12 Μαΐ 2026

Νεομάρτυς Άγιος Ιωάννης ο εκ Βλαχίας (12 Μαΐου)

Νεομάρτυς ῞Αγιος ̉Ιωάννης ὁ ἐκ Βλαχίας

῾Ο ἅγιος ̉Ιωάννης, γεννήθηκε στή Βλαχία τό 1644 καί καταγόταν ἀπό ἐπιφανή καί ἀριστοκρατική γενιά.

   ̉Επί Σουλτάνου Μεχμέτ καί σέ ἡλικία 15 ἐτῶν τόν ἄρπαξαν οιἱ Τάταροι πού εἰσέβαλαν στή Βλαχία γιά νά καταπνίξουν τήν ἐπανάσταση τοῦ ἄρχοντα Μιχ. Βοεβόδα Τζιβάν Μπέτι. ῞Ενας μουσουλμάνος τόν ἀγόρασε μέ σκοπό νά τόν διαφθείρει. Αὐτός γιά νά προστατευτεῖ τόν σκότωσε. ῞Οταν μαθεύτηκε ὅ-τι σκότωσε τόν ἀφέντη του συνελήφθη  καί παρα-δόθηκε στή σύζυγο τοῦ μουσουλμάνου πού σκότωσε στήν Κωνσταντινούπολη. ̉Εκείνη τόν ὁδήγησε στόν Βεζίρη, ὁ ὁποῖος μετά τήν ἀνάκριση τόν παρέδωσε πάλι σ̉ εκείνη γιά νά τόν μεταχειρισθεῖ ὅπως ἐκείνη ἤθελε. ̉Επειδή ὅμως ἀπέτυχε νά τόν ἐξισλαμίσει, τόν παρέδωσε στόν ἔπαρχο, ὁ ὁποῖος ἀφοῦ ἀ-πέτυχε νά τόν πείσει διέταξε τόν δι̉  ἀπαγχονισμοῦ θάνατό του στίς 12 Μαΐου 1662  στό Παρμάκ Καπί τῆς Κωνσταντινούπολης. Τό τίμιο λείψανό του ἐξαγοράσθηκε μετά τρεῖς ἡμέρες ἀπό τούς Χριστιανούς καί ἐνταφιάσθηκε μέ εὐλάβεια.  

   Τό μαρτύριο τοῦ ῾Αγίου συνέγραψε ὁ ̉Ιωάν. Καρυοφύλλης καί τυπώθηκε στήν Βενετία ἀπό τόν ῞Αγιο Νικόδημο τόν ῾Αγιορείτη.

   ῾Η ἁγιοκατάταξή του ἀπό την Ρουμανική ῾Ιερά Σύνοδο ἔγινε τό 1950 καί ἡ μνήμη του ἑορτάζεται στίς 12 Μαΐου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν Νεομάρτυρα  ̉Ιωάννην τὸν ἐκ Βλαχίας

τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τῷ Νεομάρτυρι Χριστοῦ Ἰωάννῃ,* εὐσεβοφρόνως οἱ πιστοὶ δεῦτε πάντες,* ἐν κατανύξει κράξωμεν ἐκ βάθους ψυχῆς,* ῥῦσαι τοὺς προστρέχοντας,* λοι­μικῆς ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς  Χριστὸν λιταῖς σου θαυμαστέ,* τῶν ̉Ορθοδόξων προστάτα ἀκοίμητε.

Δόξα Πατρὶ…  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Τῆς Βλαχίας τόν γόνον καί πιστῶν καταφύγιον* τῶν  ̉Ορθοδόξων τό κλέος καί ἰατρόν τόν ἀνάργυρον* ̉Ιωάννην τιμήσωμεν πιστοί* τόν νέον τοῦ Σωτῆρος ἀθλητήν* τόν παρέχοντα βοήθειαν ταχυνῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ Σέ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ Σέ στεφανώσαντι˙* Δόξα τῷ παρέχοντι διά σοῦ ἡμῖν μετάνοιαν.

Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ Νέομάρτυς*  ̉Ορθοδόξων καταφυγή,* εὐμένισον δέομαι ὁ τά­λας* τὸν Πανοικτήρμονα  κτίστην τοῦ σύμπαντος.

Τὸν Κύριον πάντων καὶ Ποιητήν,* ἱκέτευε μάρτυς* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ὑγιείαν τε καὶ ῥώμην* παράσχῃ ἡμῖν τοῖς σοι πίστει προσφεύγουσι.

Βίον ἀκηλίδωτον καὶ σεμνὸν* παράσχου ἱκέταις* σοῦ δεόμεθα ταπεινῶς* ἡμῖν τοῖς σοι προσφεύγουσι πίστει* πρὸ τῆς ἁγίας εἰκόνος σου, ἔνδοξε.

Θεοτοκίον.

῾Ικέτας ἀξίωσον, Μαριάμ,* μελετᾶν ἡδέως τοῦ Υἱοῦ Σου τάς ἐντολᾶς* καί ταῦτας ἀξίωσον τη­ρεῖσαι,* ἵνα ἅπαντες Αὐτόν δοξάζουσι.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,*  Τοῦτον  εὐμένησόν  συ,*  ̉Ιωάννη  θεόφρον* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύ­γιον.  

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε-σον,* ἀ­γρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ διαφύλαττε­,* ἵνα  ὑμνοῦμεν  σὲ* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον. 

 ̉Οφθαλμοὺς ἀλλοδόξων, ̉Ιωάννη, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, μάρτυς, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σύ καταξίωσον.

Θεοτοκίον.

῏Ω Πανάχραντε κόρη,* χριστιανῶν καύχημα* καί τῶν ὀρθοδόξων τό κλέος,* σύ μέ προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καί ἐκ δολίων ἀνθρώπων* καί παθῶν, Πανάμωμε,* ψυχῆς ἁπάλλαξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ιωάννη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία.

 ̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ πιστῶν καταφύγιον* ἐκτε­νῶς βο­ῶμέν σοι,* ̉Ιωάννη ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας. 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Ιωάννη εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Σωφροσύνην παράσχου μοι* καὶ ταπείνωσιν, Ἰωάννη ἔνδοξε,* καὶ τὸν νοῦν μου ἀποκάθαρον,* ἐκ τῶν φαύλων σκέψεων, θεόφιλε.

Τὴν ψυχήν μου διάσωσον,* ἐκ τῶν παθῶν, Ἰωάννη μακάριε,* καὶ τὸ σῶμά μου προστάτευσον,* ἐκ ποικίλων νόσων, ἀκατάβλητε.

Θεοτοκίον.

 ̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέ­σποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε. 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Σὲ παρακαλῶ,* Ἰωάννη παμμακάριστε,* τοὺς Ὀρθοδόξους ἐκ πλάνης, θαυμαστέ,* καὶ ἐκ κινδύνων* σοῦ λιταῖς διαφύλαττε.

Νέος ἀθλητής,* ἀνεδείχθης Μάρτυς, ἔνδοξε,* καὶ Ὀρθοδόξων πιστῶν καταφυγή,* ὦ Ἰωάννη,* Βλαχίας δόξα καὶ σέμνωμα.

Φρούρησον ἡμᾶς* ταῖς πρεσβείαις σου Μακάριε,* καὶ  τοὺς ἱκέτας  σκέπε  Μάρτυς  σεμνέ* καὶ ἐξ ὀδόντων τοῦ ἐχθροῦ,* ταχύ ἐξάρπασον.

Θεοτοκίον.

῎Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύστως Μαριάμ, προστάτευσον.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν,* καὶ δεόμεθα θερμῶς, ̉Ιωάννη, ἐκ τοῦ καρκίνου διάσωσον πάντας,* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον,* καὶ φύλαττε ἐκ  συμφορῶν,* τοὺς  ἱκέτας  σου,  ̉Ιωάννη ἔνδοξε.

Σωμάτων, θεραπευτὴν καλοῦμέν σε,*  ̉Ορθοδόξων ἡ πληθὺς θεοφόρε,* καὶ τῶν ψυ­χῶν ἰατρὸν καὶ προστάτην,* καὶ τῶν ἐν θλίψει καὶ ζάλαις προπύργιον,* ̉Ιωάννη θαυματουργέ,* τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος.

̉Εκ νόσων διαφύλαττε τάχυον* τοὺς ἀχρείους ἱκέτας, παμμάκαρ,* καὶ ἐκ παθῶν καὶ δεινῶν ἀλγηδόνων,* ῥῦσαι σοῦ δούλους ἀπαύστως, ἀήττητε* καὶ σῶσον τοὺς Χριστιανοὺς,* ἐκ παγίδων τοῦ ὄφεως, ῞Αγιε.

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διά­σωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ιωάννη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* ̉Ιωάννη θαυμαστέ, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων κατά­φύγι­ον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καί εἰσήκουσεν τῆς δεήσεώς μου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πλη­θυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν...

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου... (Κεφ. ι΄ 32 – 36, ιαʹ 1).

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς˙ ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν˙ οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. ῏Ηλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς˙ καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ ̉Ιωάννου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προ­στάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανά­ριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, ̉Ιωάννη,* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* τῶν πιστῶν, Μακάριε.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Οὐρανῶν Κυβερνήτην,* Ἰωάννη θεόφρων σφοδρῶς ἠγάπησας˙* διὸ καὶ τὴν ζωήν  σου,* ὡς ἄκακον ἀρνίον,* Αὐτῷ προσενήνοχας˙* ὦ Νέομάρτυς Χριστοῦ,* προστάτευσον ἱκέτας.

Νικητὴς ἀνεδείχθης,* τῶν παθῶν, Ἰωάννη ἀξιοθαύμαστε,* καὶ τοὺς υἱοὺς τῆς ῎Αγαρ,* οὐδόλως ἐφοβήθης,* διὸ πάντες κραυγάζομεν˙* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης λιταῖς σου ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν ζωοδότην Χριστόν,* εὐμένισον λιταῖς Σου.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδὴ η’. Τόν Βασιλέα…

Τὸν Βασιλέα* καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέ­τευε, μάρτυς  ̉Ιωάννη,* ὅπως  τοῖς  ἀτέκνοις* παράσχῃ τέκνα τάχος.

Σέ, Νεομάρτυς,* καθικετεύομεν πάντες* τὸν Δε­σπότην τῶν ὅλων δυσώπει,* ὅπως τήν πατρίδα* ἡμῶν περιφρουρήσῃ.

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσω­σον τάχος, Θεόφρον,* καὶ φύλαττε, μάρτυς,* ἐκ πλά­νης δι­αβόλου. 

Θεοτοκίον.

Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λι­ταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δο­ξάζομέν σε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Λιμήν σύ καί προστάτης,* ἐδείχθης  ̉Ιωάννη,* καί τῶν  ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,* καταφυγή τε καί σκέπη* καί ἀγαλλίαμα.

Χαράν καί εὐφροσύνην* πίστιν καί ἀγάπην* τοῖς σοῖς ἱκέταις παράσχου, μακάριε,* ἵνα σεμνέ  ̉Ιωάννη,* σέ πάντες δοξάζωμεν.

Τὰς νόσους θεραπεύεις* τῶν σοι προσφευγό­ντων* καὶ ἐπιθέσεις δαιμόνων ἐλαύνεις, σεμνέ,* καί τοῖς πιστοῖς συ παρέχεις* τάχος τὰ κρείττονα.

Θεοτοκίον.

 ̉Αξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατα­κρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε. 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

῎Ελαβες τήν χάριν παρά Θεοῦ*  ̉Ιωάννη μάρτυς,* θεραπεύειν ὁλοτελῶς* ὄγκους καί ἰώσεις* διό καί οἱ νοσοῦντες* βοήθειαν αἰτοῦσι* ἐκ σοῦ πανύμνητε.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν ἀξίωσον.

Σπεῦσον εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παράσχου,* ̉Ιωάννη θαυματουργέ,* ἀκλόνητον ὑγείαν,* μετάνοιαν καὶ πίστιν* καὶ Κύριον ἁπάντων* αἰνεῖν ἀξίωσον.

Πάντας τούς προστρέχοντας ἐπί σέ* μή ἐγκαταλείπεις* ἀλλά δίδου ὑπομονήν,* πίστιν καί ἀγάπην,*  ὑγείαν, σωφροσύνην* καί τοῦ Θεοῦ τήν δόξαν* ἰδεῖν ἀξίωσον.

Δόξα ἐκκλησίας καὶ χαρμονή,* Μάρτυς, ἀνεδεί­χθης* καὶ προπύργιον τῶν πιστῶν* καὶ τῆς νέο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* ̉Ιωάννη μά­καρ,  ̉Αγγέλων σύσκηνε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός: τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν…, ὁ Χορός: ̉ Α­μήν. 

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Τῆς Βλαχίας τόν γόνον καί πιστῶν καταφύγιον* τῶν  ̉Ορθοδόξων τό κλέος καί ἰατρόν τόν ἀνάργυρον* ̉Ιωάννην τιμήσωμεν πιστοί* τόν νέον τοῦ Σωτῆρος ἀθλητήν* τόν παρέχοντα βοήθειαν ταχυνῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ Σέ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ Σέ στεφανώσαντι˙* Δόξα τῷ παρέχοντι διά σοῦ ἡμῖν μετάνοιαν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* ̉Ιωάννη ἔνδοξε,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμη­τον καὶ ὁδηγόν ἀσφαλῆ.* Μάκαρ Νεομαρτύρων, τό κλέ­ος,* χη­ρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀνά­γκαις κα­ταφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.

̉ Αμήν


3. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…  

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com