12 Ιουν 2026

Όσιος Ονούφριος ο Αιγύπτιος (12 ῃ ̉Ιουνίου)

Οσιος  ̉Ονούφριος ὁ Αἰγύπτιος

̒Ο ὅσιος  ̉Ονούφριος ὁ Αἰγύπτιος εἶναι ἀπό τίς μεγαλύτερες ἀσκητικές φυσιογνωμίες τῆς Αἰγύπτου. ̒Ο ῞Αγιος καταγόταν ἀπό τήν Περσία. ̉Από μικρός ἔδειχνε φλογερό πόθο ὁλοκληρωτικῆς ἀφιέρωσης στό Θεό. Σέ νεαρή ἡλικία, ἐντάχθηκε σέ μοναστική αδελφότητα, ὅπου γιά πολλά χρόνια ἀσκήθηκε στήν πνευματική καί σωματική ἐγκράτεια καί στήν ὑπακοή. ̒

Η μεγάλη του ταπεινοφροσύνη έκανε τους αδελφούς του να τον αγαπήσουν πολύ. Όταν ωρίμασε περισσότερο στην ηλικία ο Ονούφριος θέλησε να πάει βαθύτερα στην έρημο, να γνωρίσει και να μιμηθεί τη ζωή των εκεί ασκητών της. Με μεγάλη λύπη η αδελφότητα άφησε ελεύθερο το επίλεκτο αυτό μέλος της. Αφού βάδισε αρκετά μέσα στην έρημο, συνάντησε την καλύβη του ερημίτη Ερμία, που με θεία αποκάλυψη τον περίμενε. 

Ο Ερμίας τον οδήγησε σε μια καλύβη, κάτω από έναν πελώριο φοίνικα, που δίπλα κελάρυζαν τα νερά μιας καθάριας πηγής. Εκεί ο Ονούφριος επιδόθηκε σε μεγαλύτερη πνευματική άσκηση, και η φήμη του διαδόθηκε σε όλους τους ερημίτες, που συχνά πήγαιναν να τον συμβουλευθούν και να πάρουν την ευχή του. Τελικά, όταν κάποτε τον επισκέφθηκε ο Αββάς Παφνούτιος, άφησε την τελευταία του πνοή, και ο Παφνούτιος τον έθαψε κάτω από τον πελώριο φοίνικα. Θύμισε, έτσι, σε όλους τα λόγια του Αποστόλου Παύλου: «γύμναζε σεαυτόν προς ευσέβειαν» (Α' προς Τιμόθεον, δ' 7). Δηλαδή, γύμναζε και συνήθιζε τον εαυτό σου στη συνεχή εξάσκηση της αγίας ζωής

Παρακλητικός Κανών

 εἰς τὸν ὅσιο ̉Ονούφριο τὸν Αἰγύπτιο

Ποίημα Γεωργίου Θ. Μηλίτση 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν,  εἶτα τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν,... (τετράκις) καί τὰ παρόντα Τροπάρια·

                                   Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ Ὀνουφρίῳ ἐκτενῶς νῦν προσδράμωμεν,* ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν,* ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς.* Ὅσιε βοήθησον* σοὺς ἀχρείους ἱκέτας,* σπεῦσον ἀπολλύμεθα* ἐκ βελῶν τοῦ βελίαρ,* μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς,* σὲ γὰρ προστάτην Ὀρθόδοξοι ἔχομεν.

Δόξα Πατρί... Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης...

Τῆς Περσίας τὸν γόνον, Θηβαΐδος τὸ καύχημα* καὶ τῶν Ὀρθοδόξων ἁπάντων,* ὁδηγὸν καὶ ὑπόδειγμα.* Ὀνούφριον τιμήσωμεν πιστοί,* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς,* τοῖς ἐν πίστει προστρέχουσι.* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ θαυμαστώσαντι,* δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τίς δὲ διεφύλαξεν,* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί,* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν´(50ος) Ψαλμὸς (χύμα) καί ἀρχόμεθα νά ψάλλομεν τὰς ̉ῼδᾶς τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...

νούφριε σπεύδω ἱκετικῶς,* πρὸς σὲ ὁ ἀχρεῖος,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* καὶ ἐκ χειρῶν τῶν δαιμόνων* σὺ ῥῦσαί με.

ργίλος κατέστη ὁ μισερός,* διὸ καὶ στενάζω* καὶ ὀδύρομαι θαυμαστέ,* καὶ εἰς σὲ προσέρχομαι δακρύων,* σοῦ ἐκζητῶν τὴν βοήθειαν Ὅσιε.

Νεότητα σκέπε θαυματουργέ,* καὶ φύλαττε ταύτην ἐκ παγίδων τοῦ μισεροῦ,* τοῖς δὲ σοὶ προσφεύγουσι παράσχου,* χαλινὸν γλώττης Ὀνούφριε ἔνδοξε.

                                                                 Θεοτοκίον.
Παρθένε προσπίπτω δεητικῶς,* καὶ χείρας μου αἴρω,* ἐξαιτούμενος ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς Θεοδόξαστε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος

ρφανῶν ἀνεδείχθης, καταφυγὴ Ὅσιε,* καὶ τῶν ἀσθενοῦντων θεράπων ἀνάργυρος,* διὸ προσέρχονταί σοι,* τῶν Ὀρθοδόξων χορεῖαι,* καὶ αἰτοῦσιν πάντιμε, τὴν μεσιτείαν σου.

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἔνδοξε,* σὲ καθικετεύω ὁ τάλας,* σὺ ἐξευμένισον,* ἵνα ῥυσθῶ τοῦ πυρός,* τοῦ αἰωνίου παμμάκαρ,* καὶ ἰδεῖν τὸν Κύριον, κἀμὲ ἀξίωσον.

Τὴν εἰρήνην παράσχου,* ἡμῖν ἀξιάγαστε,* καὶ τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ἀποσκοράκισον,* ἵνα διάγωμεν νῦν,* ἐν ἡσυχίᾳ καὶ πίστει,* καὶ Χριστὸν δοξάζοντες, θεῖε Ὀνούφριε.

Θεοτοκίον.

ρθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενούντων ἀεί,* σὺ ἰατρὸς καὶ προστάτις,* καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.

Διάσωσον,* ἀπὸ κινδύνων Ὀνούφριε σοῦ ἱκέτας,* ὅτι πάντες σεμνοπρεπῶς,* εἰς σὲ καταφεύγομεν,* τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.

πίβλεψον* ἐν εὐμενεία πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή...

Σὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀκατάβλητον,* ἐλέους πηγή* καὶ πάντων καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι Ὀνούφριε ὅσιε, πρόφθασον,* καὶ ἐκ τῶν νόσων φύλαττε ἡμᾶς,* ὁ μόνος ἰατρὸς ὁ ἀλάνθαστος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε

γιείαν παράσχου μοι,* ὅσιε Ὀνούφριε ἱκετεύω σε,* καὶ τὰ τέκνα μου προστάτευσον,* ἐξ ἐχθρῶν ποικἰλων ἀξιάγαστε.

Σὺ τὴν γλῶσσάν μου φύλαξον,* ἐκ τῆς κατακρίσεως τρισμακάριστε, καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπαντος.

κ τροχαίου σὺ ῥῦσαί με,* ἀθλητὰ Ὀνούφριε θεοδόξαστε,* καὶ μετάνοιαν παράσχου μοι,* ἵνα φύγω μάκαρ τῆς κολάσεως.

Θεοτοκίον.

Παναγία Πανάχραντε,* ἀνεπαίσχυντα τέλη σὺ παράσχου μοι,* καὶ τὸν κλύδωνα κατεύνασον,* τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε

ᾨδὴ  ε΄. Φωτισον ἡμᾶς.

Δέχου προσευχάς* καὶ δεήσεις ἀξιάγαστε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* τῶν Ὀρθοδόξων καταφύγιον, Ὀνούφριε.

ναρχον Θεόν,* ἐξευμένισον Ὀνούφριε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δοξάζω σε Ὁσίων ἀκροθίνιον.

Δώρησαι ἡμῖν,* τὴν ὑγιείαν δεομένοις σου,* καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί,* θεοδόξαστε Ὀνούφριε, πάντων σέμνωμα.

Θεοτοκίον.

ασαι Ἁγνή,* τῆς καρδίας μου τὰ τραύματα* καὶ τοῦ νοός μου Κόρη τὴν ἔπαρσιν,* καὶ ὑγιείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν...

γνώμων, φθονερὸς καὶ ἄνανδρος,* ἀνεδείχθην ὁ ἱκέτης σου Πάτερ,* σπεῦσον καὶ ῥῦσαι Ὀνούφριε τάχος,* καὶ εἰς τὴν μάνδραν Χριστοῦ καθοδήγησον,* σοῦ δέομαι γονυκλινῶς,* Ὀρθοδόξων φρουρὲ ἀκατάβλητε.

Τροχαίου, ἀσθενειῶν καὶ θλίψεων,* τὸν ἱκέτην σου ἀπάλλαξον τάχος,* καὶ ἐκ πειρασμῶν καὶ ποικίλων παγίδων,* ἅς ὁ σατὰν ἐξυφαίνει διάλυσον,* σοῦ δέομαι θαυματουργέ,* ὁ ἀνάξιος ἱκέτης, Ὀνούφριε.

Θεράπων καὶ ἰατρὸς ἀνάργυρος,* τοῦ καρκίνου θεοφόρε ἐδείχθης,* καὶ λοιμωδῶν νοσημάτων παμμάκαρ,* θεραπευτὴς ἀκατάβλητος  γέγονας,* διὸ ἀσθενοῦντες πιστοί,* σοὶ προστρέχονται πίστει Ὀνούφριε.

Θεοτοκίον.

Θυμώδης, ἐριστικὸς καὶ ἄφιλος,* ὁ ἀχρεῖός σου ἱκέτης κατέστην,* σπεῦσον Παρθένε καὶ σῶσον οἰκέτην,* ἵνα ῥυσθῶ αἰωνίου κολάσεως,* σοῦ δέομαι Μήτερ Θεοῦ,* ἐκ χειρῶν τοῦ ἀλάστορος σῶσόν με.

Διάσωσον, ἀπὸ κινδύνων Ὀνούφριε σοὺς ἱκέτας,* ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν,* τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν...

Σὺ προστάτης τῶν χριστιανῶν ἀκαταίσχυντος,* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος,* μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ πρόφθασον θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν,* τῶν θερμῶς κραυγαζόντων σοι* ῥῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σπεῦσον τοῖς ἀσθενοῦσιν,* τῶν Ὀρθοδόξων θαυμαστέ,* σὺ εἶ φρουρὸς ὁ ἀνύστακτος.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (δίς)

Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχοςπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Ἦχος βʹ. Δόξα Πατρὶ …

Ταῖς τοῦ σοῦ Ὁσίου ̉Ονουφρίου, πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείψῃς με,* σὺ τοῦ Χριστοῦ στρατιώτα,* Ὀνούφριε ὅσιε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον Ἅγιε,* πάντοθεν πολεμούμενος,* καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου,* κλέος τῶν Ἀγγέλων* καὶ δόξα Ὀρθοδόξων θαυμαστέ,* μὴ μοῦ παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Τρικυμίας τοῦ βίου,* καταπράυνον δέομαι ὁ ἀνάξιος,* καὶ δίδως μοι εἰρήνη,* χαράν τε καὶ γαλήνην,* ἵνα πόθῳ κραυγάζω σοι·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Νικητὴς ἀνεδείχθης,* τοῦ σατὰν θεοδόξαστε καὶ προπύργιον,* ἡμῶν τῶν Ὀρθοδόξων,* καὶ πάντων τῶν ἐν θλίψει,* παραμύθιον ἔνδοξε·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Τῶν ἀτέκνων συζύγων,* καταφύγιον γέγονας θεοδόξαστε,* καὶ τῶν σφοδρῶς ποθούντων,* τὸν βίον τῶν Ἀγγέλων,* ποδηγέτης ἀλάνθαστος·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Βασιλέως καθέδρα,* καὶ πιστῶν καταφύγιον Μῆτερ γέγονας,* διὸ πιστῶν τὰ πλήθη,* προσέρχονται ἀσμένως* καὶ θερμῶς πάντες ᾄδωσι·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα...

Τῶν μοναζόντων, ὁδηγὸς σὺ προστάτης,* ἀνεδείχθης Ὀνούφριε μάκαρ,* διὸ σὲ ὑμνοῦμεν,* ἀπαύστως χριστοδρόμε.

Τὴν νεολαίαν, τῆς Ἐκκλησίας τὴν μάνδρα,* σὺ ὁδήγησον τάχος τρισμάκαρ,* καὶ αὐτῇ παράσχου,* ἀκλόνητον τὴν πίστην.

Τοὺς κοιμηθέντας, ὧν αἱ ψυχαὶ εἰς τὰς χείρας,* τοῦ Δεσπότου εἰσὶ μὴ παρίδῃς,* ἵνα σέ ὑμνοῦμεν,* Ὀνούφριε τρισμάκαρ.

Θεοτοκίον.

Τὰς ἀσθενείας, σὺ τῆς ψυχῆς ἰατρεύεις,* καὶ τοῦ σώματος πάθη διώκεις,* διὸ σὲ δοξάζω, Παρθένε Θεοτόκε.

ᾨδὴ  θ΄. Κυρίως Θεοτόκον...

Πηγὴ χαρᾶς ἐδείχθης,* Ὀνούφριε μάκαρ,* καὶ τῶν ἐν θλίψεσι ὄντων παράκλησις,* τῶν δὲ ποθούντων σωθῆναι,* τὸ καταφύγιον. 

Κρουνὸς πολλῶν θαυμάτων, μάκαρ ἀνεδείχθης, καὶ τῆς νεότητος φύλαξ καὶ πρόμαχος, τῶν δὲ ἐν γήρατι ὄντων,* φρουρὸς ἀκοίμητος.

γγέλων πολιτείαν,* ἐβίωσας Πάτερ,* καὶ τῶν παθῶν καθαιρέτης σὺ  γέγονας,* διὸ Ὀνούφριε θεόφρων,* δόξαν ἀπείληφας.

Θεοτοκίον.

Πανάχραντε Μαρία,* σώματος τὰ ἄλγη,* καὶ συνειδήσεως τύψεις διάλυσον,* καὶ οὐρανοῦ τὴν εἰρήνη,* δίδου ἱκέτας σου.

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δόξα ἀναπέμπομεν τῷ Θεῷ, τὸν δόντα προστάτην, Ὀρθοδόξοις χριστιανοῖς, σὲ θαυματοβρύτα, τῶν μοναστῶν τὸ κλέος, καὶ ὁδοδείκτην πάντων, θεῖε Ὀνούφριε.

Δέχου παρακλήσεις σῶν ἱκετῶν, δέχου ἱκεσίας, καὶ προσάγαγε τῷ Θεῷ, Ὀνούφριε μάκαρ, Αἰγύπτου βλαστὸς θεῖος, καὶ τῆς Ὀρθοδοξίας, κλέος καὶ σέμνωμα.

Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν Ὀρθοδόξων ἀντιλήπτωρ καὶ βοηθός, χαίροις τῶν ποθοῦντων, ἰδεῖν Θεοῦ τὴν δόξαν, μεσίτης καὶ προστάτης, μάκαρ Ὀνούφριε.

Δόξα Ἐκκλησίας καὶ χαρμονή, Πάτερ ἀνεδείχθης, καὶ προπύργιον μοναχῶν, καὶ τῆς νεολαίας, φρουρός τε καὶ προστάτης, Ὀνούφριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

ρφανῶν προστάτης καὶ βοηθός,* πεινόντων τροφέας,* καὶ ἀνέργων καταφυγή,* μάκαρ ἀνεδείχθης,* διὸ σὲ θεοφόρε,* δοξάζομεν ἀπαύστως, καὶ ὕμνους μέλπομεν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ὁ ῾Ιερεύς: ῞Οτι σοῦ… καὶ τὸ  ̉̉̉Απολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Περσίας τὸν γόνον, Θηβαΐδος τὸ καύχημα,* καὶ τῶν Ὀρθοδόξων ἁπάντων, ὁδηγὸν καὶ ὑπόδειγμα.* Ὀνούφριον τιμήσωμεν πιστοί,* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς,* τοῖς ἐν πίστει προστρέχουσι·* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ θαυμαστώσαντι,* δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,* πᾶσιν ἰάματα.

Δέησις καὶ Μικρά Ἀπόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, σὺ προστάτης ἀγαθέ,* καὶ τῶν σωτηρίαν ποθούντων,* σὺ εἶ φρουρὸς ἀσφαλής,* ἄλλον γὰρ οὐκ ἔχομεν, τῶν Ὀρθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον,* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διό σοι προσπίπτωμεν πόθῳ,* πάντες οἱ Ὀρθόδοξοι Ὀνούφριε.

Δέσποινα πρόσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.    Ἀμήν.


[1] . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com