21 Ιαν 2026

Άγιος Ίωάσαφ ο φωτιστής της Αλάσκας (22 ̉ Ιανουαρίου)

 

῞Αγιος  ̉Ιωάσαφ φωτιστὴς τῆς  ̉Αλάσκας

(22  ̉ Ιανουαρίου)

   ῾Ο ῞Αγιος  ̉Ιωάσαφ (Μπο­λότωφ) γεννήθηκε στὴ Ρω­σία τὸν 18ο αἰ. μ.Χ. Τὸ 1777 σπού­δασε πρῶτα στὸ ῞Ι­βερ  καὶ μετὰ στὸ  Θεολογικὸ Σεμινάριο τοῦ Γιαροσλάβλ. Μετὰ τὶς σπουδὲς του διετέ­λεσε δάσκαλος γιὰ τέσσερα περίπου χρόνια στὴ Θεολογι­κὴ Σχολή Uglitsky. Τὸ 1786 ἐκάρη μοναχὸς στὸ μοναστήρι Tolga κοντὰ στὸ Yaroslavl.  ̉Αργότερα ἔγινε ἱερέας καὶ ἐρ­γάσθηκε ἱεραποστο­λικὰ στὴν ̉Αλάσκα. ῎Ε­φθασε στὴ νῆσο Κόντιακ, ὕστερα ἀπὸ ταξίδι πάνω ἀπὸ σαράντα ἡμέρες, στὶς 24 Σεπτεμβρίου 1794 μ.Χ.  ̉Εκεῖ, παρὰ τὶς τεράστιες καὶ ἀφάνταστες δυσκο­λίες ἀλλὰ καὶ τὰ ἐμπόδια ποὺ ἔθετε στὸ δρόμο τους ἡ ἀ­ποικιοκρατικὴ συ­μπεριφορὰ τῶν περισσό­τερων Ρώσων ἐ­μπόρων, μὲ τὴ βοή­θεια τοῦ Θεοῦ, κατόρθω­σε αὐτὸς καὶ οἱ συνεργάτες του νὰ θεμελιώσουν τὴν  ̉Ορ­θόδοξη  ̉Εκκλη­σία στὴν παγωμένη  ̉Αλάσκα. Τὸν  ̉Ιούλιο τοῦ 1796 μ. Χ. ἡ Σύνοδος τῆς Ρώσικης  ̉Εκκλη­σίας ἀνακήρυ­ξε τὴν  ̉Αλάσκα σὲ ̉Επισκοπή τοῦ  ̉Ιρ­κοὺτσκ τῆς Σιβηρίας καὶ ὁ  ῞Αγιος  ̉Ιω­άσαφ ἐξελέγει ἐπί­σκοπος. Σὲ μιὰ ἱεραπο­στολικὴ του πε­ριοδεία τὸ πλοῖο «Φοίνιξ», ποὺ μετέφερε τὸν ἐπίσκοπο καὶ τὴ συνοδεία του ναυάγησε καὶ ὁ ἐπίσκο­πος ̉Ιωάσαφ πνί­γηκε.

   Η ̉Εκκλησία τῆς Ρωσίας τὸν κατέτα­ξε μεταξὺ τῶν ῾Α­γίων καὶ ἑορτάζει τὴν μνήμη του στὶς 22  ̉Ιανουαρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον  ̉Ιωάσαφ Φωτιστὴν τῆς ̉Αλάσκας

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου   

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τὸν τῆς  ̉Αλάσκας φωτιστὴν καὶ προστάτην* καὶ  ̉Ορθοδόξων φύλακά τε καὶ ῥύστην* καθικετεύσο­μεν πάντες ἐκ μέσης ψυχῆς,*  ̉ Ιωάσαφ ὅσιε  ̉ Αρχιθύ­τα Κυρίου,* πρόφθασον καὶ λύτρωσον* τοὺς δει­νῶς θλιβομένους,* μὴ παραβλέψῃς δέησιν πιστῶν* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ …

Ἀπολυτίκιον, Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῆς ῾Ρωσίας τὸν γόνον καὶ  ̉Αλάσκας τὸν Πρόε­δρον,* τῶν ἱερῶν  ̉Αποστόλων μιμητὴν καὶ ὁμότρο­πον,*  ̉Ιω­άσαφ, τιμήσομεν πιστοὶ* τῶν  ̉Αλεουτίων νή­σων φωτι­στήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς τοῖς εὐ­λαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσα­ντι Χρι­στῷ,*  δό­ξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ σὲ δωρή­σαντι ἡμῖν πρέ­σβυν ἀ­νύστακτον.

Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς  γὰρ  δού­λους  σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ α´. ῾Υγρὰν διοδεύσας...

Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σὲ ̉Ιωάσαφ* τῆς  ̉Αλάσκας τὸν Φωτιστὴν* καὶ τὴν σὴν βοή­θει­αν αἰ­τοῦμαι,* ἣν δώρησόν μοι ταχέως, Μακάριε.

Τὸ ῎Αχραντο σῶμα τοῦ ̉Ιησοῦ* καὶ Θεῖον Του αἷμα* κοινωνήσαι θερμῶς ποθῶ,* ἀλλ̉ εἰμὶ ἀνάξιος ὁ τάλας* διὸ σοῦ μεσιτείας αἰτῶ, ἔνδοξε.

῾Ραθύμως πορεύομαι, Θαυμαστέ,* διὸ καὶ πτοοῦ­μαι* καὶ προσφεύγω δεητικῶς* τῇ σῇ σκέπῃ, μά­καρ ̉Ιωάσαφ,* τῶν  ̉Ορθοδόξων, φρουρέ, ἀκατά­βλητε.

Θεοτοκίον.

Τὰ τέκνα ἃ δέδωκέν μοι Θεός,* ἀξίωσον, Μῆτερ,* ἀ­ναθρέψαι χριστοπρεπῶς* καὶ τούτοις παρά­σχου ὡς συζύγους* χριστιανοὺς ὁμοδόξους δεόμεθα.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...

Τῆς ̉Αλάσκας κατέστης, θαυματουργὲ ῞Αγιε,* φω­τιστὴς καὶ μέγας προστάτης* καὶ καταφύγιον* δι­ὸ πρὸς σὲ οἱ πιστοὶ* ἀκαταπαύστως βοῶσιν,* ̉Ιωάσαφ ἔνδοξε,* σκέπε ἱκέτας σου. 

̉ Οφθαλμοὺς ἀλλοδόξων, ̉Ιωάσαφ, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν  ἡμῖν, πάτερ,  ὑμνεῖσαι* καὶ  λα­τρεύσαι δέομαι* τούτους ἀξίωσον.

Ταῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* εἰ­ρηνεύει τὰ ἔθνη* τὰ τοὺς πολέμους θέλοντα* καὶ τὴν εἰρήνην ἀεὶ* καὶ τὴν ὁμόνοιαν, Πάτερ,* τοῖς ἀν­θρώποις δίδωσι,* ὁ Πολυέσπλαχνος.

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* τῇ προστασίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.  

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Ιωάσαφ,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχο­ντι τῷ Θεῷ παῤῥησία.  

̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα Ἦχος β΄. Τὰ ἄνω ζητῶν...

Πρεσβείαν τὴν σὴν* ποθοῦμεν, Θεοδόξαστε,* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* καὶ πό­θῳ βοῶσί σε,* ̉ Ιωάσαφ, σκέπασον ἅπαντας* καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς* τοὺς σοι θερμῶς καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...

̉Ορθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσεως, Θεοδόξαστε,* καὶ τὸν Κύριον κατεύνασον,* ἵνα λά­βωμεν χάριν καὶ ἔλεος.

Τοὺς πιστοὺς σὺ διάσωσον* ἐκ τῆς ἀνεργίας πά­ντες δεόμεθα* καὶ προφύλαξον ἱκέτας σου* ἐκ ποικί­λων νόσων τε καὶ θλίψεων.

̉Ιατρὸς ὁ ἀλάνθαστος* ἀνεδείχθης, ἅγιε καὶ ἀ­νάργυρος·* διὸ σοι πάντες προσέρχονται,*  ̉Ιωά­σαφ,  ̉Αλάσκας τὸ καύχημα.

Θεοτοκίον.

Τὸν Υἱὸν σου ἱκέτευε,* Θεοτόκε ῎Αχραντε, σοῦ δεό­μεθα* θεραπεύσαι τὰς ψυχὰς ἡμῶν* ἐκ ῥοπῶν ποι­κίλων καὶ στενώσεων.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς...

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Ιωάσαφ θαυμαστέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

̉Ιασον ταχὺ* ἐκ τῶν νόσων τούς ἱκέτας σου* καὶ τάς  καρδίας ἡμῶν ἔμπλησον χαρᾶς* τῆς  οὐρανί­ου,* ̉Ι­ωάσαφ, πιστῶν τὸ καύχημα.

Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑ­γιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Θε­οπρόβλητε.

Θεοτοκίον.

Μόνη τὸν Θεὸν* ἀποῤῥήτως σωματώσασα,* ῾Οδη­γήτρια, προφθάνεις πανταχοῦ* καί ἐκπλη­ρεῖς τοῖς αἰτοῦσι τὰ αἰτήματα. 

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου,  ̉Αλάσκας τό κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ̉Ιωάσαφ, πιστῶν κατά­φύγιον.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ιωάσαφ, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.

̉Ορθόδοξοι σὲ προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοί­μητον, ̉Ιωάσαφ,* σὺ τῶν δαιμόνων τὰ βέλη διώ­κεις* σὺ καὶ τὰς νόσους ἰᾷ, ἀξιάγαστε,* διὸ μοναζό­ντων χοροὶ* ἀνυμνοῦσιν ἀπαύστως σέ, ἔνδοξε.

Θεοτοκίον.

̉Απαύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδῃς τὸν σὸν δοῦλον, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ ὑπομονὴν καὶ ταπείνωσιν, Δέσποινα,* καὶ δί­δου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆρος, Πανά­χραντε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Ιωάσαφ,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχο­ντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνε­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία τῶν χριστιανῶν...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σαι ἐκ τῶν κινδύνων,* ̉ Ιωάσαφ, ἰσχυρὸν* τῶν  ̉Ορθο­δό­ξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν  Κύριον καὶ  προσέ­σχε μοι.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος  τοῦ  Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ…

 ̉Εκ  τοῦ κατὰ Ματθαῖον  ἁγίου  Εὐαγγε­λίου  τὸ  ἀνάγνωσμα. Πρόσχωμεν (Κεφ. ε΄ 14 – 19) καὶ ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Επεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ  τὸ  μέγα  ἔλεός  σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀ­νόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον,  ̉Ιωάσαφ* μακάριε, προ­στάτα καὶ φρουρὲ* τῶν δεομέ­νων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρωσον.  

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉Αμήν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τὰς ὀρδὰς τῶν δαιμόνων* ἀπελαύνεις ταχέως σύ, Θεοδόξαστε,* διὸ σοι καταφεύγω* δεόμενος ἀπαύ­στως* ταῖς λιταῖς σου βοήθημι,* ἵνα ὁ τάλας ὑ­μνῶ* Χριστοῦ τὰ μεγαλεῖα.

῾Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης, ̉Ιωά­σαφ ἔνδοξε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χριστοῦ* πρὸς δόξαν τοῦ Δεσπότου.

Λυτρωτὴν καὶ Σωτήρα,*  ̉Αρχιθύτα  ̉Ιωάσαφ, σὺ κα­θικέτευε* ὑπὲρ τῶν Σὲ ὑμνοῦντων* καὶ πόθῳ προ­σκυνοῦντων* τὴν εἰκόνα Σου, ῞Αγιε,* ὅπως παράσχῃ ἡμῖν* μετάνοιαν καὶ πίστιν.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀ­νάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνα­κράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειρα­στοῦ* καὶ τῶν αἰρετιζόντων.

ᾨδὴ η´. Τόν Βασιλέα...

Τὸν Βασιλέα* καὶ ποιητὴν ἐκδυσώπῃ* τοῦ δοθεῖ­ναι ἱκέταις εἰρήνην,* ἵνα σὺν ̉Αγγέλοις* δοξά­ζωμεν Τριάδαν.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς,  ̉Αρχιθύτα,* ὁ Δε­σπότης  τῶν  ὅλων  ἀπελαύνει*  καὶ πιστοῖς παρέ­χει* ταχέως ἐργασίαν. 

῾Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει    Πλάστης  ταχέως* καὶ  εἰς  τοὺς  γονέας* χαρὰν παρέχει, πάτερ.

Θεοτοκίον.

῾Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδι­ώκεις,  Παρθένε  Μαρία,*  καὶ  εἰς  τὰς  ψυχὰς  μας ἐλπίδαν ἐμφυτεύεις.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον...

Νοσήματα λοιμώδη* τάχος θεραπεύεις* σὺ καὶ τοὺς ὄγκους ἰᾶ, Θεοδόξαστε,* διὸ πιστῶν αἱ χο­ρείαι* εἰς σὲ προσφεύγουσι.

Τὸν Κτίστην τῶν ἁπάντων* καὶ τὴν Θεοτόκον* σὺ ἐ­ξευμένισον, μάκαρ, δεόμεθα,* ἵνα ῥυσθῶμεν κιν­δύνων* καὶ τῆς κολάσεως.

Παμμάκαρ  ̉Ιωάσαφ,* σὲ καθικετεύω* τοὺς ὀφθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,* ἵνα  ̉ Ορθόδο­ξον πί­στιν* ταχὺ ἀσπάσονται.

Θεοτοκίον.

Βοήθει Θεοτόκε,* τέκνα ἱκετῶν Σου* εὐρεῖν συζύ­γους πιστοὺς καὶ ὁμόφρονας* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν* ἰδεῖν ἀξίωσον.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λόγον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

Χαίροις, τῆς  ̉Αλάσκας ὁ φωτιστὴς* καὶ τῶν ̉ Ορθο­δόξων ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, τῶν νο­σοῦντων* ἀνάργυρος θεράπων* καὶ τῶν πι­στῶν τό κλέος* καί καταφύγιον.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκαταλεί­πεις, ̉Ιωάσαφ θαυματουργέ,* ἀλλὰ σὺ παρά­σχου* ὑγείαν τε καὶ ῥώμην* καὶ δόξαν τοῦ Δεσπότου ἰδεῖν ἀξίωσον.

῾Αλάσκα ἀγάλλει τε καὶ σκιρτᾶ* ἔχουσα προστάτην,  ̉Ιωάσαφ θαυματουργέ,* σὲ τὸν  ̉Αρχιθύ­την* τὸ κλέος τῶν  ̉Αγγέλων* καὶ τῶν τῶν  ̉Ορθοδόξων* δόξα καὶ σέμνωμα.

Χ αίροις, τῆς ῾Ρωσίας γόνος λαμπρός˙* Χαίροις, τῆς  ̉Αλάσκας* φωτιστὴς τε καὶ βοηθὸς* καὶ τῶν έν ἀνάγκαις* άκοίμητος προστάτης* καὶ τῶν νοσοῦντων, μάκαρ,* τὸ καταφύγιον.

῎Εχοντες προστάτην καὶ βοηθὸν* σὲ τὸν ῾Ιεράρ­χην* καὶ  ̉Αλάσκας τὸν φωτιστὴν* δύναμιν ἀ­ντλοῦμεν,* ἐλπίδαν τε καὶ θάῤῥος* καὶ πάντες ὁλο­ψύ­χως* Χριστὸν δοξάζομεν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε  πρεσβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

Εἶτα ὁ Χορός τό: ῞Αγιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ... (τρίς), Δόξα Πατρὶ καὶ ..., Παναγία τριάς, ἐλέησον ἡμᾶς. ..., Κύριε ἐλέησον, (τρίς), Δόξα Πατρὶ καὶ Υἱῶ ..., Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ..., Ὁ Ἱ­ε­ρεύς: Ὅ­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …, Ὁ Χορός:  ̉Α­μήν.  

Εἶτα τὸ Ἀπολυτίκιον.  Ἦχος α´. Τῆς ἐρήμου...

Τῆς ῾Ρωσίας τὸν γόνον καὶ  ̉Αλάσκας τὸν Πρόε­δρον* τῶν ἱερῶν  ̉Αποστόλων μιμητὴν καὶ ὁμότρο­πον,* ̉ Ιωάσαφ, τιμήσομεν πιστοὶ* τῶν  ̉Αλεουτίων νή­σων φωτιστήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σα­ντι Χρι­στῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ σὲ δω­ρήσαντι ἡμῖν πρέσβυν ἀκοίμητον.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ μικρᾶ ἀπόλυσις.

῾Ο Χορός: Δόξα Πατρὶ καὶ… Καὶ νῦν καὶ… Κύριε ἐλέ­ησον (τρίς) Πάτερ, ἅγιε, εὐλόγησον.

῾Ο ῾Ιερεύς: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου...

Δέχου παρακλήσεις μοναστῶν,* δέχου ̉Ορθοδόξων δεήσεις,* ὦ ̉Αρχιθύτα Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ πα­θῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* ῞Αγιε  ̉Ιωάσαφ τρισμάκαρ,* ῥῦ­σαι τοὺς ἱ­κέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλί­ψεως.

῏Ηχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῏Ηχος α´.

Τῇ πρεσβεία Κύριε,* πάντων τῶν ἁγίων,* καί τῆς Θεοτόκου,* τήν σήν εἰρήνην δός ἡμῖν,* καί ἐλέη­σον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉ Αμήν



[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com