῾Οσία ῎Ολγα ἡ Μαία (+1979).
(8 Νοεμβρίου)
Η ῾Οσία ῎Ολγα γεννήθηκε στις 3 Φεβρουαρίου
1916 στήν ̉Αλάσκα. ῾Ο σύζυγός της ἦταν ταχυδρόμος καί ἀργότερα χειροτονήθηκε ἱερέας
καί στή συνέχεια ἀρχιερέας. ῾Η ῎Ολγα γέννησε 13 παιδιά, ἀπό τά ὁποία ἐπέζησαν
τά 8.
῏Ηταν γνωστή γιά τή
συμπάθειά της πρός ὅσους εἶχαν ὑποστεῖ κακοποίηση παντός εἴδους. ῎Αν καί ἡ οἰκογένειά της ἦταν φτωχή, ἔδινε ἀπλόχερα
σ̉ αὐτούς πού ζοῦσαν χειρότερα ἀπό αὐτήν, συχνά ἔδινε καί ἀπό τά ροῦχα τῶν
παιδιῶν της στούς ἀπόρους. ῏Ηταν ἐπίσης γνωστή ἡ ἱκανότητά της νά πεῖ πότε μία
γυναίκα ἦταν ἔγκυος.
῾Η ῎Ολγα ἀναπαύτηκε στίς 8 Νοεμβρίου τοῦ 1979 μ.Χ. Πολλοί ἄνθρωποι ἀπό τίς γύρω περιοχές ἤθελαν νά ἔρθουν στήν κηδεία της, ἀλλ̉ ἐπειδή ἦταν Νοέμβριος, λόγω κακοκαιρίας, φαινόταν ἀδύνατον. ̉Αλλά τήν ἡμέρα τῆς κηδείας της, ἕνας ἄνεμος ἀπό τό νότο ἔφερε ζεστό καιρό, ἀπόψυξε τόν πάγο καί τό χιόνι καί ἔκανε τό ταξίδι γιά τό Kwethluk ἐφικτό. ῞Οταν οἰ πενθοῦντες ἀποχώρησαν ἀπό τήν ἐκκλησία γιά νά πᾶνε τό σῶμα στό κοιμητήριο, ἕνα σμῆνος πουλιῶν τούς ἀκολουθοῦσε. ̉Εκείνοι πού ἔσκαψαν τόν τάφο της διαπίστωσαν ὅτι τό ἔδαφος, εἶχε ἀποψυχθεῖ. Τό βράδυ, μετά τήν κηδεία της, κι ἀφοῦ ὅλοι οἱ πιστοί πού ἦλθαν γιά νά τήν ἀποχαιρετήσουν ἔφυγαν, ὁ σκληρός χειμώνας ἐπέστρεψε.
Παρακλητικὸς Κανὼν εἰς τήν ῞Οσιαν ῎Ολγαν τήν Μαίαν
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος
τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς
σὲ Ἦχον α´ λέγει τὸ Θεός Κύριος καὶ…
(τετράκις).
Εἴτα τὰ ἑξῆς Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν…
Τ ὴν
Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς,* ῥῦσαι τοὺς ἱκέτας σου,* Θαυματόβρυτε ῎Ολγα,* πάσης περιστάσεως καὶ ἐκ νόσων
ποικίλων* καὶ τὸν
Χριστὸν εὐμένισε, σοφέ,* σὲ γὰρ
προστάτιν ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ... Ἀπολυτίκιον Ἦχος πλ. α’. Τῆς ἐρήμου πολίτης.
Τ ῆς
̉Αλάσκας τὸ κλέος καὶ πιστῶν καταφύγιον˙* τῶν ̉Ορθοδόξων τὴν δόξαν καὶ θερμὸν ἀντιλήπτορα˙*
῎Ολγαν, τιμήσωμεν πιστοὶ* ἁπάντων ἀκοίμητον φρουρόν,* τὴν παρἐχουσα ἰάσεις
παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙*
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ θαυμαστώσαντι˙* δόξα τῷ διὰ σοῦ
παρέχοντι ἡμῖν* εἰρήνην καὶ μετάνοιαν.
Καὶ νῦν
καὶ… Θεοτοκίον.
Ο ὐ
σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου
λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν
ἐλευθέρους;* Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις
ἀεί, ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ
(50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν
διοδεύσας[1]...
Ο ῎λγα, σοι
προσπίπτω δεητικῶς* καὶ σοῦ ἀθλοφόρε,* αἰτοῦμαι τὴν σὴν ἀρωγήν* ἣν σὺ παράσχου
τῷ σῷ ἱκέτῃ,* ̉Αλάσκας προστάτις καὶ μέγα
καύχημα.
Λ ιταῖς σου ὁ πάντων Δημιουργὸς* ἰώσεις καὶ ὄγκους θεραπεύει ὁλοτελῶς* διὸ πρὸς σὲ πάντες μετὰ πόθου* σοι καταφεύγουσι, ῎Ολγα ἀήττητε.
Γ αλήνην παράσχου, θαυματουργέ,* πιστῶν ταῖς οἰκίαις καὶ εἰρήνην τὴν τοῦ Θεοῦ,* ῎Ολγα, σὺ τῆς
̉Αλάσκας τὸ κλέος* καὶ τῶν
̉Ορθοδόξων τὸ καταφύγιον.
Θεοτοκίον.
Χ αῖρε, Θεοδόξαστε Μαριάμ,* ̉Αγγέλων ἡ δόξα καὶ ἀνθρώπων ἡ χαρμονή,* ἀπαύστως
δεόμεθα, Παρθένε,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν
Σου, ἱκέτευε.
ᾨδὴ γ´. Οὐρανίας
ἁψῖδος…
Τ ῆς
̉Αλάσκας σὺ κλέος, ῎Ολγα σεμνή, γέγονας* καὶ τῶν ἐν αὐτῇ κατοικοῦντων*
φρουρὸς ἀκοίμητος,* διὸ ἀπαύστως σοι* πιστοὶ προσφεύγουσι πόθῳ* καὶ αἰτοῦσι,
πάντιμε,* ταῖς ἱκεσίαις σου.
Τ οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* δάση καὶ ἀγροὺς ὡς καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τῶν ̉Ορθοδόξων τὸ κλέος* καὶ πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
Ο ̉ ρθοδόξων τὰ τέκνα* καλῶς διαφύλαττε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύονται* ἐν τῇ ὁδῷ τοῦ Κυρίου* καὶ Αὐτὸν δοξάζουσι* διὰ τοῦ βίου των.
Θεοτοκίον.
Ε ̉ κ τροχαίου,
Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
Δ ιάσωσον* ἀπὸ κινδύνων, τοὺς σοι προστρέχοντας, ῎Ολγα,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα ὁ ῾Ιερεὺς ποιεῖ Δέησιν καὶ τὸ Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...
Σ ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* μάκαρ ῎Ολγα ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς πρὸς σὲ πόθῳ καὶ πίστει προφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Σ ὺ τὴν γλῶσσαν μου φύλαττε* ἐκ τῆς
κατακρίσεως, ῎Ολγα ἔνδοξε,* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν*
Κτίστην τὸν τοῦ σύμπαντος.
Ε ̉ κ τῶν ὄγκων θεράπευσον* τοὺς ἱκέτας σου, ῎Ολγα Θεοδόξαστε,* καὶ εἰρήνης καταξίωσον* ̉Ορθοδόξους χώρας,* Χριστοφώτιστε.
Ο ῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, ῎Ολγα Θεοφρούρητε.
Θεοτοκίον.
Τ έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Μαρία Θεονύμφευτε,* καὶ
παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
ᾨδὴ ε´.
Φώτισον ἡμᾶς.
Υ ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ
σώματος* παράσχου, ῎Ολγα, δεόμεθα θερμῶς* καὶ ταῖς
λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Φ όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον*
καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, ῎Ολγα ἔνδοξε,
Σ τήριξον ἡμᾶς* ἐν τῇ πίστει,
Θαυματόβρυτε,* καὶ τεθλιμένους παραμύθησον* τοὺς πρὸς σὲ, ῎Ολγα,
καταφεύγοντας.
Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι
καταξίωσον* ἐν ταῖς Γραφαῖς τοῦ Υἱοῦ Σου, θαυμαστῇ,* καὶ βιώσαι τοῖς Αὐτοῦ
λόγοις καὶ προστάγμασι.
ᾨδὴ στ´.
Τὴν δέησιν ἐκχεῶ…
Θ ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ
μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν
πύλην σοῦ δέομαι* ἀξίωσον, ῎Ολγα σεμνή,* διαβῆναι λιταῖς σου ὁ ἄθλιος.
Ε ̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε* τοὺς ἱκέτας σου, πανέφημε ῎Ολγα,* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δέομεθα γονυκλινῶς* οἱ ἀχρείοι ἱκέτες σου, πάντιμε.
Ε ̉ κ θλίψεων καὶ τροχαίου, ῎Ολγα,* διαφύλαττε ἱκέτας σου τάχος* καὶ πειρασμοὺς καὶ παγίδας ποικίλας,* ἃς ὁ Σατὰν ἐξυφαίνει διάλυσον* δεόμεθα σου ταπεινῶς* οἱ προστρέχοντες πόθῳ τῇ σκέπῃ σου.
Θεοτοκίον.
Ν ευρώσεις Σύ, ἀπελαύνεις, ῎Αχραντε,*
καὶ τὰς νόσους
θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως
βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς
ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Δ ιάσωσον* ἀπὸ κινδύνων, τοὺς σοι προστρέχοντας, ῎Ολγα,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως
καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σ ὺ προστάτις
τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσῖτις πρὸς τὸν
Ποιητὴν ἀμετάθετος,*μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι.* Τάχυνον εἰς
πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτις, σθεναρός,* ῎Ολγα, τῶν τιμῶντων
σε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Υ ῾ πομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε
μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Υ ῾ πομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε
μοί.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου,
τὸ ἀνάγνωσμα. Πρόσχωμεν. (Κεφ. εʹ. 24-34)
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τ ῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα
ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα
ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ
παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα,
ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν,
ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι,
σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη
ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ
σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ
δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων;
Καὶ ἔλεγον αὐτῶ οἱ
μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ
δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία
ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ
καὶ εἶπεν αὐτῶ
πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου
σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι,
Κύριε, δόξα σοι.
Δόξα
Πατρὶ καὶ…
Τ αῖς τῆς ̉Αθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν καὶ…
Τ αῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ…
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...
Μ ὴ ἐγκαταλείπῃς με* εἰς τῶν
δαιμόνων τὰς χείρας,* ῎Ολγα θεοφρούρητε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους
σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξευματα·*
σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, Πάντιμε,* πάντοθεν πολεμούμενος καὶ
παραμυθίαν οὐκ ἔχω πλήν σου,* κλέος τῶν μητέρων* καὶ δόξα ̉Ορθοδόξων,
θαυμαστέ,* μὴ μοῦ παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Α ̉ τεκνία γυναίων* σὺ παρέχεις τὴν λύσιν, πανευωδέστατε,* διὸ καὶ αἱ ποθοῦσαι
υἱοὺς καὶ θυγατέρας πρὸς σὲ ἔρχονται ᾄδουσαι˙* Χαῖρε, ῎Ολγα σεμνή,* τῶν
̉Ορθοδόξων κλέος.
Ε ̉ ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χριστοῦ,* ῎Ολγα, πιστῶν τὸ κλέος.
Λ υτρωτὴν καὶ Σωτήραν* ἱκετεύεις ἁπαύστως, ῎Ολγα τρισένδοξε,* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ πόθῳ προσκυνοῦντων* τὴν εἰκόνα σου, εὔσημε˙* διὸ ἐνθέρμως πιστοί,* Χριστὸν δοξολογοῦσι.
Θεοτοκίον.
Θ εοτόκε Παρθένε,* πρὸς σὲ πίστει
προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους
διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
Α ̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς
σου* θεραπεύει ὁ Πλάστης ταχέως* καὶ εἰς τοὺς
γονέας* χαρὰν παρέχει, ῎Ολγα.
Τ ὴν ἀνεργίαν,* ῎Ολγα, ̉Ορθοδόξων κλέος* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ Σε ἀνυμνοῦμεν.
Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, ῎Ολγα φωτοφόρε,* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
Θεοτοκίον.
Σ έ, Θεοτόκε,* καθικετεύομεν
πάντες* ̉Ορθοδόξους φύλαττε λιταῖς σου*
ἐξ ἰῶν ποικίλων* καὶ πάσης ἄλλης νόσου.
Β οήθει, μυροβόλε,* τέκνα ἱκετῶν Σου* εὐρεῖν
συζύγους πιστοὺς καὶ ὁμόφρονας* καὶ τοῦ
̉Ανάρχου, τὴν δόξαν* ἰδεῖν ἀξίωσον.
Τ ὸν Κτίστην τῶν ἁπάντων* καὶ τὴν Θεοτόκον* σὺ ἐξευμένισον, ῎Ολγα, δεόμεθα,* ἵνα ῥυσθῶμεν κινδύνων* καὶ τῆς κολάσεως.
Ν οσήματα λοιμώδη* τάχος θεραπεύεις* σὺ
καὶ τοὺς ὄγκους ἰᾶ, Θεοδόξαστε,* διὸ πιστῶν αἱ χορείαι* εἰς σὲ προσφεύγουσι.
Θεοτοκίον.
Ψ υχάς
κεκοιμημένων* μή ἐγκαταλείπεις* ἀλλά Υἱόν Σου, εὐμένησον,* Μῆτερ Θεοῦ,* καί ἐκ
πυρός τοῦ ἀσβέστου* ταῦτας διάσωσον.
Καὶ εὐθύς τὰ παρόντα Μεγαλυνάρια.
Α ῎ ξιον ἐστίν ὡς ἀληθῶς,* μακαρίζειν σὲ
τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.*
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,* τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Χ αίροις τῆς ̉Αλάσκας ὁ θησαυρὸς* καὶ τῶν ̉Ορθοδόξων ἀντιλήπτωρ καὶ βοηθός˙* χαίροις
τῶν μητέρων ἀκοίμητος προστάτις* καὶ πάντων τῶν νοσοῦντων* τὸ καταφύγιον.
Ε ῎ χοντες προστάτιν καὶ
βοηθόν* αἱ ἐγκυμονοῦσαι, ῎Ολγα, κλέος τῶν γυναικῶν* λαμβάνουσι θάῤῥος* καὶ
τίκτουσι ἀσμένως* καὶ Κύριον τῆς δόξης,* αἰνοῦσι, ἔνδοξε.
Δ αίμονας κατέβαλες, θαυμαστή,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτίρμονος.
Δ ύναμιν παράσχου, ῎Ολγα σεμνή,* πᾶσι
τοῖς ποθοῦσι* καθαρθεῖναι ἐκ τῶν παθῶν* καὶ στεφανηφόρους* ἀξίωσον λιταῖς
σου* σὺν σοὶ ἐν Παραδείσῳ*
δοξάζειν Κύριον.
Π ᾶσαι τῶν ̉Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ̉Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ
τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο
Χορός, τὸ Τρισάγιον, Πάτερ ἡμῶν, ὁ ῾Ιερεύς Ὅτι σοῦ ἐστιν…
καὶ τὸ
̉Απολυτίκιον. Ἦχος πλ. α’. Τῆς ἐρήμου
πολίτης…
Τ ῆς
̉Αλάσκας τὸ κλέος καὶ πιστῶν καταφύγιον˙* τῶν ̉Ορθοδόξων τὴν δόξαν καὶ θερμὸν ἀντιλήπτορα˙*
῎Ολγαν, τιμήσωμεν πιστοὶ* ἁπάντων ἀκοίμητον φρουρόν,* τὴν παρἐχουσα ἰάσεις
παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙*
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ θαυμαστώσαντι˙* δόξα τῷ διὰ σοῦ
παρέχοντι ἡμῖν* εἰρήνην καὶ μετάνοιαν.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ μικρὰν ἀπόλυσιν, ἐνῶ οἱ πιστοί ἀσπάζονται τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ
τοῦ ξύλου... ῏Ηχος βʹ.
Δ έχου παρακλήσεις τῶν πιστῶν,* δέχου ἱκεσίαις
νοσοῦντων,* ῎Ολγα θεοδόξαστε καὶ θαυματόβρυτε,*
ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν ἀρωγόν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως
φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* δίδου ̉Ορθοδόξοις ὑγιείαν* καὶ τοὺς σοι
προσφεύγοντας πίστει,* ῥῦσαι ἐκ ποικίλων ὄγκων, ἀξιάγαστε.
῏Ηχος πλ.
δʹ.
Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν
δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς. Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,
Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. ̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς
λέγομεν: ῾Οσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα
Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου