3 Φεβ 2026

Όσιος Ισίδωρος ο Πηλουσιώτης (4 Φεβρουαρίου)

Όσιος Ισίδωρος ο Πηλουσιώτης

(4 Φεβρουαρίου)

Ο Όσιος Ισίδωρος ο Πηλουσιώτης (περ. 360/370–440/450 μ.Χ.)  γεννήθηκε στην Αλεξάνδρεια από ευγενείς γονείς και έλαβε ανώτατη θεολογική και φιλοσοφική μόρφωση.

Ήταν σημαντικός Αιγύπτιος μοναχός, ηγούμενος και εκκλησιαστικός πατέρας, γνωστός για τη μελέτη των Γραφών, το πλούσιο επιστολικό του έργο και την υπεράσπιση της Ορθοδοξίας. Ασκήτευσε κοντά στο Πηλούσιο, (σημερινό Πορτ Σάιντ), άσκησε αυστηρή ασκητική ζωή και τιμάται από την Ορθόδοξη Εκκλησία στις 4 Φεβρουαρίου. 

    Έχει διασωθεί μεγάλος αριθμός επιστολών του (περισσότερες από 2.000), οι οποίες απευθύνονταν σε κληρικούς και λαϊκούς, προσφέροντας ερμηνείες των Γραφών, πνευματικές συμβουλές και καυτηριάζοντας τα κακώς κείμενα της εποχής. Υπήρξε ένθερμος υπερασπιστής της Ορθοδοξίας κατά των αιρέσεων, συνδέοντας την πνευματική ζωή με την ορθή διδασκαλία. 

   Ο Άγιος Ισίδωρος, ο οποίος υπήρξε πρότυπο ασκητή, κοιμήθηκε με ειρήνη, ενώ αποτμήματα του ιερού λειψάνου του βρίσκονται στις Μονές Φιλοθέου (Άγιον Όρος), Αγίων Πάντων (Βαρλαάμ, Αγίων Μετεώρων) και Αγάθωνος (Φθιώτιδα). 

Παρακλητικος Κανων

εις τον Όσιον Ισίδωρον τόν Πηλουσιώτην

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής: 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τῷ  ̉Ισιδώρῳ οἱ πιστοί δεῦτε πάντες* εὐσεβοφρόνως προσπεσόντες βοῶμεν* τῶν  ̉Ορθοδόξων κλέος καί χαρά,* ῥῦσαι τούς προστρέχοντας* λοιμικῆς ἀσθενείας,* πάσης περιστάσεως* καί ποικίλων κινδύνων* ταῖς πρός Χριστόν λιταῖς σου, ἀθλητά,* σέ γάρ μεσίτην ἀκοίμητον ἔχομεν. 

Δόξα Πατρὶ καὶ Υἱῷ…  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…

Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν καί ὁμότροπον,* ̉Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν θεώμενον τήν δόξαν τοῦ  ̉Ιησοῦ* καἰ ὑπ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.

Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τὶς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας…[1]

̉Ισίδωρε, κλέος τῶν μοναστῶν,* πρός σέ καταφεύγω* καί αἰτοῦμαι σήν ἀρωγήν,* ἥν τάχος παράσχου σῷ ἱκέτῃ* καί δώρησόν μοι μετάνοιαν, ἔνδοξε. 

Σωτῆρα ἱκέτευε ἐκτενῶς* ὑπέρ τῶν ἱκετῶν σου,* ὦ  ̉Ισίδωρε θαυμαστέ,* καί τήν σήν βοήθειαν παράσχου* τοῖς πρός σέ πόθῳ προστρέχουσι, παντιμε.

̉Ιάσεις ποικίλας χριστιανοῖς* παρέχεις ἀπαύστως,* ὦ  ̉Ισίδωρε θαυμαστέ,* διό σοι προσέρχονται ἀσμένως*τῶν ̉Ορθοδόξων τά πλήθη, μακάριε.

Θεοτοκίον.

̉Αξίωσον, ῎Αχραντε Μαριάμ,* ἐμὲ τὸν ἀχρεῖον ἀκατακρίτως μεταλαβεῖν* τὸ Σῶμα καὶ τὸ αἷμα τοῦ Υἱοῦ Σου,* εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

Ως ἀσώτως βιώσας θρηνῶ καί ὀδύρομαι* καί πρός σέ θερμῶς ἀνακράζω* σῶσόν με, πάντιμε,* καί χάρισόν μοι, σοφέ,* τήν ψυχῆς ἠρεμίαν* καί καρπούς τοῦ Πνευματος* μάκαρ  ̉Ισίδωρε.   

Ραβδισμῶν καί μαστίγων ἐγώ εἰμι ἄξιος* διό σοι προσέρχομαι πόθῳ* καί ἀνακράζω σοι* τόν σόν ἱκέτην, σοφέ,* ἐν τῇ ὁδῷ τοῦ Κυρίου* ἐπανάγαγε, πάτερ,* τῇ μεσιτείᾳ σου.

̉Εργασίαν παρέχω τοῖς πονηροῖς δαίμοσι* καταγράψαι βίου μου πράξεις,* ἅς ἀναισχύντως καί μετά ζήλου ποιῶ,* διό φοβοῦμαι τήν κρίσιν* καί πρός σε προσέρχομαι* κλαίων, ̉Ισίδωρε.   

Θεοτοκίον.

̉Εραστής ἁμαρτίας καί τῶν αἰσχρῶν πράξεων* ὁ ἀχρεῖος γέγονα, Κόρη, ἐργάτης δόκιμος* διό πρός σε, Μαριάμ,* χείρας ἱκέτιδας αἴρω* καί αἰτῶ τήν ἄφεσιν* ὧνπερ διέπραξα.

Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅ­τι πάντες πρὀς σε, ̉Ισίδωρε, καταφεύγο­μεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας. 

̉ Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…

Πρεσβείαν τήν σήν* κατέχοντες, φιλόχριστε,* ἐκ παγίδων πολλῶν λυτρούμεθα οἱ δούλοι σου,* ἐκτενῶςβοῶμεν σοι,* ὦ  ̉Ισίδωρε* τάχος πρόφθασον* καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* ὁ μέγα προστάτης τῶν ὑμνοῦντων σε.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Υπηρέτης ὁλόθερμος* τοῦ Κυρίου γέγονας, τρισμακάριστε,* διό πάντες σοι προσπίπτομεν* καί αἰτούμεθα χάριν, ̉Ισίδωρε.

Χριστόν, μάκαρ, ἱκέτευε* καταπέμψαι ἡμῖν Πνεῦμα τό Άγιον* καί χάρισαι τοῖς προστρέχουσιν* ὑγιείαν καί ῥώμην, ̉Ισίδωρε.

Οἱ ἐλπίδα καί στήριγμα* ποθοῦντες,  ̉Ισίδωρε τρισμακάριστε,* πρός σπεύδομεν δεόμενοι* ταύτα δοῦναι ἡμῖν, Θεοδόξαστε.

                                                                                        Θεοτοκίον.

Υπέρ πάντων ἱκέτευε* τόν Υἱόν Σου, Κόρη ἀξιοτίμητε,* καί τάς τύψεις σύ κατεύνασον* συνειδήσεώς μου, Θεονύμφευτε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Υμνους ταπεινῶς* σοι προσφέρομεν, ̉Ισίδωρε,* καί ἐξαιτούμεθα ἀεί οἱ πιστοί* τήν σήν βοήθειαν καί σκέπηνἀξιοθαύμαστε.

Πόθους εὐλαβεῖς* τῇ καρδίᾳ μου, μακάριε*  ̉Ισίδωρε, τάχος σύ ἄναψον,* ἵνα ὑμνῶ καί δοξάζω Χριστόν τόν Κύριον.   

Εμπλησον, σοφέ,* εὐφροσύνης τήν καρδίαν μου* καί πλήρωσον αὐτήν χαρᾶς, ὅσιε*  ̉Ισίδωρε, ἐκκλησία τεῖχος καί πρόμαχος. 

Θεοτοκίον.

Ρήματα Υἱοῦ* διετήρεις ἐν τῇ καρδίᾳ σου,* Παρθενομήτωρ ἀξιάγαστε,* τοῦτο ἀξίωσον καμέ ποιῆσαι, ῎Αχραντε.  

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

̉Ηλίου τοῦ νοητοῦ,  ̉Ισίδωρε,* τάς ἀκτίνα σύ κατάπεμψον τάχος,* πάτερ, ἐμοι τῷ ἀθλίῳ καί φαύλῳ* καί ἀποστάτῃ Χριστοῦ, παναοίδημε,* σοῦ δέομαι ὁ μισερός* ὀφθαλμούς τῆς ψυχῆς μου διάνοιξον.

Ματαίων καί αἰσχρῶν ἐνθυμήσεων* καταγώγιόν εἰμι, ἀθλοφόρε,* διό πρός σε,  ̉Ισίδωρε, ἀπαύστως* χείρας ἱκέτιδας αἴρω, ὅσιε,* καί δέομαι ὡς Ιωνᾶς* ἐξ αὐτῶν τόν ἀχρεῖον ἐξάγαγε.

῏Ω πάτερ, πρός σε προσφεύγομεν πάντες* καί αἰτούμεθα τήν σήν προστασίαν,* ἥν σύ παράσχου ἱκέταις ἀπαύστως* καί ἐπεσκίασον πάντας,  ̉Ισίδωρε,* τῶν  ̉Ορθοδόξων, ἀγαθέ,* βοηθός καί φρουρός ὁ ἀκοίμητος.  

Θεοτοκίον.

Νοός ἡμῶν ἐνθυμήσεις, Πάναγνε,* καί καρδίας τά σκιρτήματα, μῆτερ,* τοῖς λόγοις τοῦ Σοῦ Υἱοῦ καί Σωτῆρος* σύ ἐναρμόνισον τάχος δεόμεθα* καί πάντας ἰδεῖν, Μαριάμ,* παραδείσου τά κάλλη ἀξίωσον.  

Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅ­τι πάντες πρὀς σε,  ̉Ισίδωρε, καταφεύγο­μεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία…

Σὺ προστάτης τῶν  ̉Ορθοδόξων ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Λυτρωτήν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, μακαριστέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν* τῶν θερμῶς δεομένων σου˙ἅγνισον τήν ψυχήν μου* καὶ φυλαξόν μου τό σῶμα,ἀπό παγίδων πτερνιστοῦ,* Θεοδόξαστε  ̉Ισίδωρε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχοςπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερου­σα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλ­θον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκα­θάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλ­μοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσε­σθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μα­κάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλω­σι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ … Ἦχος βʹ. 

Ταῖς τοῦ  ̉Ισιδώρου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχοςλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα … καὶ τὸ Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προ­στάτα* τόν πρός σε προστρέχοντα* καί ἱκετικῶς προσπίπτοντα, ῞Αγιε,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* τῶν δαιμόνων τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* ῞Οσιε Κυρίου,* ἐλπίς σὺ καί προ­στάτης τῶν πτωχῶν* καὶ τῶν χηρῶν, ὦ  ̉Ισίδωρε,* Πηλουσίου καύχημα.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

̉Ακλινῆ προστασίαν* σῷ ἱκέτῃ παράσχου, μάκαρ  ̉Ισίδωρε,* καί διδου μοι τήν χάριν,* ἥν πᾶσι καταπέμπεις* τοῖς ἀπαύστως βοῶσι σοι˙* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

̉Ιατρόν σέ καλοῦμεν* τῶν ψυχῶν καί σωμάτων, ἀξιοθαύμαστε,* καί πάντων τῶν ἐν θλίψει* καί ἐν στενοχωρίᾳ* ἀρωγόν ταχυνότατον* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τήν ἡμῶν σωτηρίαν,* ὦ ̉Ισίδωρε μάκαρ, παρά Κυρίῳ αἴτησαι* καί δεῖξον τοῖς ποθοῦσιν ὁδούς τῆς μετανοίας,* ἵνα πάντες κραυγάζωμεν* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.

̉Ερευνήσας ὁ τάλας* τάς τοῦ βίου μου πράξεις ἐμελαγχόλησα* διό πρός σε προσφεύγω,* Πανάχραντε Μαρία,* καί θερμῶς ἱκετεύω σε* φώτισον τόν νοῦν μου ταχύ,* ἵνα Χριστόν δοξάσω. 

ᾨδὴ η’. Τόν Βασιλέα…

̉Ιατρός πάντων* τῶν ̉Ορθοδόξων ἐδείχθης* καί φρουρός τῶν χηρῶν, θεοφόρε,* διό σε ὑμνοῦμεν* εἰς πάντας τούς αἰῶνας.

̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν, ̉Ισίδωρε, παρέχει.

̉Εν Πηλουσίῳ* σύ ἡγιάσθης, Θεόφρον,* καί κατέστης ἡμῶν ποδηγέτης* καί ταῖς ξυγγραφαῖς σου* ἐφώτισας τόν κόσμον.

Θεοτοκίον.

῏Ω Θεοτόκε, γονυκλινῶς σύ προσφεύγει ὁ ἀχρεῖος καί φαῦλος ἱκέτης* καί πόθῳ αἰτεῖται* μετάνοιαν καί πίστιν.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Ροήν μου τῶν δακρύων* μή ἀποποιήσῃς* τῆς εκκλησίας τό κλέος, ̉Ισίδωρε,*ἀλλά παράσχου μοι τάχος* Πάτερ, μετάνοιαν.

Γεώργιον Κυρίου* ποίησον, Θεόφρον,* τόν σόν ἀχρεῖον ἱκέτην, ̉Ισίδωρε,* καί ἀρετῶν με ἐργάτην* τάχος ἀνάδειξον.

̉Ιάσεων ταμεῖον,* Πάτερ, ἀνεδείχθης* σύ καί φρουρός τῶν ψυχῶν ὁ ἀκοίμητος* καί μοναζόντων, Θεόφρον,* κλέος καί καύχημα.   

Θεοτοκίον.

῾Ο τἀλας καί ἀχρεῖος* σέ καθικετεύει* καί συ προσπίπτει δεόμενος, ῎Αχραντε,* τούς προσιόντας σοι πίστει* χαρᾶς ἀξίωσον. 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Σέ τοῦ Πηλουσίου τόν πολιστήν* καί τῆς  ̉Εκκλησίας τόν ἀτίμητον θησαυρόν* καί τῶν  ̉Ορθοδόξων* ἀκοίμητον προστάτην* ὑμνοῦμεν μετά πόθου,* θεῖε ̉Ισίδωρε.

῞Ολον μου τόν βίον, Θαυματουργέ,* διῆλθον ἀσώτως* διό τρέμω καί δειλιῶ* καί πρός σε προσφεύγω,*  ̉Ισίδωρε θεόφρον,* καί δέομαι ὁ τάλας* σῶσον ἱκέτην σου.

Νέκρωσον τά πάθη μου, θαυμαστέ,*  ̉Ισίδωρε μάκαρ,* καί παράσχου τῷ σῷ υἱῷ* δύναμιν καί ῥώμην* καί ζῆλον ἐργασίας,* ἵνα Χριστόν κερδίσω* ὁ τάλας, ἔνδοξε.

῎Ιλεος γενοῦ μοι τῷ ταπεινῷ,* ̉Ισίδωρε μάκαρ,* τῶν Πατέρων ἡ καλλονή* καί τόν βυθισθέντα ὑπό τῆς ἁμαρτίας* εἰς εὔδιον λιμένα* τάχος ἐξάγαγε.

Σύ ἐμοῦ προστάτης τε καί φρουρός,* πάτερ, ἀνεδείχθης* καί πανίσχυρος ἀρωγός* σύ καί τήν ψυχήν μου,*  ̉Ισίδωρε ἐκτρέφεις* διά τῶν ξυγγραφῶν σου* ἅς καταλέλοιπας      

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ῞Αγιος… (τρίς). Δό­ξα Πατρί … Παναγία Τριάς,… Κύριε, ἐ­λέησον (τρίς). Δόξα Πατρὶ … Πάτερ ἡμῶν… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν...

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…

Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν καί ὁμότροπον,*  ̉Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν θεώμενον τήν δόξαν τοῦ  ̉Ιησοῦ* καἰ ὑπ̉ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.

῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ εἶτα μικρὰν ἀπόλυσιν. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου… ῏Ηχος βʹ.

Πάντων σύ προστάτης, ἀγαθέ,* καί τῶν σωτηρίαν ποθοῦντων* σύ εἶ φρουρός ἀσφαλής* ἄλλον γάρ οὐ ἔχομεν* τῶν  ̉Ορθοδόξων πληθύς* πρεσβευτήν ἀκατάβλητον* καί μέγαν μεσίτην* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν.* Κλέος ἀνεδείχθης καί δόξα˙* διό σοι προσπίπτωμεν πόθῳ* πάντες οἱ  ̉Ορθόδοξοι,  ̉Ισίδωρε.  

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τήν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς. ̉̉Αμήν.

(1). Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com