1 Οκτ 2025

Άγιος Οἰκουμένιος Βʹ ὁ ῾Ερμηνευτὴς ̉ Επίσκοπος Τρίκκης

 3 Μαΐου … Άγιος Οικουμένιος Ο Θαυματουργός Επίσκοπος Τρίκκης … Ο Άγιος  Οικουμένιος έζησε τον 10 ο Αιώνα το 995 μ.Χ. … Μελέτησε όλους Τους Πατέρες  της Εκκλησίας , Αναδείχτηκε Άριστος Ερμηνευτής

Άγιος Οἰκουμένιος Βʹ ὁ ῾Ερμηνευτὴς

̉ Επίσκοπος Τρίκκης

(10ος αἰ.)

(῾Η μνήμη του ἑορτάζεται τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉ Οκτω­βρίου)

῞Αγιος Οἰκουμένιος Βʹ ὁ ῾Ερμηνευτὴς

Ο

῞Αγιος Οἰκουμένιος Β’ ὁ ῾Ερμηνευτὴς σύμφωνα μὲ τοὺς περισσοτέ­ρους ἐρευνητὲς ἔζησε στὰ τέλη τοῦ 10ου αἰ. (995 μ.Χ.).

   ῾Ο ῞Αγιος μελέτησε ὅλους τοὺς Πατέρες τῆς  ̉Εκ­κλησίας καὶ ἀναδεί­χτηκε ἄριστος ἑρμηνευτὴς τῶν ἁγίων Γραφῶν. Συγχρόνως συνέ­γραψε ῾Ερμηνείες στὶς Πράξεις τῶν  ̉Α­ποστόλων, στὶς 14 ̉Επιστολές τοῦ  ̉Αποστόλου Παύλου καὶ στὶς 7 Καθολι­κές.

   Οἱ πολλὲς θεολογικὲς του γνώσεις καὶ ὁ ἅγιος βίος του ἔγιναν αἰτία νὰ ἐκτιμηθεῖ ἀπὸ τοὺς συγχρόνους του καὶ νὰ ἐκλεχθεῖ ὡς ἐπίσκοπος γιὰ τὸν ἱστορικὸ ἐπισκοπικὸ θρόνο τῆς Τρίκκης τῆς Θετταλικῆς.

   ῾Ο ἅγιος μὲ μεγάλη αὐταπάρνηση καὶ ἔνθεο ζῆλο ποί­μανε καὶ ἐδίδαξε τὸ ποίμνιό του τὸ ὁποῖο τὸν ἀγάπησε πο­λύ. ῾Η ἱεραποστολική του δράσις ἔγινε αἰτία πολλοὶ εἰδω­λολάτρες νὰ πιστέψουν στὸ Χριστὸ καὶ νὰ γίνουν μέ­λη τῆς  ̉Εκκλησίας. 

   ῾Ο ἅγιος κοιμήθηκε εἰρηνι­κὰ καὶ ἡ ἐκκλησία μὲ τὴ σύμ­φωνη γνώμη τῶν πιστῶν τὸν κατέταξε μεταξὺ τῶν ἁγίων.

   ῾Η μνήμη του ἑορτάζεται τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉Οκτω­βρίου.

 

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον Οἰκουμένιον τὸν ῾ΕρμηνευτΉν

  ̉Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος… ὡς συνήθως καὶ τὰ ἑξῆς:

 

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τ

  ̉Αρχιποίμενι οἱ πιστοὶ νῦν προσδράμωμεν,* οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν,* εὐσε­βοφρόνως κράζοντες, ἐκ βάθους ψυχῆς,* ῞Αγιε, βοή­θη­σον,* τοὺς προστρέχοντας πίστει,* πρόφθασον καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων* μὴ παραβλέ­ψῃς δέ­η­σιν οἰκτράν* τῶν προσφευγόντων τῇ σκέπῃ σου, πά­ντιμε.

 

Δόξα Πατρὶ... Τὸ αὐτὸ ἤ τὸ

̉ Απολυτίκιον ῏Ηχος γʹ. Θείας πίστεως...

Μ

έγας πρόμαχος πιστῶν κατέστης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,*  ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε˙* σὺ τοῦ Κυρίου τοὺς λόγους ἑρμήνευσας* καὶ θεα­ρέστως τὴν Τρίκκην ἐποίμανας˙* Θεοδόξαστε,* τῶν  ̉Ορθοδόξων τὸ καύχημα* πρέσβευε τῷ Λόγῳ Χρι­στῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Ο

ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κιν­δύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας…

Τ

ὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ  ̉Αρχιθύ­τα*  ̉Ορθοδόξων καταφυγή,* εὐμένισον δέομαι ὁ τά­λας* τὸν Πανοικτήρμονα  κτίστην τοῦ σύμαντος.

 

Ι

̉ ώσεις ποικίλας, θαυματουργέ,* ταχὺ ἀπελαύ­νεις,* Οἰκουμένιε θαυμαστέ,* διὸ τῶν  ̉Ορθοδό­ξων χο­ρεί­αι,* πρὸς σὲ προσφεύγουσι πίστει τῇ σκέπῃ σου. 

 

Ν

οῦν καὶ καρδίαν πάντων ἡμῶν* λιταῖς σου, Θε­όφρον,* ἐναρμόνησον ταπεινῶς* δεόμεθα πό­θῳ οἱ  ἱκέται* ταῖς  τοῦ  Δεσπότου καὶ Κτίστου διδάγ­μασι.

 

Θεοτοκίον.

Σ

εμνὴ Θεοτόκε μῆτερ Θεοῦ,* πρὸς σὲ καταφεύγω* καὶ αἰτοῦμαι σὴν ἀρωγὴν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* καὶ σωτηρίας τυχεῖν καταξίωσον.

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Τ

οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, ̉Αρχιθύτα, καὶ οἰκίας* σὺ διαφύλα­ξον,* ἵ­να ὑμνοῦμεν σὲ* τὸν τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πι­στῶν τὸ στήριγμα* καὶ καταφύγιον.

 

Ο

̉ φθαλμοὺς ἀλλοδόξων, Οἰκουμένιε, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγη­σον* καὶ τῷ Χριστῷ  λυτρωτῇ* σὺν  ἡμῖν, πάτερ, ὑμνεῖ­σαι* καὶ λατρεύσαι δέομαι* σύ καταξίωσον.

 

Τ

αῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* εἰρηνεύει τὰ ἔθνη* τὰ τοὺς πολέμους θέλοντα* καὶ τὴν εἰρήνην ἀεὶ* καὶ τὴν ὁμόνοιαν, Πάτερ,* τοῖς ἀνθρώποις δίδωσι,* ὁ Πολυέσπλαχνος.

 

Θεοτοκίον.

Ω

῏ Πανάχραντε κόρη, χριστιανῶν καύχημα* κα τῶν ὀρθοδόξων τὸ κλέος,* σύ με προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* κα ἐκ δολίων ἀνθρώπων* κα παθῶν, Πανάμωμε, ψυχῆς ἀπάλλαξον.

 

Δ

ιάσωσον ἀπὸ κινδύνων ἱκέτας σου,* Οἰκουμένιε  ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* πρός σε κατά­φεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.

 

Ε

̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις ὑπὸ τοῦ ῾Ι­ε­ρέως καὶ ὁ Χορὸς μεθ̉ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λει τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (τρίς).

 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ  κόσμου  καταφύγιον* ἐκτενῶς βο­ῶμέν σοι,* Οἰκουμένιε πάτερ, πρόφθα­σον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προσφεύγοντας.

 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Τ

οὺς νοσοῦντας θεράπευσον,* Οἰκουμένιε μά­καρ, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

 

Τ

έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Οἰκου­μέ­νιε ῞Αγιε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Κ

αταπράϋνον Ὅσιε,* θυμὸν τε ταῖς ἱκεσίαις σου,* ὡς προστάτην γὰρ σὲ ἔχομεν,* πάντες οἱ ἱκέταις σου μακάριε.

 

Θεοτοκίον.

Ο

῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε.

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς… 

Δ

ώρησαι ἡμῖν* τὴν ὑγείαν δεομένοις σου* καὶ τῆς  ψυχῆς ὡς  καὶ τοῦ  σώματος ἀεί,* Οἰκουμένιε,* πι­στῶν φρουρὸς ὁ ἀκοίμητος.

Φ

όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑ­γιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέ­τῃ σου, Οἰ­κουμένιε.

 

Κ

ύριον θερμῶς* Οἰκουμένιε ἱκέτευε,* ὅπως παρά­σχῃ ἡμῖν ὑπομονὴν* ὡς κα εἰρήνην τοῖς οἴκοις ἡ­μῶν, Χριστόδρομε.

 

Θεοτοκίον.

Ε

῎ μπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε  αὐτούς,  Μαριάμ,* ἐκ  πάσης  βλά­βης* καὶ στενώσεως σοῦ δέομαι.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…  

Ε

̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Οἰκουμένιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.

 

Τ

ὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Τρίκκης τὸ εὔχος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Οἰκουμένιε, πι­στῶν κα­τα­φύγιον. 

 

Ν

εότης σὺ καταφεύγει, ἔνδοξε,* κα θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, σοφὲ Οἰκουμένιε, τά­χος* ἐκ  τῶν  ποικίλων  λοιμώξεων  ἅπαντας* κα Κύριον τῶν οὐρανῶν* κα τῆς γῆς καταπράϋνον δέο­μαι.

 

Θεοτοκίον.

Ο

̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέ­λη διώ­κεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, ῾Οδηγήτρια,* διὸ μοναζό­ντων χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέ­σποινα.  

 

Δ

ιασωσον ἀπὸ κινδύνων ἱκέτας σου,* Οἰκουμένιε  ̉Αρχιθύτα,* ὅτι  πάντες  δεητικῶς* πρὸς σὲ  κα­ταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.

 

Α

῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

Κα πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως.

 

 Κοντάκιον. Ἦχος β´. Προστασία...

Σ

ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* κα ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* κα σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγο­ντας πρὸς σέ,* Οἰκουμένιε πανθαύμαστε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.

Τ

ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

 

Τ

ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁ­γίου Εὐαγγελίου …

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀ­πὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰα­θῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Κα νῦν κα ἀε 

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

 

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ στρατιώ­τα,* μάκαρ Οἰκουμένιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτη­μαι,* οὐ­δὲ κα­ταφύγιον, ἔνδοξε,* πάντοθεν πολεμού­με­νος* καὶ πα­ραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος  ̉Ορθοδό­ξων καὶ δόξα τῶν Τρικκαίων, θαυμα­στέ,* μὴ μου πα­ρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας

Τ

οῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, Οἰκουμένιε πάτερ,* διὸ πιστῶν τὰ πλήθη* αἰ­τοῦ­σι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν  Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.

 

Ο

̉ ρθοδόξων κατέστης* ἰατρὸς ταχύτατος καὶ ἀνάργυρος,* Οἰκουμένιε μάκαρ* καὶ πάντων ὁδοδείκτης* ἀκλινὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν βοηθὸς* ἀκοίμητος καὶ ῥύστης. 

 

Ν

ικητὰς ἁμαρτίας* τοὺς πιστοὺς συ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Οἰκουμένιε σοφέ,* πιστῶν ἡ βακτηρία. 

 

Θεοτοκίον.

Θ

εοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω*  ̉Ορθοδόξους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.

 

ᾨδὴ ηʹ.  Τὸν Βασιλέα…

Α

̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει    Κτίστης  ταχέως* καὶ  εἰς  τοὺς  γονέας* χα­ρὰν παρέχει, Πάτερ.

 

Τ

οὺς ἐν τῇ Τρίκκῃ* εἰς τὰς νομὰς τοῦ Κυρίου* κα­θοδή­γησας διὰ τῶν σῶν λόγων,* καὶ πάντων κατε­στης* ἀκοίμη­τος προστάτης.

 

Τ

ὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Πάτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.

 

Θεοτοκίον.

Τ

ὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βο­ή­θει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυ­­ρὸς τοῦ αἰωνίου.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Τ

οὺς ὄγκους θεραπεύει,* νόσους ἀπελαύνει* καὶ πιστοῖς παρέχει τάχος τὰ κρείττονα,* Οἰκουμέ­νι­ε, ὁ Κτίστης,* τοῖς σοι προστρέχουσι.

 

Α

̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

 

Η

῾ μᾶς τοὺς  ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Κυρίου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀ­χρείοι,* Θεοκοινώνητε.

 

Θεοτοκίον.

Σ

οὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς  ̉Ὀρθοδόξους  ἐκ  πλάνης  διάσωσον* καὶ  κεκοι­μημένοις λιταῖς σου* δίδου ἀνάπαυσιν.

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α

­῎ ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐν­δο­ξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν  Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θεο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Χ

αίροις τῶν Τρικκαίων ὁ θησαυρὸς* καὶ τῆς  ̉Εκ­κλησίας* ὁ ἀκοίμητος ὀφθαλμός.* Χαίροις ὁ θερά­πων* ἁπάντων τῶν νοσοῦντων* καὶ τῶν ἐν θλίψει ὄ­ντων* τὸ καταφύγιον. 

 

Χ

αίροις Οἰκουμένιε θαυμαστέ,* δόξα  ̉Ορθοδόξων καὶ Πατέρων ὁ μιμητής.* Χαίροις ὁ ποιήσας* καὶ τοῖς πιστοῖς διδάξας* τὸ θέλημα τοῦ Κτίστου,* ὦ πανευφρό­συνε.

 

Τ

ὸ Πνεῦμα τὸ ῞Αγιον, ῾Ιερέ,* ἐφώτισε τόν νοῦν σου* καὶ ἑρμήνευσας τὰς Γραφὰς* καὶ ἀνέδειξέ σε* ποι­μένα τῶν ἐν Τρίκκῃ* οἰκοῦντων  ̉Ορθοδόξων,* ὦ Οἰκου­μένιε.

 

Π

άντων τῶν νοσοῦντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀ­νά­γκαις* ἀντιλήπτωρ καὶ βοηθός.* Σὺ τῆς νέο­λαί­ας* ὑ­πόδειγμα ἐδείχθης* καὶ τῶν ἀτέκνων, Πά­τερ, τὸ κατά­φύγιον.

 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆ­ναι  ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς

Α

῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Α­θάνα­τος ἐ­λέη­σον ἡμᾶς. (τρίς)

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύ­ματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώ­νας τῶν αἰώνων. ̉Αμήν.

 

Π

αναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰ­λά­σθη­τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπο­τα, συγχώρι­σον τὰς ἀ­νομίας ἡμῖν. ῞Αγιε, ἐπι­σκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡμῶν, ἕ­νεκεν τοῦ ὀνόματός σου.

 

Κύριε ἐλέησον (τρίς)

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώ­νων.  ̉Αμήν.

 

Π

άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια­σθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασι­λεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀ­φίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσε­νέγκης ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …

Ὁ Χορός:  ̉Α­μήν. 

 

Εἶ­τα τὸ ̉̉̉Απολυτίκιον. ῏Ηχος γ’. Θείας πίστεως...

Μ

έγας πρόμαχος πιστῶν κατέστης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,*  ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε˙* σὺ τοῦ Κυρίου τοὺς λόγους ἑρμήνευσας* καὶ θεα­ρέστως τὴν Τρίκκην ἐποίμανας˙* Θεοδόξαστε,* τῶν  ̉Ορθοδόξων τὸ καύχημα* πρέσβευε τῷ Λόγῳ Χρι­στῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ  πά­λιν Δέησις μετὰ τὸ πέρας αὐτῆς ὁ ῾Ιε­ρεὺς ποι­εῖ μικρᾶν ἀ­πό­λυ­σιν˙ μεθ̉  ἣν ψαλλομεν:

 

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Π

άντας τοὺς προστρέχοντας πιστῶς* τῇ σῇ κρα­ταιᾷ προστασίᾳ* καὶ ἀντιλήψει, σοφέ,* ῥῦ­σαι καὶ διά­σωζε ἐκ ποικίλων παθῶν* καὶ πενθοῦσι πα­ρά­σχου σὺ* χαρὰν τοῦ Κυρίου,* ἣν ποθοῦμεν ἅπα­ντες δια­καῶς, θαυμα­στέ.* Σῶσον σοῦ ἀχρείους  ἱκέ­τας,* Οἰ­κουμένιε, Τρίκκης τὸ κλέος* ἐκ νόσων καὶ πάσης πε­ριστάσεως.

 

Ἦχος πλ. δʹ.

Δ

έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

Ἦχος βʹ.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι̉ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

̉Α­μήν.



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Α­γιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…. 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com