30 Απρ 2026

Όσιος Πανάρετος Αρχιεπίσκοπος Πάφου (1ῃ Μαΐου )

῞Οσιος Πανάρετος 

 ῾Ο ῞Οσιος Πανάρετος γεννήθηκε στὴν Πε­ριστερωνοπηγὴ Ἀμμοχώστου, περὶ τὸ 1710. Οἱ γονεῖς του ἦταν ἄνθρωποι εὐλα­βεῖς καὶ εὔποροι. Ὁ Ἅγιος ἔμαθε τὰ πρῶτα γράμμα­τα ἀπὸ τοὺς γονεῖς του καὶ μετὰ συ­νέχισε τὶς σπουδές του στὸ Ἑλληνικὸ σχολεῖο στὴ Λευκωσία. Μετὰ τὸ πέρας τῶν σπουδῶν του ἐγκαταβίωσε στὸ ἐρειπωμένο μοναστήρι τοῦ Ἁγίου Ἀναστασίου, ποὺ βρισκόταν στὸ χωριό του. Ἀργότερα χειροτονήθηκε ἱερέας καὶ διετέλεσε ἡγούμενος γιὰ πολλὰ χρόνια στὸ μοναστήρι τῆς Θεοτόκου στὴν Παλλου­ριώτισσα Λευκωσίας. Ἡ κατάσταση τότε ἦταν μαρτυρι­κή. Μὲ κίνδυνο τῆς ἴδιας τῆς ζωῆς του ὁ Ἅγιος ἔγινε ὁ παρήγορος ἄγγε­λος τῶν πιστῶν. ῾Ο λαός τό 1767 τὸν ἐξέλεξε Μητροπολίτη Πά­φου. Ἀπὸ τὴ θέση αὐτὴ τοῦ δόθηκε ἡ εὐκαιρία νὰ ἀναπτύξει ὅλα τὰ κρυμμένα χαρίσματά του καὶ ἔγινε τὰ σκοτεινὰ ἐκεῖνα χρό­νια βακτηρία καὶ φάρος φωτεινός. Ποίμανε τὸ ποίμνιό του μὲ αὐταπάρνηση. Σὲ ὅλη του τὴν ζωὴ προετοιμα­ζόταν γιὰ τὴν ὥρα τῆς ἐξόδου του. Ἀξιώθηκε δὲ νὰ προγνώσει τὴν ὥρα τῆς κοιμή­σεώς του. Πρὶν τὴν κοίμησή του εἶπε στὸν πρωτοσύγκελό του ὅτι θὰ ἔλθει ὁ φίλος του Ἐπίσκοπος πρώην Καρπάθου Παρ­θένιος, γιὰ νὰ τὸν ἐξομολογήσει. Αὐτός νόμισε ὅτι ὁ ῞Αγιος παραμιλοῦ­σε λόγω τῆς ἀρρώστιας του καὶ παράκουσε ῞Ομως, μετὰ τὴν ἐπι­μονὴ τοῦ ῾Αγίου, ὑπάκουσε καὶ πράγματι βρῆκε στὴν προκυμαία ἕνα πλοῖο, μέσα στὸ  βρισκόταν ὁ Ἐπί­σκοπος Παρθένιος, ὁ ὁποῖ­ος ἔσπευσε νὰ συναντήσει τὸν Ἅγιο. Ἀφοῦ τὸν ἐξομολόγησε, τὴν ἑπόμενη ἡμέρα λειτούργησε καὶ τὸν κοι­νώνησε. Ὁ ῞Αγιος τὸν παρακάλεσε νὰ παραμείνει ἄλλη μία ἡ­μέρα, γιὰ νὰ τελέσει καὶ τὴν ἐξόδιο Ἀκολουθία του. Ἐκεῖ­νος παρέμεινε καὶ κήδευσε τὸ ἱε­ρὸ λείψανο τοῦ ῾Αγίου, τὸ ὁποῖο εὐωδίαζε καὶ μάλιστα θερά­πευσε καὶ πολλοὺς ἀσθενεῖς.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον Πανάρετον  ̉Αρχιεπίσκοπον Πάφου

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν  ̉Αρχιποίμενα ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχο­ντας,* ὦ Πανάριτε μάκαρ,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λι­ταῖς σου, Θαυ­μαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχο­μεν. 

Δόξα Πατρὶ καὶ Υἱῷ… ̉ Απολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον...

Τὸν τῆς Πάφου Ποιμένα θεῖον Πανάρετον,* ὡς Ἱε­ράρχην Κυρίου ἀνευφημήσωμεν,* ὅτι ἐργάτης συ­νετὸς* ὄντως καὶ ἄριστος, πασῶν τῶν θείων ἀρε­τῶν* καὶ Ἁγίοις θαυμαστὸς ἐγένετο ἐπ̉ ἐσχάτων* καὶ πά­ντων προστάτης καὶ φύλαξ,* τῶν ἀνυμνοῦντων αὐ­τοῦ τὴν κοίμησιν.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρε­σβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. ῾Ὺγρὰν διοδεύσας…

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ  ̉Αρχιθύτα,*  ̉Ορθοδόξων καταφυγή,* εὐμένισον δέομαι ὁ τά­λας,* τὸν Πανοικτήρμονα,  κτίστην τοῦ σύμαντος.

Παρέχεις συζύγοις ὑπομονήν,* ἐλπίδαν, εἰρήνην* καὶ τελείαν ὑπακοήν˙* διὸ σοι προσφεύγομεν ἱκέ­ται* καὶ ἐξαιτούμεθα πάντες τήν σκέπην σου.

Καρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέ­ταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σω­τήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δο­ξάζωμεν  

Θεοτοκίον.

῝Ον ἔτεκες, Μῆτερ, ἐν Βηθλεὲμ* ἱκέτευε τά­χος* ἐξαι­τούμεθα ταπεινῶς* ὑπὲρ τῶν σῶν δού­λων, Θεοτόκε,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλί­ψεων.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…  

Σὺ παρέχεις ἰάσεις, θαυματουργέ ῞Οσιε,* ἡμῖν τοῖς πι­στῶς δεομένοις καὶ ἀνακράζουσι˙* σπεῦ­σον καὶ σῶ­σον ἡμᾶς* ἐκ τῶν δεινῶν νοσημάτων* καὶ ἐξ ὄ­γκων, ῞Αγιε, πάντας ἀπάλλαξον.

Ο ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος* ἀκατανίκητος.

̉Οφθαλμοὺς ἀλλοδόξων,  ̉Αρχιθύτα, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.

Θεοτοκίον.

̉Ε κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.

Διάσωσον* ἀπὸ κινδύνων, Πανάριτε σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.

̉Ε πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις, ὁ Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις), ὁ ῾Ιερεύς: ῞Οτι ἐλεήμων …

Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐ­λέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βο­ῶμέν σοι,* ̉Αρχιθύτα Πανάριτε, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι  ἡμᾶς* τοὺς πρὸς σὲ ἀπαύστως προστρέχοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε,…

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αρχιθύτα Πανάριτε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τὴν νεότητα φύλαττε* ἐκ τῶν τοῦ ὄφεως δειγμά­των, ῞Οσιε,* σοῦ θερμῶς δεόμεθα, πάτερ,* ἡμεῖς οἱ προ­στρέχοντες τῇ σκέπῃ σου.

Θεοτοκίον.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νο­ὸς μου, Κόρη Θεοδόξαστε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

῞ Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Νόσων ἰατρὸς* ἀνεδείχθης σύ, Πανάριτε,* διό σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,  ̉Αρχιθύτα θαυμαστέ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.

Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέ­τῃ σου, ῾Οδηγή­τρια.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Πάφου τό κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Πανάριτε, πιστῶν καταφύγιον.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* σὺ, Πανάρι­τε, ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,*  ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ  ὀνομάζομεν,  Ὅσιε,  ἅπαντες,* δεόμε­θά σου, ἀγαθέ,* ἐκ τῶν παθῶν τοὺς ἱκέτας διάσωσον.

Θεοτοκίον.

Πανάχραντε, ̉ Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδό­ξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποι­μένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.

Διάσωσον* ἀπὸ κινδύνων, Πανάριτε σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ. 

῎Α χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉  ἐσχάτων  τῶν ἡμερῶν τεκοῦσα δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. 

Δέησις, ὁ χορός: Κύριε, ἐλέησον. (δωδεκάκις), ὁ ῾Ιερεύς: ῞Οτι ἐλεήμων … 

Καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία.

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* Πανάριτε, ἰσχυρὸν* τῶν  ̉Ορθο­δό­ξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τ

ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τ

ίμιος ἐναντίον Κυρίου    θάνατος τοῦ  Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ …

Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν κα ἀε 

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πά­ντοθεν πο­λεμού­με­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,  ̉Αρχιθύτα* Πανάριτε, προ­στάτα καὶ φρου­ρὲ* τῶν δεομένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρω­σον.  

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο χορός: ̉ Αμήν.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας ...

῾Ραθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκε­σίαις σου,* Πανάριτε παμμάκαρ,* προστρέχοντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντας·* ὁ τῶν Πατέ­ρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

̉Ορθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀ­νάργυρος,* καὶ πόλεως τῆς Πάφου* ἀκοίμητος προστάτης* καὶ φρουρός, Θεοδόξαστε,* διὸ πιστῶν οἱ χο­ροί* Χριστὸν δοξολογοῦσι.

̉Ατεκνίαν γυναίων* θεραπεύεις ταχέως, σεμνὲ Πα­νάριτε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγα­τέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡ­μῖν,* λιταῖς σου,  ̉Αρχιθύτα.

Θεοτοκίον.

̉Ο ρθοδόξων κατέστης* ἀρωγὸς καὶ προστάτις, Θε­ομακάριστε.* διὸ σὲ ἀνυμνοῦσιν καὶ σὲ δοξολογοῦ­σι* καὶ  προσπίπτοντας  ᾂδουσι˙* σύ, Θεοτό­κε  ἁγνή,* ἐ­λέησον τὸν κόσμον. 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα ...

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* διάσω­σον, Πανάριτε, τάχος* καὶ  φύλαττε  ταύτην* ἐκ  πλά­νης δι­αβόλου. 

̉Α καταπαύστως* πρὸ τῆς εἰκόνος σου, Πάτερ,* ὡς ἱ­κέτης προσπίπτω ὁ τάλας* καὶ θερμῶς βοῶ σε* χα­ρᾶς σὺ ἔμπλισόν μοι.

̉Α δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύ­ει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, Μάκαρ.

Θεοτοκίον.

Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Μῆτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.

ᾨδὴ θʹ.  Κυρίως Θεοτόκον...

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

῾Ημᾶς τοὺς  ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Κυρίου  τὴν  δόξαν  ἀξίωσον* ἰδεῖν  οἱ  ἀχρείοι,* μάκαρ Πανάριτε.

Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καί ἐκ χει­ρῶν τοῦ ἀλάστορος δέομαι,* ἵνα ὑμνοῦμεν ἀπαύ­στως* Σέ, Θεοδόξαστε.

Θεοτοκίον.

̉Α μόλυντε Μαρία,* Μῆτερ, τοῦ ῾Υψίστου* τοὺς ὀ­φθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,* κα  ἐν τῆ  πί­στει  ἡμῶν* ὁδήγησον, Παρθένε. 

Καί τά Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν  ἀδιαφθόρως  Θεὸν Λόγον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

Χαίροις, ὦ Πανάριτε θαυμαστέ,* κλέος  ̉Ορθοδό­ξων* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις, τῶν νοσοῦ­ντων* ἀνάργυρος θεράπων* καὶ πάντων τῶν ἐν θλί­ψει* τὸ καταφύγιον.

Κύπρον καὶ ῾Ελλάδαν, θαυματουργέ,* φύλαττε ἀ­παύστως ἐκ κινδύνων πολυειδῶν* καὶ τὴν νέο­λαίαν* ὁδήγει,  ̉Αρχιθύτα,* εἰς τὰς νομὰς Κυρίου* πά­ντες δεόμεθα,

Πάφου,  ̉Αρχιθύτης, ὁ ἐκλεκτὸς* καὶ τῆς νήσου Κύ­πρου ἀντιλήπτωρ καὶ βοηθὸς˙* σὺ τῶν ἀσθενοῦ­ντων ἐδείχθης ὁ θεράπων* καὶ τῶν πιστῶν τὸ κλέος,* μάκαρ Πανάριτε.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλεί­πεις εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλὰ σὺ πα­ράσχου* ὑγείαν, σωφροσύνην* μετάνοιαν καὶ πίστιν* καὶ βίον ἔνθεον.

῎Εχοντες προστάτην καὶ βοηθὸν* σέ, τὸν  ̉Αρχιθύ­την,* οὐ πτοούμεθα παντελῶς* καὶ οὐ δηλιῶ­μεν* πρὸ τῶν πολλῶν κινδύνων* ἃς ὁ σατὰν ἐκφαί­νει,* μά­καρ Πανάριτε. 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς). Δόξα Πατρὶ καὶ... Παναγία Τριάς,...,  Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ ..., Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ... ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν ἡ βασιλεία …  Ὁ Χορός:  ̉Α­μήν.   

Καὶ τὸ  ̉Απολυτίκιον.  Ἦχος πλ. α’. Τὸν συνάναρχον…

Τ

ὸν τῆς Πάφου Ποιμένα θεῖον Πανάρετον,* ὡς Ἱε­ράρχην Κυρίου ἀνευφημήσωμεν,* ὅτι ἐργάτης συ­νετὸς* ὄντως καὶ ἄριστος, πασῶν τῶν θείων ἀρε­τῶν* καὶ Ἁγίοις θαυμαστὸς ἐγένετο ἐπ’ ἐσχάτων* καὶ πά­ντων προστάτης καὶ φύλαξ,* τῶν ἀνυμνοῦντων αὐ­τοῦ τὴν κοίμησιν. 

῾Ο ῾Ιερεύς. ̉ Ελέησον  ἡμᾶς    Θεός … καὶ  μνημονεύει τὰ ὀνόματα ὑπὲρ ὧν τελεῖται ἡ Παρά­κλησις καὶ ποιεῖ μκρὰν ἀπόλυσιν. Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε … ῾Ο χορός. Δόξα Πατρὶ καὶ Υἱῷ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον. 

   Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.

Δ

έχου παρακλήσεις μοναστῶν,* δέχου  ̉Ορθοδό­ξων δεήσεις,* ὦ ̉Αρχιθύτα Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ πα­θῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* ῞Αγιε Πανάριτε, σπεῦσον,* καὶ ῥῦ­σαι ἱ­κέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλί­ψεως.

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τ

 ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου. 

῏Ηχος αʹ.

Τ

ῇ πρεσβεία Κύριε, πάντων τῶν ἁγίων* καὶ τῆς Θε­οτόκου* τὴν σὴν εἰρήνην δὸς ἡμῖν* καὶ ἐλέη­σον ἡ­μᾶς,* ὡς μόνος οἰκτίρμων 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ι­η­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…  

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com