25 Νοε 2025

Όσιος Στυλιανὸς ο Παφλαγών (26 Νοεμβρίου)

῞Οσιος Στυλιανὸς ὁ Παφλαγών  (26 Νοεμβρίου)

   Ο ὅσιος Στυλιανὸς ἦταν γι­ὸς πλουσίων γονέων (μάλλον γεννή­θηκε στὴν Παφλαγονί­α), ἀπὸ τοὺς ὁποίους διδάχτη­κε νὰ εἶναι ἐ­γκρατὴς καὶ νὰ μὴν ἀ­γαπᾶ τὰ χρήματα. ῞Οταν πέ­θαναν οἱ γο­νεῖς του, μοίρα­σε τὴν περιουσία του στοὺς πτωχοὺς καὶ πῆγε στὴν ἔρη­μο. ̉Εκεῖ γνωρίστηκε μὲ ἄλλους ασκητές, καὶ ζοῦσε μαζὶ τους μὲ ἀδελφικὴ ἀγάπη, χριστιανικὴ συγκα­τάβαση καὶ ἐπιείκεια. Δὲν λύπησε ποτὲ κανένα, μεγάλη του χαρὰ ἦ­ταν νὰ ἐπαναφέρει τὴ γαλήνη στὶς ταραγμένες ψυχές. ῾Η φήμη τῆς θαυμαστῆς ἀσκητικῆς του ζωῆς ἔφθα­σε μέχρι τὶς πόλεις, καὶ πολλοὶ ἔτρεχαν νὰ τὸν βροῦν γιὰ νὰ τοῦ ζητήσουν πνευματικὲς ὁδηγίες.

   ῾Ο ὅσιος Στυλιανός, ἔτρεφε στοργὴ καὶ συμπάθεια πρὸς τὰ παιδιά, ποὺ τόσο ἀγαποῦσε καὶ ὁ Κύριος. ῎Αν, ἔλεγε, ἡ ταπεινοφροσύνη ἀποτελεῖ θεμέλιο τῶν ἀρετῶν, ἡ παιδικὴ ἡλικία ἀπὸ τὴ φύση της εἶναι περισσότερο ἐνάρετη, ἀπ' ὅτι οἱ μεγαλύτεροι τῶν φιλοσόφων. Πολλὲς φορὲς γονεῖς τοῦ ἔ­φερναν τὰ παιδιά τους γιὰ νὰ τὰ εὐλογήσει καὶ τὸν παρα­καλοῦσαν νὰ προσευχηθεῖ γι̉ αὐτὰ. ῾Ο Θεὸς προίκισε τὸν ὅσιο μὲ τὸ χάρισμα νὰ θεραπεύει τὰ ἄρρωστα παιδιὰ καὶ νὰ καθιστᾶ εὐτέκνους ἄτεκνες γυναίκες.

   ῾Ο ὅσιος Στυλιανὸς κοιμήθηκε πλήρης ἡμερῶν ἀλλὰ καὶ ἀρετῶν.

Παρακλητικὸς Κανὼν

 εἰς τὸν ῞Οσιον Στυλιανὸν τὸν Παφλαγόνα

Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής: 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ

ὸν παρὰ Θεοῦ ὁρισθέντα προστάτην* νηπίων ὡς καὶ ἐνηλίκων ἀπαύστως* προσπέσομεν πό­θῳ καὶ πίστει πιστῶν οἱ χοροί* κράζοντες καὶ λέγο­ντες,* Στυλιανὲ θεοφόρε,* ῥῦσαι τοὺς προστρέχο­ντας* καὶ τὴν σὴν προστασίαν αἰτοῦντας* ἐκ πάσης νόσου καὶ φθορᾶς* καὶ ἐκ χειρῶν ἀρχεκάκου, Θεό­φρων,* λιταῖς σου διάσωσον.    

Δόξα Πατρὶ καὶ Υἱῷ …

̉ Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.

Σ

τήλη ἔμψυχος τῆς ἐγκρατείας,* στῦλος ἄσει­στος τῆς Ἐκκλησίας,* Στυλιανέ, ἀνεδείχθης μακάρι­ε˙* ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος* κατοι­κητήριον ὤ­φθης τοῦ Πνεύματος.* Πάτερ ὅσιε,* Χρι­στὸν τὸν Θεὸν ἱκέτευε* δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

 

Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.

Ο

ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κιν­δύ­νων;* Τς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐλευθέ­ρους;* Οὐκ  ἀποστῶμεν,  Δέσποινα, ἐκ  σοῦ˙* σοὺς  γὰρ  δούλους σώζεις αε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1] 

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τ

ὰ βρέφη προστάτεψον, Θαυμαστέ,* ἐκ νόσων ποι­κίλων καὶ κινδύνων παντοειδῶν* καὶ τοὺς σοι προ­στρέχοντας ἐν πίστει,* Στυλιανέ, σὺ παρά­σχου τὰ κρείττονα. 

Η

῾μᾶς τοὺς προστρέχοντας ἐπὶ σε* ἀπάλλαξον τά­χος ἐκ τοῦ ἄγχους, Στυλιανέ,* καὶ τοὺς σοι προ­σπίπτοντας ἐνθέρμως* ἐκ τῶν παγίδων τοῦ ὄφε­ως φύ­λαττε.  

Τ

ὰ τέλη παράσχου, Στυλιανέ,* ἡμῖν τοῖς ἱκέταις ἀ­νεπαίσχυντα καὶ σεμνὰ* καὶ Δικαιοκρίτην τῶν ἀν­θρώπων* ταῖς σαῖς πρεσβεῖαις, παμμάκαρ, εὐμέ­νησον.

Θεοτοκίον.

Η

῾μέραν καὶ νύκτα, ὦ Θαυμαστή,* Δεσπότου τὸ σκεῦος,* ἱκετεύω σὲ ταπεινῶς* δυσώπει Υἱὸν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψε­ων.

ᾨδὴ  γʹ. Οὐρανίας ἁψῖδος…

Τ

ὴν νεότητα σκέπε καὶ πατρικῶς φρούρησον* καὶ εἰς τὴν ὁδὸν τοῦ Κυρίου* ταύτην ὁδήγησον,* ἵνα ἀπαύστως τηρῇ* τὰς ἐντολὰς τοῦ Δεσπότου* καὶ Χριστοῦ τὸ πρόσωπον* ἰδεῖν ἀξίωσον.

Τ

ῶν ῾Ελλήνων προστάτης,* Στυλιανέ, γέγονας* καὶ τῶν ̉Ορθοδόξων μεσίτης* καὶ καταφύγιον·* διό σε, Θαυμαστέ,* πιστοὶ ἀπαύστως ὑμνοῦσιν* καὶ Χριστὸν δοξάζουσι* τόν σε δοξάσαντα. 

Ο

̉ρφανῶν ἀνεδείχθης* καταφυγή, ἔνδοξε,* καὶ τῆς νεολαίας προστάτης ἀκαταμάχητος,* διὸ σοι προ­σέρχονται* τῶν ̉Ορθοδόξων χορείαι* καὶ αἰ­τοῦσιν ἅπαντες* τὴν προστασίαν σου. 

Θεοτοκίον.

Ν

ῦν προστρέχω ὁ τάλας* σεμνοπρεπῶς, Δέσποι­να,* καὶ χείρας ἱκέτιδας αἴρω,* σοι μητροπάρθε­νε˙* ῥῦ­σαι με τάχος, σεμνή,* ἐκ τῆς ὀργῆς τῆς δικαί­ας* τοῦ Υἱοῦ σου, ῎Αχραντε,* κόρη Πανύμνη­τε.

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Στυλιανέ, σοῦ ἱκέ­τας* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* τὸν μέ­γαν τῆς νεολαίας προστάτην.

Ε

̉πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα ὁ ῾Ιερεύς. ̉Ελέησον ἡμᾶς ὁ Θεὸς …

῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος … καὶ τὸ

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Π

ρεσβείαν τὴν σὴν* ποθοῦμεν, ἀξιάγαστε* διὸ οἱ γονεῖς* ἐν πίστει σοι προσφεύγουσι* καὶ θερ­μῶς βοῶσι σε,* ἱερὲ Στυλιανέ, σκέπασον* καὶ ἐκ κινδύνων  φύλαττε ἡμᾶς* καὶ τὰ τέκνα ἡμῶν, Θεοδόξαστε.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Τ

ὸν Δεσπότην ἱκέτευε,* Στυλιανὲ τρισμακάρι­στε, δέ­ομαι* ὑπὲρ τῶν πρὸς σε προσφευγό­ντων* ἵνα πέμ­ψῃ ἡμῖν τὴν χάριν Του.

Τ

οὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

Τ

έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Στυλια­νὲ πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

Ε

 ̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποι­να Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Δ

έχου προσευχὰς* ̉Ορθοδόξων, Θεοπρόβλητε,* καὶ προσάγαγε αὐτὰς τῷ Λυτρωτῇ,* ἵνα ῥυσθῶ­μεν κινδύνων καὶ πόνων, ἔνθεε. 

Φ

ώτισον ἡμᾶς,* Στυλιανὲ παμμακάριστε,* καὶ Θεὸν ἱκέτευε θερμῶς* ἐκδιώξαι ἐκ ψυχῆς τὸ σκότος, ἔν­δοξε.

Ζ

ῆλον τοῦ Θεοῦ* σοι παράσχου μοι, ἀήττητε,* καὶ ὀ­φθαλῶν παιδαγωγίαν ταχὺ* τῷ σῷ ἱκέτῃ,* Στυ­λια­νέ, δίδου δέομαι.

Θεοτοκίον.

Φ

όβον τοῦ Θεοῦ* τῇ καρδία μου ἐμφύτευσον* καὶ καρποὺς μετανοίας δίδου μοι* τῷ ἀναξίῳ ἱκέτῃ Σου, ῾Οδηγήτρια.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ...

Τ

ὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρων,* καὶ ταῖς λιταῖς σου, πα­νόλβιε πάτερ,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁ­δήγησον* δε­όμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, Πάντι­με.

Ν

εότης σοὶ καταφεύγει, ῞Αγιε,* καὶ αἰτεῖται σὴν στεῤῥὰν προστασίαν,* ἣν σὺ παράσχου ἀπαύ­στως ἱκέταις* καὶ ἐξ ἀπάτης τοῦ πλάνου διάσωσον* ἡμᾶς δὲ ἴχνεσι Χριστοῦ* τοῦ βαδίζειν ἀεὶ κατάξίω­σον.  

Ε

̉ κ θλίψεων καὶ τροχαίου, ῞Οσιε,* διαφύλαττε ἱκέ­τας σου τάχος* καὶ πειρασμοὺς καὶ παγίδας ποι­κίλας* ἃς ὁ Σατὰν ἐξυφαίνει διάλυσον* δεόμε­θα, Στυλιανέ,* οἱ προστρέχοντες πόθῳ τῇ σκέπῃ σου. 

Θεοτοκίον.

Α

̉ παύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδῃς τὸν σὸν δοῦλον, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλί­ῳ* ὑπομονὴν καὶ ταπείνωσιν, ῎Αχραντε,* καὶ δί­δου μου εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆ­ρος, Μη­τρόθεε.

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Στυλιανέ, σοῦ ἱκέ­τας,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* τὸν μέ­γαν τῆς νεολαίας προστάτην.

Α

῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως*  ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*  δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

   Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως: ̉Ελέησον ἡμᾶς …

῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος… καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σ

ὺ φρουρὸς βρεφῶν καὶ νηπίων ἀκοίμητος* καὶ με­σίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος,* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν γονέων προσευχάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν* τῶν θερμῶς δεομένων σοι˙* Τάχυνον εἰς πρε­σβείαν* καὶ δίδου τὴν  θεραπείαν* εἰς τὰ  νοσοῦντα βρέφη,*  Στυλιανὲ ἀξιάγαστε.    

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Ο

ἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. (δίς)

Στίχος: Καυχήσονται  ῞Οσιοι ἐν  δόξῃ καὶ  ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Ο

ἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ.στʹ 17-23) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πο­λὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀ­κοῦσαι Αὐ­τοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλού­μενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐ­τοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ Αὐτὸς ἐπά­ρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅ­τι ὑμετέρα ἐστὶν ἡ βασι­λεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσα­τε, ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, * ἐξάλει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.   

Καὶ νῦν…

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων. 

Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔ­λε­ός σου … 

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ στρατιώ­τα,* Στυλιανὲ ὅσιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­τους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχε­κάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐ­δὲ κα­ταφύγιον, ῞Αγιε,* πάντοθεν πολεμούμενος* καὶ πα­ραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος τῶν  ̉Αγγέ­λων* καὶ δόξα ̉Ορθοδόξων, θαυμαστέ,* μὴ μου παρί­δῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.    

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν. 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Μ

οναζόντων κατέστης* ἀρωγὸς καὶ προστάτης, Θε­ομακάριστε,* διὸ σε ἀνυμνοῦμεν ἀπαύστως οἱ   ἀ­χρείοι*  καὶ  βοῶμεν  προσπίπτοντες,*  Στυλιανὲ θαυμαστέ,* εὐμένησον τὸν Πλάστην. 

Ε

̉ ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα  πᾶσι  κηρύττουσι* τὰ  μεγαλεία  Χριστοῦ,* Στυλιανὲ φωσφόρε.  

Α

̉ σθενῶν ἰατρεῖον* καὶ πτωχῶν καταφύγιον μέ­γα, ἔνδοξε,* καὶ τῶν βρεφῶν προστάτης,* Στυ­λιανέ, ἐ­δείχθης* διὸ πάντες κραυγάζομεν˙* Χαῖρε, πι­στῶν χαρμονὴ* καὶ δόξα  ̉Ορθοδόξων. 

Θεοτοκίον.

Α

̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, θεομα­κάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας*  ἱκε­τικῶς  σου  δέονται˙* τέκνα  παράσχου  ἡ­μῖν,* Πανάχραντε Μαρία.  

ᾨδὴ η´. Τὸν Βασιλέα...

Τ

ὸν Βασιλέα καὶ ποιητὴν τῶν ἁπάντων* καθικέ­τευε πάντες αἰτοῦμεν,* ὅπως καταπέμψῃ ἡ­μῖν τὴν Θεί­αν Χάριν. 

Τ

ὴν νεολαίαν ἐξ ἐθισμῶν ἐφαρμάτων* σὺ διάσω­σον  πόθῳ  αἰτοῦμεν* καὶ  ἐκ  τῆς  ἀπιστίας* ἐξάρπασον λι­ταῖς σου.

Τ

οὺς πειρασμοὺς σὺ τοῦ ἀρχεκάκου διώκεις* καὶ  παθῶν  τὰς  ἐφόδους, Θεόφρον,* διὸ  σε  ὑ­μνοῦ­μεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σ

έ, Θεομήτωρ, τῶν ̉Ορθοδόξων χορείαι* σὺν τοῖς  ̉Αγγέλοις πόθῳ ὑμνοῦσι* καὶ δοξολογοῦ­σι* ἀ­παύ­στως, Θεοτόκε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Η

῾μᾶς τοὺς  ̉Ορθοδόξους* φύλαττε ἐκ νόσων* καὶ ἐκ παντοίων σκολόπων καὶ θλίψεων,* Στυλια­νὲ φωτοφόρε,* πιστῶν τὸ καύχημα.

Τ

ὸν Κύριον τῆς δόξης* σὲ καθικετεύω* Στυλιανέ, σὺ εὐμένισον τάχυον,* ἵνα ῥυσθῶ ὁ ἀχρεῖος* ἐκ τῆς κο­λάσεως. 

Τ

οὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν βελῶν τοῦ  ἀλάστορος  δέομαι* καὶ  τὴν  ̉Ορθόδοξον πίστιν* παντοῦ στερέωσον.

Θεοτοκίον.

Σ

οι Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς  ̉Ορθοδόξους  ἐκ πλάνης  διάσωσον* καὶ κεκοιμη­μέ­νοις λιταῖς σου* δίδου ἀνάπαυσιν.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

Α

῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτό­κον σὲ μεγαλύνομεν.

Β

ρέφη καὶ γονέας, Στυλιανέ,* φύλαττε ἐκ νόσων καὶ κινδύνων παντοειδῶν* καὶ ἡμῖν παρά­σχου* ἐλπίδαν καὶ ἀγάπην* ἀκλόνητον τὴν πίστιν* ὡς καὶ μετά­νοιαν.

Ο

῎γκους θεραπεύεις, Στυλιανέ,* καὶ λοιμώδεις νό­σους* ἀπελαύνεις ἐκ τῶν πιστῶν* καὶ τοῖς σὲ τι­μῶσι* παρέχεις ὑγιείαν,* ὑπομονήν, σοφί­αν* καὶ βίον ἔνθεον.

Π

ᾶσι τοῖς προστρέχουσι ἐπὶ σὲ* ἐνίσχυσον τὴν πί­στιν τῷ Κυρίῳ, Στυλιανέ,* καὶ τοῖς ἐν κινδύ­νοις* παράσχου  τὴν  σὴν χείραν* καὶ τοῖς  ἐπιθυμοῦσι  τέλη ἀνώδυνα.

Κ

άραν τὴν ἁγίαν σου, θαυμαστέ,* πάντες προσκυ­νοῦμεν* καὶ δοξάζομεν τὸν Θεὸν* τὸν δόντα προστάτην* ἡμῶν  τῶν  ἀναξίων* σὲ  τόν,  θαυματοβρύ­την,* καὶ πάντων κλέϊσμα.

Δ

αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀ­γώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ  συμπο­λίτης* τοῦ Πανοικτήρμονος.

Σ

ὺν τῇ Θεοτόκῳ, Στυλιανέ,* καὶ πᾶσι τοῖς ῾Αγίοις* καθι­κέτευε τῷ Θεῷ,* ἵνα καταπέμψῃ* ἡμῖν τὴν Θεί­αν Χάριν,* ἣν βαψιλῶς παρέχει* πᾶσι  τοῖς  θέλουσι.

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: Α῞ γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̉Αμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς˙ Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν˙ ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθε­νείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ̉Αμήν.

Π

άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄ­νομά σου˙ ἐλθέτω ἡ βασιλεία σου˙ γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον˙ καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν  τοῖς  ὀ­φειλέταις  ἡμῶν˙ καὶ  μὴ  εἰσενέγκῃς  ἡμᾶς εἰς  πειρα­σμόν, ἀλλὰ  ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία… καὶ

Εἶτα τὸ  ̉Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.

Σ

τήλη ἔμψυχος τῆς ἐγκρατείας,* στῦλος ἄσει­στος τῆς Ἐκκλησίας,* Στυλιανὲ, ἀνεδείχθης μακά­ριε·* ἀ­νατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος* κατοι­κητήριον ὤ­φθης τοῦ Πνεύματος.* Πάτερ ὅσιε,* Χρι­στὸν τὸν Θε­ὸν ἱκέτευ­ε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

῾Ο ῾Ιερεύς: ̉ Ελέησον  ἡμᾶς    Θεός … καὶ  μνημονεύει τὰ  ὀνόματα   τῶν πιστῶν, ὑπὲρ ὧν τελεῖται    Παράκλησις καὶ ποιεῖ μκρὰν ἀπόλυσιν. 

Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …

῾Ο Χορός. Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον. 

   Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Π

άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* Στυλιανέ θαυμαστέ,* δίδου σὺ μετά­νοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ  πίστιν,* ἄγγελον  ἀκοίμη­τον* καὶ ὁδη­γὸν ἀσφαλῆ.* Πάτερ τῶν βρεφῶν σὺ προστά­της* καὶ  τῆς νεολαίας  ἁπάσης* κλέος  καὶ  προπύργιον, πανένδο­ξε.

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τ

 ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ι­η­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ …,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com