16 Σεπ 2026

῾Αγία Σοφία καί αἱ τρεῖς θυγατέρες της. (17 Σεπτεμβρίου)

῾Αγία Σοφία καί αἱ τρεῖς θυγατέρες της.

(17 Σεπτεμβρίου)

Η ἁγία Σοφία καί οἱ τρεῖς κόρες της  Πίστη, Ελπίδα καί  ̉̉Αγάπη, ἔζησαν τόν 2ο αἰ. στή Ρωμαϊκή Αὐτοκρατορία. ῾Η ῾Αγία Σοφία γεννήθηκε στό Μιλάνο. Μετά τήν κοίμηση τοῦ συζύγου της μετακόμισε στή Ρώμη μέ τίς κόρες της. ̉Εκεῖ ἀνέθρεψε τίς κόρες της σύμφωνα μέ τίς ἐπιταγές τῆς χριστιανικῆς πίστις. Τίς ἔδωσε μάλιστα ὡς ὀνόματα τίς βασικές χριστιανικές ἀρετές, δηλαδή: πίστι, ἐλπίδα καί ἀγάπη.

   Τήν περίοδο ἐκείνη, τό κράτος καταδίωκε τούς Χριστιανούς μέ ιδιαίτερη σκληρότητα. Οἱ κόρες τῆς ῾Αγίας Σοφίας (ἡ μεγαλύτερη ἦταν μόλις 12 ἐτῶν καί ἡ μικρότερη 9) συνελήφθησαν, ἀνακρίθηκαν καί βασανίστηκαν. Καμία ἀπό τίς ἁγίες μάρτυρες δέν δίστασαν στήν πίστι τους καί ἡ μητέρα τους, ἡ ἁγία Σοφία, ὅταν τίς βασάνιζαν τίς ἐνθάρρυνε στόν ἀγώνα τους καί τίς παρότρυνε νά μή φοβοῦνται τά βασανιστήρια. Οἱ τρεῖς θυγατέρες τῆς ἁγίας Σοφίας ὑπέστησαν φοβερά βασανιστήρια˙ ξυλοκοπήθηκαν τόσο ἄγρια ​​πού ἀποκόπηκαν μέλη τοῦ σώματός τους. Τίς ἔρριξαν στη φωτιά ἀλλ῾ ὅμως δέν ἔπαθαν τίποτα, στή συνέχεια τίς ἔρριξαν σέ ἕνα καζάνι μέ βραστή πίσσα. ̉̉Αλλ̉ ὦ τοῦ θαύματος, ὅπως ἡ φωτιά δέν τίς ἔβλαψε ἔτσι  καί τό καζάνι ψύχθηκε ἀπροσδόκητα. Μετά ἀπό αὐτό οἱ ἅγιες Πίστις, ̉Ελπίς καί  ̉Αγάπη καταδικάστηκαν σέ ἀποκεφαλισμό.


   ῾Η ίδια ἡ ῾Αγία Σοφία ἔθαψε τίς κόρες της καί ἀνεχώρησε διά τόν Κύριο τήν τρίτη ἡμέρα μετά τόν θάνατό τους. ῾Η ἁγία Σοφία τιμᾶται ἐπίσης ὡς μάρτυρας, διότι ὑπέφερε γιά τόν Χριστό ὄχι μέ τό σῶμα της, ἀλλά μέ τήν καρδιά της.

   Πολυάριθμα θαύματα γίνονται μέ τίς πρεσβεῖες τῶν ῾Αγίων.

   ῾Η μνήμη τῆς ἁγίας Σοφίας καί τῶν τριῶν θυγατέρων της ἐορτάζεται στίς 17 Σεπτεμβρίου.

Παράκλητικὸς Κανὼν

εἰς τὴν ῾Αγίαν Σοφίαν καὶ τὰς θυγατέρας της

 ̉Ελπίδα, Πίστι καὶ ̉Αγάπη

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς σὲ  Ἦχον δ´ λέγει τὸ: Θεὸς Κύριος,... (τετράκις) καὶ εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὰς θυγατέρας τῆς Σοφίας τιμῶμεν* καὶ τῇ μητρί αὐτῶν σεμνῶς ἀνυμνοῦμεν* τῶν  ̉Ορθοδόξων πάντες οἱ χοροὶ εὐλαβῶς* κράζοντες καὶ λέγοντες˙* καλλιπάρθενοι κόραι,* ῥύσατε καὶ σώσατε*  ̉Οθροδόξους ἐκ πλάνης* καὶ θεραπεύσατε πάντας ἡμᾶς* ἐκ καρκίνου καὶ λοίμης, μακάριαι.

Δόξα Πατρὶ ...  ̉Απολυτίκιον. Ἦχος α’. Τοῦ λίθου ...

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα,* Πίστιν,  ̉̉Ελπίδα,  ̉Αγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν.* ῾Ρωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ,* ὑπέμειναν βασάνους ἀλγεινὰς* καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλὰς* μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις.* Δόξα τῷ ἐνισχύσαντι αὐτάς,* δόξα τῷ ταύτας δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πάσιν ἰάματα.

Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρε­σβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ ῾Υγρὰν διοδεύσας.

Σοφίᾳ προσπέσωμεν, ἀδελφοί,* ̉Ελπίδι καὶ Πίστει* καὶ  ̉Αγάπῃ, τῇ πανσθενεῖ,* ἵνα ὑγιείαν τε καὶ ρώμην* τῇ μεσιτείᾳ αὐτῶν ἀπολαύωμεν.

῏Ω μῆτερ ἁγία καὶ θαυμαστή,* Σοφία θεόφρον, ̉Ορθοδόξων καταφυγή˙* θεράπευσον τάχος σοῦ ἱκέτας* ἐκ τῶν ποικίλων λοιμώξεων, Πάνσεμνε.

Τὰ τέκνα μου φύλαττε, ἀγαθή,* Σοφία, ἐκ πάσης θλίψεώς τε καὶ συμφορᾶς* καὶ δώρισον πᾶσι τοῖς αἰτοῦσι* τέλη τοῦ βίου ἀνώδυνα, ἄμωμε.

Θεοτοκίον.

῾Ημέραν καὶ νύκταν, ὦ Θαυμαστή,* Δεσπότου τὸ σκεῦος,* ἱκετεύω σε ταπεινῶς,* δυσώπει Υἱόν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καί θλίψεων.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος ...

῾Ρυπαρὸς ἀνεδείχθην ὁ τάλας καὶ ἄσωτος,* Σοφία, μητέρων ἡ δόξα καὶ θεῖον καύχημα,* θεράπευσόν μου ταχεὶ ἐκ τῶν παθῶν τῶν ποικίλων* καὶ παράσχου, Κόρη, μοι* τὴν προστασίαν σου.

῾Ικετεύομεν πάντες, περικαλλὴ μέλαθρα,* τοῦ πανευκλεούς Βασιλέως καὶ Πανοικτίρμονος,* παύσατε πόνους, σεμναί,* καὶ ἐκ ποικίλων παγίδων* τοῦ δολίου δράκοντος,* ρύσατε ἅπαντας.

̉Αθλοφόροι παρθένοι, τὸν πλαστουργὸν Κύριον* καὶ ποιητὴν πάντων, ὦ κόραι, καθικετεύσατε,* ἵνα ῥυσθῶμεν ταχεὶ* ἐκ πάσης ἀτασθαλίας* καὶ ἐκ τῆς κολάσεως,* σμῆνος θεόλεκτον.

Θεοτοκίον.

Νῦν προστρέχω ὁ τάλας σεμνοπρεπῶς, Δέσποινα,* καὶ χείρας ἱκέτιδας αἴρω, σοι μητροπάρθενε˙* ρῦσαί με τάχος, σεμνή,* ἐκ τῆς ὀργῆς τῆς δικαίας* τοῦ Υἱοῦ σου ῎Αχραντε* κόρη Πανύμνητε.

Διάσωσον* ἡμᾶς ἐκ νόσων ποικίλων,* σεμνὴ Σοφία,* ὅτι πάντες ἱκετικῶς πρός Σε καταφεύγομεν,* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

̉Επίβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. ῏Ηχος βʹ. Πρεσβεία Θερμὴ ...

Πρεσβείας ὑμῶν ποθοῦμεν, τρισμακάριστοι,* διὸ οἱ πιστοὶ ἐν πόθω ἀνακράζομεν˙* τὰς ψυχᾶς ἡμῶν ῥύσατε* ἐκ πάσης ἀνάγκης καὶ θλίψεως* ̉Ελπὶς ὀλβία, Πίστις θαυμαστή, ὡς καὶ  ̉Αγάπη, πάντων τὸ σέμνωμα.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε ...

Πρός σε, μάρτυς, κατέφυγον,* ̉Αγάπη θεόφρον καὶ τρισμακάριστε,* καὶ σοῦ δέομαι ὁ ἄθλιος* ὑγιείαν δώρησόν μοι ἄτρωτον.

῾Ο λαὸς ἱκετεύει σε,* Σοφία τρισόλβιε καὶ πανάριστε,* σκέπε πάντας καὶ διάσωζε* ἐκ κινδύνων καὶ θλίψεων, ἔνδοξε.

Θεόν, μάρτυς, ἠγάπησας* καὶ αὐτοῦ τοῖς ἴχνεσιν ηκολούθησας˙* διὸ ἔλαβες τὸ δώρημα* τοῦ παρέχειν ἰάσεις τοῖς πάσχουσιν.

Θεοτοκίον.

῾Ως λαμπάς, τρισμακάριστε,* σὺ φωτίζεις, ένδοξε, τὴν διάνοιαν* καὶ θερμαίνεις τὰς ψυχάς ἡμῶν,* φωτοφόρε κόρη, ἀειιπάρθενε.

ᾨδή εʹ. Φώτισον ἡμᾶς ...

Ψάλλομεν σεμνῶς* ᾠδάς, μάρτυς, παρακλήσεως* καὶ σοι, Πίστει, δεόμεθα θερμῶς,* χαρὰν παράσχου ἡμῖν* τοῖς εἰς σὲ προστρέχουσιν.

῞Ύμνους καὶ ᾠδὰς* ἀναμέλπομέν σοι, πάνσεμνε* μάρτυς,  ̉Αγάπη τῶν θαυμάτων ἡ πηγή,* ὡς καὶ προπύργιον ἄριστον,* τῶν ὑμνοῦντών σε.

Χάριζε ἀεὶ* τοῖς προστρέχουσι μετάνοιαν,* καὶ τοῖς δεινῶς χειμαζομένοις, ̉Ελπίς,* τὴν σῆ βοήθειαν παράσχου τάχος, πάνσεμνε.

Θεοτοκίον.

῎Ηνοιξας ἡμῖν* παραδείσου πύλας, ῎Αχραντε,* καὶ ἠλευθέρωσας ἡμᾶς ἀληθῶς,* ἐκ τῆς κατάρας τοῦ νόμου,* Παρθένε ἄφθορε.

ᾨδὴ στ’ . Τὴν δέησιν ...

Σωτήρα καὶ Λυτρωτὴν καὶ Κύριον* ἱκετεύσατε ἀπαύστως, παρθένοι,* Πίστις, ̉Ελπὶς καὶ  ̉Αγάπη θεόφρον,* τῆς ἐκκλησίας ἀστέρες πολύφωτοι,* δεόμεθα, ὦ θαυμασταί,* ἐκ ποικίλων παθῶν ἡμᾶς σώσατε.

Μαρτύρων καὶ τῶν πιστῶν ὑμεῖς κλέος* ἀνεδείχθητε ἐν ῾Ρώμη τὸ πάλαι,* Πίστις, ̉Ελπίς καὶ  ̉Αγάπη τρισμάκαρ,* τῶν  ̉Ορθοδόξων ἡ δόξα καὶ σέμνωμα,* δωρήσατε ἡμῖν, ἀγαθαί,* ὑγιείαν καὶ ῥώμην, τρισόλβιοι.

῾Ο τάλας ὑμῖν προσπίπτω, ὦ κόραι,* καὶ ἐν δάκρυσι ὑμᾶς ἱκετεύω,* Πίστις, ῾Ελπὶς καὶ ῾Αγάπη παμμάκαρ,* σώσατε τάχος ἐμὲ τὸν ἀνάξιον* ἐκ πάντων τῶν διαπλοκῶν* καί παγίδων τοῦ ὄφεως, ἔνδοξαι.

Θεοτοκίον.

῾Υμνοῦσί σε τῶν ἀγγέλων αἱ τάξεις* ὡς καὶ πλήθη ̉Ορθοδόξων, Παρθένε,* καὶ ἱκετεύουσι πάντες, ὦ νύμφη,* ἵνα ῥυσθῶσι ἐκ πόνων καὶ θλίψεων* καὶ φύλαττε, ὦ θαυμαστή,* ἐκ παγίδων τοῦ ὄφεως ἅπαντας.

Διάσωσον* ἡμᾶς ἐκ νόσων ποικίλων,* σεμνὴ Σοφία,* ὅτι πάντες ἱκετικῶς πρός Σε καταφεύγομεν,* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

῎Αχραντε* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,* ὡς ἔχουσα μητικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. ῏Ηχος β’. Τοῖς τῶν αἱμάτων σου.

῾Υμᾶς, μαρτύρων, χορὲ Θεοσύλλεκτε,* ἡ ἐκκλησία ὡς μήτηρ φιλόστοργος* ἀγαλλομένη τιμᾶ καὶ εὐφραίνεται,* ὑμῶν τοὺς θείους ἀγώνας κηρύττουσα,* δι̉ ὧν τοὺς στεφάνους ἐκτήσατε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγί­ου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ πε­ριστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παρα­δώσει δὲ ἀ­δελφὸς ἀδελ­φὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μι­σούμενοι ὑ-πὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομεί­νας εἰς τέλος, οὗτος σωθή­σεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν …  

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον.  Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. 

Τοῦ Χριστοῦ τὰ σφάγια καὶ ἐκκλησίας τὴν δόξαν* οἱ πιστοί δοξάσωμεν καὶ αὐτὰς τιμήσωμεν ἀγαλλόμενοι˙* Πίστιν τὴν ἔνδοξον, τὴν σεπτὴν  ̉Ελπίδα καὶ  ̉Αγάπην τὴν Θεόφρονα˙* Χριστιανῶν εἰσί πᾶσαι καταφύγια ἄριστα˙* ῥύσατε ἡμᾶς ἅπαντας* νόσων λοιμωδῶν, τρισμακάριστοι* κόραι τῆς Σοφίας,* τὸν Πλάστην καὶ τὸν Κτίστην τοῦ παντὸς* καθικετεύουσαι, ῞Αγιαι,*  ̉Ορθοδόξων σέμνωμα.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

δὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Πειρασμοί τε ποικίλοι* ὡς καὶ νόσοι ἐκύκλωσάν με, Σοφία σεμνή,* ἀλλ̉ ἐκ τούτων ἐῤῥύσθην τῇ σῇ δυνάμει, μῆτερ,* διὸ ᾄδω ὁ ἄθλιος˙* ὁ τῶν πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

῾Ο ἀχρεῖος ἱκέτης,* σοι προσφεύγω, Σοφία, ῾Ρώμης τὸ καύχημα* καὶ δέομαι ἀπαύστως* ἐγκράτειαν τῆς γλώσσης* ταῖς σαῖς εὐχαῖς χορήγησον* τοῖς σε ὑμνοῦσιν πιστῶς,* ἐν τάχει, Θεοφόρε.

Θελητὴν τοῦ ἐλέους,* σὺ ἠγάπησας ὄντως,  ̉Αγάπη ἔνδοξε,* καὶ ἔδωκας προθύμως* Αὐτῷ τῇ σῇ καρδίᾳ* διὸ τέθνηκας ᾄδουσα˙* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.

῾Ως μητέρα τοῦ Πλάστου* σὲ τιμῶμεν πρεπόντως, ὦ Θεοδόξαστε,* καὶ σπεύδομέν σοι πάντες* προθύμως Θεοτόκε,* καὶ ἐν δάκρυσι ψάλλομεν˙* ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η’ . Τὸν Βασιλέα ...

῾Ο ἐν κινδύνοις καὶ δυσπραγία ποικίλη* εὐρεθείς, ὦ Σοφία Θεόφρον,* πρός σε καταφεύγω,* ὁ ἄθλιος, ἱκέτης.

῞Αγιαι κόραι,* ̉Ελπίς, ̉Αγάπη καὶ Πίστι* ̉Ορθοδόξων τὸ κλέος καὶ δόξα,* μετάνοιαν δότε* ἡμῖν τοῖς ἀναξίοις.

Νέκρωσον πάθη,* Σοφία, μῆτερ ῾Αγία,* τῆς ψυχῆς καὶ τοῦ σώματος τάχος,* ἵνα σε δοξάζω* εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.

῎Αχραντη κόρη,* τοῦ Παντοκράτορος μήτηρ,* ὑγιείαν καὶ ῥώμην παράσχου* ἐμοί τῷ ἀθλίῳ* καὶ πίστει δεομένῳ.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον ...

Ξηραίνει με ὁ φθόνος* νύκτα καὶ ἡμέραν,* διὸ προστρέχω σοι, μάρτυς  ̉Ελπίδα σεμνή,* δίδου μοι, κόρη, ἀπαύστως* θεῖον ἀντίδοτον.

̉Ιδεῖν τὸν ̉Ιησοῦν μου˙* Πίστι, σὺ ἐβόας* ἐν τῷ σταδίῳ τῆς ῾Ρώμης, τρισόλβιε,* καὶ πρὸς τὸν θάνατον, κόρη,* χαίρουσα ἔδραμες.

῾Ο τάλας ἱκετεύω* σέ, σεμνὴ Σοφία,* ἐκ κινδύνων με τάχει ἀπάλλαξον* καὶ δώρισόν μοι, Θεόφρον,* πίστιν ακράδαντον.

Θεοτοκίον.

Σωτήρα, Θεοτόκε,* ἔτεκες ἐν φάτνη* καὶ τῶν ἀγγέλων τοὺς ὕμνους ἀκήκοας,* διό σοι πίστει βοῶμεν˙* χαῖρε Παντάνασσα.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Σκεῦος Θείου Πνεύματος ἱερόν,* ἥλιος ἀνδρείας,* ἐναθλοῦντων ὑπογραμμός* καὶ τῶν  ̉Ορθοδόξων κειμήλιον ἀγάπης* ἐδείχθης, ὦ Σοφία ἀξιοτίμητε.

῎Ονομα τὸ ἅγιον τοῦ Χριστοῦ,* μάκαρ ἐν σταδίῳ σὺ ἐκήρυξας πανσθενῶς˙* διὸ καὶ ἐτμήθης* τὴν σὴν κάραν,  ̉Αγάπη,* καὶ ἔλαβες στεφάνους* δόξης, τρισόλβιε.

Φύλαττε ἀπαύστως, ὦ θαυμαστή,* Πίστι θεοφόρε, τῆς Σοφίας κόρη σεμνή,* τοὺς προσερχομένους ἐν πίστει τῇ σῇ σκέπῃ* καὶ θέλοντας, Θεόφρον,* τὴν σὴν βοήθειαν.

῎Ιασαι ἱκέτας σου ἀγαθή,* ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοδαπῶν,* Σοφία Θεόφρον,* τὸ καύχημα ἁπάντων ἡμῶν τῶν ὀρθοδόξων* ὡς καὶ τὸ σέμνωμα.

῞Απασαι αἱ κόραι σου, ὦ σεμνή,* ἔλαβον στεφάνους* ἀμαράντους παρὰ Θεοῦ˙* ἀγάλλονται ἀπαύστως νῦν ἐν Παραδείσῳ* ὁμοῦ σὺν τοῖς ἀγγέλοις,* Σοφία ἔνδοξε.

Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*  ̉Αποστόλων ἡ δωδεκᾶς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός: τὸ Τρισάγιον, Πάτερ ἡμῶν… καὶ εἶτα τὸ

̉Απολυτίκιον. Ἦχος α’. Τοῦ λίθου ...

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα,* Πίστιν,  ̉̉Ελπίδα,  ̉Αγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν.* ῾Ρωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ,* ὑπέμειναν βασάνους ἀλγεινὰς* καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλὰς* μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις.* Δόξα τῷ ἐνισχύσαντι αὐτάς,* δόξα τῷ ταύτας δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πάσιν ἰάματα.

̉Εκτενὴς καὶ  ̉Απόλυσις, μεθ̉  ἣν ψάλλομεν τὰ ἑξῆς:

῏Ηχος β’.  ῞Οτε ἐκ τοῦ ξύλου ...

Πάντας τοὺς προστρέχοντας πιστῶς* τῇ σῇ κραταιᾷ προστασία καὶ ἀντιλήψει, ἁγνή,* ῥῦσαι καὶ διάσωζε ἐκ ποικίλων παθῶν* καὶ πενθοῦσι παράσχου σὺ* χαρὰν τοῦ Κυρίου,* ἥν ποθοῦμεν ἅπαντες διακαῶς, ἀγαθή.* Σῶσον τὸν ἀχρεῖον ἱκέτην, ὦ Σοφία, μήτηρ ἁγίων,* ἐκ νόσων καὶ πάσης περιστάσεως.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου*  καὶ  λύτρωσαι  ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

                                                                        ῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέ-πην σου.

῾Ο ῾Ιερεὺς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιαι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…  

 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com