27 Φεβ 2026

Ο Όσιος Ασκληπιός (27 Φεβρουαρίου)

῾Ο ῞Οσιος  ̉Ασκληπιός (27 Φεβρουαρίου)

῾Ο ῞Οσιος  ̉Ασκληπιός ἦταν μαθητής τοῦ ῾Αγί­ου Πολυχρονίου (τιμᾶται 23 Φεβρουαρίου), πού διακό­νησε τόν ῞Οσιο Ζεβινᾶ καί μιμήθηκε κατά πάντα τόν Γέροντα του στήν ἄσκηση. Τόν βίο τοῦ ῾Οσίου  ̉Ασκληπιοῦ συνέγραψε ὁ Θεοδώρητος Κύρου στή Φιλόθεο ῾Ιστορία του.

   Οἱ ῞Οσιοι  ̉Ασκληπιός καί Πολυχρόνιος ζοῦσαν ἀσκητικά μακριά ἀπό τόν κόσμο μέ κύριο ἔργο τους τήν ἀδιάλειπτη προσευχή, τή νηστεία καί τήν ἄσκηση. ῎Ετρωγαν μία φορά τήν ἡμέρα, συ­νήθως, ἕνα παξιμάδι, μερικά μουσκεμένια ὄ­σπρια καί λάχανα πού εὔρισκαν ἔξω ἀπό τό ἀ­σκητήριό τους, ἄν τούς περίσσευε κάτι ἀπό αὐτά πού εἶχαν τά ἔδειναν στούς διπλανούς τους συν­ασκητάς.

   ῾Η ἁγιότητα τοῦ βίου τους καί ἡ παρρησία τους στό Θεό ἔγιναν ἀφορμή συχνά νά δέχονται ἐπι­σκέψεις πονεμένων συνα­θρώπων τους πού ἔρ­χονταν νά ζητήσουν τίς προσευχές τους γιά τή λύση τῶν προβλημάτων τους.

   ῾Ο ῞Οσιος  ̉Ασκληπιός μετά ἀπό μακροχρόνια ἄσκηση κοιμήθηκε ὁσιακά καί εἰρηνικά. ῾Ο Δικαιοκρίτης Κύριος διά τήν ἀγάπη πού ἔδειξε πρός Αὐτόν καί τούς ἀδελφούς του τόν στεφά­νωσε καί τόν ἔκανε πολίτη τοῦ Παραδείσου.

   Οἱ πιστοί τῆς περιοχῆς, μετά τήν κοίμησή του, ἔτρεχαν στή χάρη του καί ἔπαιρναν ὅτι τοῦ ζητοῦσαν.

Παρακλητικὸς Κανὼν

 εἰς τὸν ῞Οσιον ̉Ασκληπιόν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται Ψαλ­μὸς ρμβ´ (142ος) Εὐθὺς Χορὸς σὲ  Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,... (τετράκις). 

Εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύ­ξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς ἱκέτας σου,* ̉Ασκληπιέ παμμάκαρ,* πάσης περι­στάσεως καὶ ἐκ νό­σων ποικίλων* καὶ τὸν Χριστὸν εὐμένισον ταχύ* σὲ γὰρ προστάτην ἀκοίμητον ἔ­χομεν.

Δόξα Πατρὶ... Καὶ τὸ ̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου...

Τῆς Συρίας τὸ κλέος καὶ θερμὸν ἀντιλήπτορα,* τῶν  ̉Ορθοδόξων τὴν δόξαν καὶ φρουρὸν τὸν ἀκοίμητον*  ̉Ασκληπιόν τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος  ἀθλητήν,* τὸν παρέχοντα ἰ­άσεις παντοδαπᾶς* τοῖς μετὰ πόθου ᾄδωσι˙* Δό­ξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ στεφα­νώσα­ντι˙* Δόξα τῷ παρέχοντι διὰ σοῦ ἡμῖν τὰ κρείτ­τονα.

Καὶ νῦν…  Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς  γὰρ δού­λους  σώ­ζεις ἀε* ἐκ  πα­ντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1]. 

ᾨδή α´. ῾Υγράν διοδεύσας...

Φρουρὸς σὺ ἀκοίμητος καὶ ἐλπὶς* ἡμῶν ἀνεδεί­χθης,* θεοδόξαστε ἀθλητά,* διὸ σοι προσφεύ­γο­μεν ἱκέται* καὶ ἐξαιτοῦμεν λιταῖς σου, μακά­ριε.

Κατάσβεσον βέλη τοῦ πονηροῦ* τὰ πεπυρωμέ­να* ταῖς λιταῖς σου, ̉Ασκληπιέ,* καὶ τοῖς σὺ προστρέχουσι παράσχου* καρδίαν νήφουσαν καὶ βίον ἔνθε­ον.

Βοήθει ἱκέτας,  ̉Ασκληπιέ,* Θεῷ καταλλαγεῖναι δεόμεθα ταπεινῶς* καὶ δάκρυα δίδου μετα­νοίας,* ὅπως ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.   

Θεοτοκίον.

Μετάνοιαν παράσχου τῷ σῷ υἱῷ,* Πανάχραντε κό­ρη,* ἱκεσίαις Σου τῷ Θεῷ* ὃν μυριάκις ὁ ἀ­χρεῖ­ος* καὶ ἀσεβὴς παρεπίκρανα, Δέσποινα.

ᾨδή γ´. Οὐρανίας ἁψῖδος.

Τοῦ ἐχθροῦ πανουργίας,*  ̉Ασκληπιὲ ἔνδοξε,* σαῖς λιταῖς διάλυσον τάχος* πόθῳ δεόμεθα* καὶ σὺ παράσχου ἡμῖν* τέλη ἀνώδυνα, μάκαρ,* ὡς καὶ ἀνεπαίσχυντα* σὲ ἱκετεύομεν. 

Λ υτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,*  ̉Ασκληπιὲ φω­τοφόρε,* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύ­γι­ον.

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε­σον,*  ̉Ασκληπιέ, ἀ­γροὺς καὶ οἰκίας* σὺ δια­φύ­λα­ξον,* ἵνα  ὑμνοῦμεν  σὲ* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατά­φύγιον. 

Θεοτοκίον.

̉Ορθοδόξων τὰ τέκνα* καλῶς διαφύλατ­τε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύ­ονται* ἐν τῇ ὁδῷ τοῦ Υἱοῦ Σου* καὶ Αὐ­τὸν δοξά­ζουσι* διὰ τοῦ βίου των. 

Διάσωσον ἀπό κινδύνων ἱκέτας σου, ἀθλοφό­ρε,* ὅτι πάντες,  ̉Ασκληπιέ,* εἰς σὲ καταφεύ­γο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κω­σιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγή,* τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι˙*  ̉Ασκληπιέ πάντιμε, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς πόθῳ καὶ πίστει σοι προσφεύγοντας.

ᾨδή δ´. Εἰσακήκοα, Κύριε...

Σὲ ἐλπίδα καὶ στήριγμα* ὡς καὶ ἰατρὸν ἀνάρ­γυ­ρον ἔχομεν,* διὸ πίστει ἡμεῖς σπεύδομεν* τῇ εἰ­κόνι σου,*  ̉Ασκληπιὲ ἔνδοξε.

Τοὺς νοσοῦντας θεράπευσον,*  ̉Ασκληπιέ πά­ντιμε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθη­σον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.  

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Α­σκληπιέ πανάριστε,* καὶ παράσχου ῥώσιν ἅ­πασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* τὴν ῾Ελλάδαν σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων, ἔνδο­ξε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.

                                                                                     ᾨδή ε´. Φώτισον ἡμᾶς...

Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων, ἀξιάγαστε,* καὶ ὑγείαν παράσχου τοῖς πιστοῖς,*  ̉Ασκλη­πιέ, πι­στῶν ὁ φρουρὸς ὁ ἀκοίμητος.

Δίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι γίνου θεραπευτὴς* τῶν ῾Οσίων κλέος* καὶ τῶν πιστῶν καταφύγιον.

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώμα­τος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.  

Θεοτοκίον.

Δέσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμό­νοιαν, εἰρήνην καὶ χαράν* τοῖς οἴκοις πάντων ἡμῶν* παράσχου,  ̉Αμόλυντε.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...

Εἰρήνην τῇ  ̉Εκκλησία ἐξαίτει* καὶ οἰκίαις πι­στῶν τὴν γαλήνην* τοὺς δέ προστρέχοντας πόθῳ καὶ πίστει* τῇ ἱερᾷ σου εἰκόνι διάσωσον* ἐκ πάντων τῶν ἐπιβολῶν* καὶ ἐκ τῆς ἀνεργίας διά­σωσον.

Τὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τῶν βε­λῶν τοῦ βελίαρ, Θεόφρον* καὶ εἰς τὴν μάνδρα Χριστοῦ, Θεοφόρε,* σὺ καθοδήγησον πάντες δε­όμεθα* καὶ χάρισε, ̉Ασκληπιέ,* ἀνεπαίσχυντα τέ­λη ἱκέταις σου.  

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ  ̉Α­σκληπιέ, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅ­παντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διά­σω­ζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου, ἀθλοφό­ρε,* ὅτι πάντες,  ̉Ασκληπιέ,* εἰς σὲ καταφεύ­γο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉  ἐσχάτων τῶν ἡμερῶν  τεκοῦσα*  δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετά­θετος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φω­νὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου·* δέ­χου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύ­νων,* θαυμαστὲ  ̉Ασκληπιέ, ἰσχυρὸν* τῶν  ̉Ορθο­δό­ξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

(δίς)

Στίχος: Καυχήσονται  ῞Οσιοι ἐν  δόξῃ καὶ  ἀγαλ­λι­άσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι...

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν  ἁγίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πε­δινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆ­θος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιε­ρουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐ­τοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλού­μενοι ἀπὸ πνευμά­των ἀκαθάρτων, καὶ ἐθερα­πεύο­ντο˙ καὶ πᾶς ὁ ὄ­χλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύ­ναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐ­τὸς ἐπά­ρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθη­τὰς αὐ­τοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐ­στὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελά­σετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑ­μᾶς οἱ ἄν­θρω­ποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκ­βάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε˙ ἰδοὺ γὰρ ὁ μι­σθὸς ὑμῶν πολὺς ἐν τῷ οὐ­ρανῷ.

῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑ­ξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα...

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ στρα­τιώ­τα,* ̉Ασκληπιέ μακάριε,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέ­του σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρ­χεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτη­μαι,* οὐδὲ καταφύγιον, ῞Οσιε,* πάντο­θεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μονα­ζόντων καὶ δόξα  ̉Ορθοδό­ξων, θαυμαστέ, * μὴ μου πα­ρίδῃς τὴν δέησιν,* τὸ συμ­φέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός: ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδή ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας.

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, Πνευματέμφορε,* καὶ πάντων τῶν ποθού­ντων* ἰδεῖν Θεοῦ τὴν δόξαν* ἀρωγός, διὸ κράζω­σι,* χαῖρε  ̉Ασκληπιέ,* πιστῶν χαρὰ καὶ κλέ­ος.

Λειτουργοὺς τοῦ ῾Υψίστου,*  ̉Ασκληπιὲ φωσφό­ρε, πάντες δεόμεθα* παράσχου ὑγιείαν* τα­πείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Νικητάς ἁμαρτίας* τοὺς πιστούς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,*  ̉Α­σκληπιὲ θαυμαστέ,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μού σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδή η´. Τὸν Βασιλέα...

Εἰς σε προσφεύγω,* ̉Ασκληπιὲ θεοφόρε,* καὶ αἰ­τοῦμαι τὴν σὴν προστασίαν,* ἵνα ἀποκτήσω χαρὰν τε καὶ ὑγείαν.

 ̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θε­ρα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέ­ας* χα­ρὰν παρέχει, μάρτυς.

Τὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου,  ̉Ασκληπιέ θεόφρων,* καὶ πιστοῖς  παρέ­χει* ὑγείαν καὶ εἰρήνην.

Θεοτοκίον.

̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδι­ώκεις,  Παρθένε  Μαρία,*  καὶ  εἰς  τὰς ψυχὰς  μας ἐλπίδαν ἐμφυτεύεις.

ᾨδή θ´. Κυρίως Θεοτόκον...

Τριάδαν τὴν ῾Αγίαν* καὶ τὴν Θεοτόκον* δοξο­λο­γοῦμεν πόθῳ,  ̉Ασκληπιέ σοφέ,* ὅτι ἀνέδει­ξαν πάντων* σὲ καταφύγιον.

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπο­μο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσ­φῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.  

Λιμὴν σὺ καὶ προστάτης,*  ̉Ασκληπιέ, ἐδεί­χθης* καὶ τῶν  ̉Ορθοδόξων τεῖχος ἀκράδα­ντον,* κα­ταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.

Θεοτοκίον.

Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, Παρθένε ἁγνή,* καὶ  ̉Ορθο­δόξους ἀπαύστως* σκέπε δεόμεθα. 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Πόλιν τῶν Τρικάλων,  ̉Ασκληπιέ,* μὴ ἐγκατα­λείπεις* ἀλλὰ γίνου αὐτῆς φρουρός,* φύλαξ καὶ προστάτης,* καὶ ἰατρός, παμμάκαρ,* καὶ πά­ντων τῶν ἐν θλίψει τὸ καταφύγιον.

Χαίροις ̉Ορθοδόξων ὁ ἀρωγὸς* καὶ τῶν ἐν ἀνά­γκαις ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις τῶν ἐν Τρίκκῃ,  ̉Ασκληπιέ, βιούντων* ἀπάνεμος λιμέ­νας καὶ παραμύθιον. 

῎Ογκους θεραπεύεις ὁλοτελῶς* καὶ λοιμώδεις νόσους* διὸ πάντες ἱκετικῶς* καὶ μετὰ δακρύ­ων,*  ̉Ασκληπιέ, βοῶσι* ὑγείαν τε  καὶ  ῥώμην* ἡμῖν σὺ δώρησον.

Δύναμιν ἀντλοῦσι Χριστιανοὶ* προσπίπτοντες πό­θῳ* πρὸ εἰκόνος σου τῆς σεπτῆς,*  ̉Ασκλη­πιὲ μά­καρ,* τῶν ὀρφανῶν προστάτα* καὶ πά­ντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.

Πάντας τούς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκα­τα­λείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλ­λὰ ταῖς λιταῖς σου,* ̉Ασκληπιὲ θεόφρον,* τοῦ Πα­ρα­δείσου κάλλη* ἰδεῖν ἀξίωσον.

Σὺν Πολυχρονίῳ,  ̉Ασκληπιέ,* Ποιητὴν καί Πλά­στην* ἱκετεύσατε ἐκτενῶς,* ὅπως  ̉Ορθο­δό­ξοις* παράσχῃ ὑγιείαν* ἀγάπην καὶ ἐλπίδαν,* καὶ βίον ἔνθεον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρε­σβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

῾Ο Χορός: Τό Τρισάγιον, Δό­ξα Πα­τρί..., Παναγία Τριάς,…, Πάτερ ἡμῶν... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ …

Εἶτα τὸ Ἀπολυτίκιον.  Ἦχος α’. Τῆς ἐρήμου...

Τῆς Συρίας τὸ κλέος καὶ θερμὸν ἀντιλήπτορα,* τῶν ̉Ορθοδόξων τὴν δόξαν καὶ φρουρὸν τὸν ἀ­κοίμητον,*  ̉Ασκληπιὸν τιμήσωμεν πιστοὶ* τὸν μέ­γαν τοῦ Σωτῆρος  ̉Αθλητήν,* τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς μετὰ πόθου ᾄδωσι˙* δό­ξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφα­νώσα­ντι˙* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείτ­τονα.

Δέησις καὶ στὴ συνέχεια μικρᾶ ἀπόλυσις.Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

                                                                            ῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου...

Πᾶσι τοῖς προστρέχουσι πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,*  ̉Ασκληπιέ θαυμαστέ,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοί­μη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ,  ̉Ορθο­δόξων τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ἐν ἀνάγκαις  καταφύγιον.

῏Ηχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης καὶ θλί­ψεως.

῏Ηχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέ­πην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.   ̉Αμήν


[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν… . 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com