  ̉Ορθοδό­ξους φὐλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων*  καὶ πάσης ἄλλης νόσου.

ᾨδή θ´. Κυρίως Θεοτόκον ...

Θεόφρων Δοσιθέα,* κλέος τοῦ Κιέβου* καὶ τῶν πιστῶν καταφύγιον, κόρη ἁγνή,* τοῖς  ̉Ορθο­δό­­ξοις παράσχου* τάχος τὰ κρείττονα.

Τοὺς ὄγκους θεραπεύει* λιταῖς σου, Δοσιθέα,* ὁ Ποι­η­τὴς τε καὶ Πλάστης τοῦ σύμπαντος,* διὸ σαῖς πρεσβείαις αἰτοῦμεν* πάντες, Τρισένδοξε.

῾Ημᾶς τοὺς ̉Ορθοδόξους,* μάκαρ Δοσιθέα,* ἐκ τῶν χειρῶν τῶν δαιμόνων τάχος διάσω­σον* καὶ τὴν ζωὴν εἰρηναίαν * λιταῖς σου δώρησον.

Θεοτοκίον.

Πανάχραντε Μαρία,* φύλαττε ἱκέτας* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀ­χρεί­οι,* Κόρη πανύμνητε.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νο­μεν.

Δόξα  ̉Εκκλησίας καὶ χαρμονή,* μῆτερ, ἀνεδεί­χθης* καὶ προστάτις χριστιανῶν* καὶ τῆς νέολαίας* φρουρὸς καὶ ποδηγέτης* καὶ πάντων τῶν νοσοῦ­ντων* τὸ καταφύγιον.

Πάντας τοὺς προστρέχοντας πρός σε* μὴ ἐγκα­τα­λείπεις εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλ­λά ταῖς λιταῖς σου,* ῾Οσία Δοσιθέα,* τοῦ Πα­ραδεί­σου κάλλη* ἰδεῖν ἀξίωσον.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου,* Δοσιθέα θαυματουργέ, καὶ παράσχου πᾶσι* ταπείνωσιν, ὑγείαν* καὶ ἀκλινὴν τὴν πί­στιν* κόρη πανύμνητε.

Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς,* καὶ τῶν ἐν ἀ­νάγκαις ἡ προστάτις καὶ βοηθός,* πενήτων τροφέας  καὶ πάντων ὁδοδεί­κτις,* ἐδείχθης, Δοσιθέα, καὶ καταφύγιον.

Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τού­τοις παράσχου,* Δοσιθέα θαυματουργέ,* ἀ­κλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύ­ριον ἁπάντων* αἰνεῖν ἀξίωσον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρε­σβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

Εἶτα ὁ Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν… ὁ ῾Ιε­ρεὺς ῞Οτι σοῦ ἐστίν… καὶ τὸ  Ἀπολυτίκιον.

Ἦχος α’.  Τῆς ἐρήμου …

Τοῦ Κιέβου τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμη­τον,* τῶν  ̉Ορθοδόξων προστάτιν καὶ ἰατρὸν τὴν ἀνάργυρον,* Δοσιθέαν, τιμήσωμεν πιστοὶ* ἁ­πάντων τῶν πιστῶν καταφυγή,* τὴν παρέχουσα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγά­ζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ  στεφανώσαντι,* δόξα  τῷ  παρέχοντι πιστοῖς* διὰ σου τὰ κρείττονα.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσης

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλο­μεν τὰ  κάτωθι:

῏Ηχος β´ ῞Οτε ἐκ τοῦ ξύλου...

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱ­ε­ρᾶς σου εἰκόνας,* ὦ Δοσιθέα σεμνή,* δί­δου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτι­σμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγ­γελον ἀ­κοί­μη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη τοῦ Κιέ­βου τὸ κλέος* ὀρφανῶν ἐδείχθης προστάτις* καὶ  τῶν ἐν ἀνάγκαις  καταφύγιον. 

῏Ηχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Οσία τοῦ Θε­οῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δόξα Πα­τρὶ…,  Καὶ νῦν…  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου