Οσιομάρτυς ̉Ολυμπία
̒Η ῾Οσιομάρτυς
̉Ολυμπία γεννήθηκε ἀπό εὐσεβεῖς γονεῖς πού καταγότανε ἀπό τήν
Κωνσταντινούπολη. ῾Ο πατέρας της ἦταν ῾Ιερεύς καί ἡ μητέρα της κόρη ῾Ιερέως.
̉Από τήν Πόλη, ἔφυγαν καί κατοίκησαν στήν Πελοπόννησο. Σέ ἡλικία δέκα ἐτῶν ἡ
̉Ολυμπία ἔχασε τούς γονεῖς της καί οἱ συγγενεῖς της τήν ἔστειλαν στό μοναστήρι
τῶν Καρυῶν τῆς Θερμῆς, τή σημερινή ῾Ι. Μ. τοῦ ῾Αγίου Ραφαήλ, ὅπου ἡ τότε ἡγουμένη
Δωροθέα ἦταν θεία τῆς ̉Ολυμπίας.
Σέ ἡλικία 19 ἐτῶν ἔγινε ἡ ̉Ολυμπία μοναχή
καί σἐ ἡλικία 25 ἐτῶν, ὅταν κοιμήθηκε ἡ θεία της, ἔγινε ἡγουμένη. ῎Επειτα ἀπό
δέκα χρόνια, στίς 11 Μαΐου τοῦ 1235 μ.Χ., πειρατές ἦλθαν στή Μυτιλήνη, πῆγαν
στό μοναστήρι, διασκόρπισαν τίς τριάντα μοναχές καί ὅσες δέν πρόλαβαν νά
φύγουν, τίς κακοποίησαν. Τήν ἡγουμένη καί μιά γερόντισσα Εὐφροσύνη τίς βασάνισαν
φοβερά. Τήν ̉Ολυμπία τήν ἔκαυσαν σ̉ ὅλο τό σῶμα μέ λαμπάδες κι ἔπειτα πέρασαν
πυρωμένη σιδηρόβεργα στά αὐτιά της καί τέλος κάρφωσαν τό βασανισμένο σῶμα της
μέ εἴκοσι καρφιά σέ μιά σανίδα κι ἔτσι μέ τή σανίδα τό ἐνταφίασαν μετά τήν ἀναχώρηση
τῶν πειρατῶν.
῾Ο βίος καί τό μαρτύριο τῶν δύο τούτων ἁγίων γυναικῶν ἔγιναν γνωστά κατά τό ἔτος 1959 μ.Χ., ὅταν βρέθηκαν τά σεπτά λείψανα τῶν ἁγίων τῆς Θερμῆς καί ἔγινε γνωστή μέ θείες ἀποκαλύψεις ἡ ἱστορία τους, ὅπως καί οἱ τάφοι μέ τά σεπτά λείψανά τους. Στόν τάφο τῆς ῾Αγίας ̉Ολυμπίας βρέθηκαν καί τά εἴκοσι καρφιά μέ τά ὁποία τήν εἶχαν καρφώσει.
Παρακλητικὸς
Κανὼν
εἰς τὴν
῾Οσιομάρτυραν ̉ Ολυμπίαν
ποίημα τοῦ
κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Κωνσταντίνου πόλεως τὸν βλαστὸν δεῦτε πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, Θεοδόξαστε,* ̉Ολυμπία θεόφρων* πάντας τοὺς σοι προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
Δόξα Πατρὶ… Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
̉Εν Θέρμαις ἐβίωσας ἀσκητικῶς καὶ σεμνῶς* καὶ ἔλαβες, Πάντιμε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ* τὴν χλαίναν τοῦ μάρτυρος˙* ὅθεν σὲ ̉Ολυμπία* μετὰ δέους τιμῶμεν* καὶ θερμῶς ἐξαιτοῦμεν* ῥῦσαι, Κόρη, ἱκέτας* ἐκ τῶν χειρῶν τοῦ βελίαρ,* ἵνα σὲ δοξάζωμεν.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ α’. ῾Υγρὰν διοδεύσας...
Τὰ γόνατα κλίνω δεητικῶς* πρὸς σε, ̉Ολυμπία,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* τῶν ̉Ορθοδόξων προστάτις καὶ πρόμαχος.
̉Ηγάπησας Κτίστην ἀπὸ παιδός* διὸ ἐνεδύθης τὸν χιτώνα τῶν μοναστῶν* καὶ ἔλαβες, δύναμιν ἐκ Πλάστου* τοῦ θεραπεύειν ἰώσεις, ἀνάργυρε.
̉Εχθροῖς τε καὶ φίλοις πάντων ἡμῶν* διὰ τῶν λιτῶν σου,* ὁ τῶν πάντων Δημιουργός,* παρέχει μετάνοιαν καὶ πίστιν* καὶ ἡμῖν, ̉Ολυμπία, τέλη ἀνώδυνα.
Θεοτοκίον.
Παρθένε Θεόνυμφε Μαριάμ,* ἐμεῖς οἱ ἀχρείοι σοι προσπίπτομεν ταπεινῶς* καὶ σοῦ ἐπικαλούμεθα πίστει* ταῖς σαῖς πρεσβείαις πρὸς Κτίστην καὶ Κύριον.
ᾨδὴ
γ’. Οὐρανίας ἁψῖδος…
Οἱ ἐν θλίψεσι ὄντες καὶ πειρασμεῖς, ἔνδοξε,* εἰς σὲ καταφεύγουσι πίστει* καὶ χείρας αἴρουσι* καὶ ἐξαιτοῦσι θερμῶς* τὴν προστασίαν σου, μάρτυς,* ἣν σύ, ̉Ολυμπία, παράσχου ἅπασι.
̉Ανυπόκριτον πίστιν τε καὶ ἀταλάντευτον* παρέχει λιταῖς σου ὁ πάντων* Πλάστης καὶ Κύριος* διὸ σοι θαυμαστέ* θερμῶς προσφεύγομεν πάντες,* ̉Ολυμπία, αἰτοῦντες* τὴν σῇ βοήθειαν.
̒Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, τὸν Χριστόν,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανοσιότατε.
Θεοτοκίον.
̉Ορθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος,* Θεομακάριστε,* τῶν ἀσθενούντων ἀεί,* σὺ ἰατρὸς καὶ προστάτης,* καὶ χηρῶν ὑπέρμαχος,* ἀκατανίκητος.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ολυμπία,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* ̉Ολυμπία ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε...
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Ολυμπία πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀκοίμητον οἱ ̉Ορθόδοξοι,* ̉Ολυμπία μάρτυς, ἔχοντες* οὐ πτοούμεθα, Θεοκοινώνητε.
Τοὺς νοσοῦντας θεράπευσον,* ̉Ολυμπία ἔνθεε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ
ε’. Φώτισον ἡμᾶς...
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Ολυμπία θαυμαστέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Τοὺς πολέμους κατάπαυσον,* ̉Ολυμπία ἔνδοξε, πιστῶν τὸ στήριγμα* καὶ εἰρήνην ταῖς ἱκέταις σου* παράσχου, μάρτυς πανευωδέστατε.
̉Εκ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε,
Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν παθῶν μου, κόρη Θεοδόξαστε.
Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σκέπε καὶ διαφύλαττε* ἐξ ἐχθρῶν ποικίλων, ἔνθεε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.
ᾨδὴ
στ’. Τὴν δέησιν ἐκχεῶ…
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ολυμπία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.
Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, μάκαρ ̉Ολυμπία,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, εὔσημε.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, ̉Ολυμπία μάρτυς, ταχέως* ἐκ τῶν ποικίλων παγίδων ἱκέτας σου* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ολυμπία,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.
Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ
μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ
σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·*
Τάχυνον εἰς πρεσβείαν* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* τοὺς καταφεύγοντας εἰς
σέ,* ̉Ολυμπία, Θεοδόξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ. (δίς)
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ
γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι
ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κέφ. 21: 12-19)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε
ἀπὸ τῶν ἀνθρώπων˙ ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες
εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός
μου˙ ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ
προμελετᾶν ἀπολογηθῆναι˙ ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν
οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων
καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται˙ ἐν τῇ
ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ ...
Ταῖς τῆς ̉Αθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἷτα τὸ Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα…
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ̉Ολυμπία ἔνδοξε,* ἀλλὰ διαφύλαττε τὸν ἱκέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* πάντοθεν πολεμούμενος* καί παραμυθίαν οὐκ ἔχω πλήν σου.* Μάρτυς τοῦ Κυρίου,* ἐλπὶς συ καὶ προστάτης τῶν πιστῶν,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ
Θεός, τὸν λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ
ζ’. Οἱ ἐκ τῆς ̉
Ιουδαίας...
Λειτουργοὺς τοῦ ῾Υψίστου,* ̉Ολυμπία παμμάκαρ, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* ̉Ολυμπία θαυμαστή,* πιστῶν ἡ βακτηρία.
Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, Μάρτυς ἁγνή, δυσώπησον˙* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων* τοὺς μετὰ πόθου ᾄδωντας˙* Ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Θεοτόκε Παρθένε,* πρὸς σε πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ
η’. Τόν Βασιλέα…
Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.
Τὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, ̉Ολυμπία θεόφρον,* καὶ πιστοῖς παρέχει* ἀέρων εὐκρασίαν.
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει τάχος.
Θεοτοκίον.
̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ
θʹ. Κυρίως Θεοτόκον.
̉Αξίωσον ἱκέτην,* μάρτυς ̉Ολυμπία,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
̉Ανάργυρος θεράπων* πάντων τῶν νοσοῦντων* καὶ τῶν πιστῶν βακτηρία* Τριὰς σὲ ἀνέδειξε,* ̉Ολυμπία μάρτυς,* Θέρμης τὸ καύχημα.
̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τά Μεγαλυνάρια
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, μοναζόντων ὑπογραμμὸς* καὶ τῶν ̉Ορθοδόξων ὁ ἀτίμητος θησαυρός.* Χαίροις, τῶν νοσοῦντων* ἀνάργυρος θεράπων* καὶ πάντων τῶν ἐν θλίψει* τὸ καταφύγιον.
Πάντα τὰ αἰτήματα τῶν πιστῶν,* μάρτυς ̉Ολυμπία,* προσαγάγεις σὺ τῷ Θεῷ* καὶ θερμῶς αἰτεῖσαι* ἐκπλήρωσιν των, Κόρη,* εἰς οὖς ὁ πάντων Κτίστης* παράχει τάχυστα.
῎Ελαβες μαρτύρια πολλαπλὰ* ἐκ χειρῶν ἀπίστων, ̉Ολυμπία θαυματουργέ,* διὸ σε ὁ Πλάστης* ἀπέδωσε ἀσμένως* τοῦ μάρτυρος τὸν τίτλον* τῆς ̉Εκκλησίας Του.
̉Εκ βρέφους ἠγάπησας τὸν Χριστόν,* μάκαρ ̉Ολυμπία,* ̉Ορθοδόξων ἡ χαρμονή,* διὸ καὶ προσῆλθες* ἐν τῇ Μονῇ τῆς Θέρμης* ἔνθα ἀγογγύστως* ὡς μάρτυς ὕπνωσας.
Τὴν ῾Ελλάδα σκέπε, θαυματουργέ,* ̉Ολυμπία μάρτυς,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
̉Εν Θέρμαις ἐβίωσας ἀσκητικῶς καὶ σεμνῶς* καὶ ἔλαβες, Πάντιμε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ* τὴν χλαίναν τοῦ μάρτυρος˙* ὅθεν σὲ ̉Ολυμπία* μετὰ δέους τιμῶμεν* καὶ θερμῶς ἐξαιτοῦμεν* ῥῦσαι, Κόρη, ἱκέτας* ἐκ τῶν χειρῶν τοῦ βελίαρ,* ἵνα σὲ δοξάζωμεν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ μικρὰ ̉Απόλυσις. ῾Ο Χορός: Δόξα Πατρὶ … Κύριε, ἐλέησον (τρίς), Πάτερ, ἅγιε εὐλόγησον. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δέχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δεήσεις* σὺ ̉Ολυμπία σεμνή,* ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῾Αγία, τῆς ῾Ελλάδος τὸ κλέος* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν
[1]. Εἰς τὰ
δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου