8 Νοε 2026

῞Αγιος Νεκτάριος Πενταπόλεως

῞Αγ. Νεκτάριος Πενταπόλεως

῾Ο κατά κόσμον Αναστάσιος Κεφαλᾶς γεννήθηκε τό 1846 στή Σηλυβρία ἀπό εὐσεβεῖς γονεῖς ὅπου ἔμαθε τά πρῶτα γράμματα. Σέ ἡλικία 14 ετών πῆγε  στη Βασιλεύουσα, γιά ἐργασία. Τίς ἀλεύθερες ὦρες μελετοῦσε τούς Πατέρες καί ἐκκλησιαζόταν. ̉Εργάστηκε ὡς παιδονόμος καί δάσκαλος στό σχολεῖο τοῦ Μετοχίου τοῦ Παναγίου Τάφου. Τό 1866, διορίσθηκε δάσκαλος στό Λιθί τῆς Χίου. Τό 1876 ἐκάρη μοναχός μέ τό ὄνομα Λάζαρος στή Νέα Μονή τῆς Χίου.

 Νεκτάριος ὁνομάσθηκε, ὅταν χειροτονήθηκε διάκονος. ῾Ο Χιώτης, ̉Ιωάννης Χωρέμης, τόν βοήθησε νά συνεχίσει τίς σπουδές του στήν ̉Αθήνα. Κατά τή διάρκεια τῶν σπουδῶν του ὁ εὐεργέτης του πέθανε. Γνωστοί του, τόν σύστησαν στόν Πατριάρχη ̉Αλεξανδρείας Σωφρόνιο, ὁ ὁποῖος ἀνέλαβε τά ἔξοδα γιά τίς σπουδές του στή Θεολογική Σχολή.

 ῞Οταν ἦλθε στήν  ̉Αλεξάνδρεια, χειροτονήθηκε πρεσβύτερος καί ανέλαβε τά καθήκοντα γραμματέα καί ἱεροκήρυκα τοῦ Πατριαρχείου. Τό 1889 χειροτονήθηκε μητροπολίτης Πενταπόλεως. ῾Η δράση του προκάλεσε τήν ἀντίδραση κληρικῶν, οἱ ὁποίοι τόν διέβαλαν στόν Σωφρόνιο. Δυστυχῶς οἱ εἰσηγήσεις τους ἔγιναν ἀποδεκτές ἀπό τόν Πατριάρχη καί τόν ἀπομάκρυνε ἀπό τό Πατριαρχεῖο.

 Τό 1889 ἦλθε στήν  ̉Αθήνα ὅπου ἀναζητοῦσε ἐργασία. Διορίσθηκε τό 1891 ἱεροκήρυκας Εὐβοίας, ἀργότερα Φθιώτιδος καί τέλος διευθυντής τῆς Ριζαρείου. Τό 1904 ἵδρυσε στήν Αἴγινα τή Μονή τῆς ῾Αγίας Τριάδος, ὅπου καί ἔμεινε μετά τήν παραίτησή του ἀπό τή Ριζάρειο τό 1908. Τό 1919 προσβλήθηκε ἀπό καρκίνο του προστάτη. Τό 1920 οἱ πόνοι ἔγιναν ἀφόρητοι καί ἀναγκάστηκε νά νοσηλευτεῖ στό «̉Αρεταίειο», ὅπου στίς 8 Νοεμβρίου 1920 κοιμήθηκε.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Νεκτάριον Πενταπόλεως

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς Τροπάρια:

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τῆς ̉Εκκλησίας ἀθλητὴς ἀνεδείχθῃς* καί τῶν πιστῶν καταφύγιον, πάτερ,* διὸ βοῶμεν ἅπαντες πρός σε ἱκετικῶς,* ῥῦσαι, τοὺς προστρέχοντας καὶ θερμῶς ἐκβοῶντας* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Θεὸν λιταῖς σου, θαυμαστέ,* σὲ γὰρ προστάτην,* Νεκτάριε, ἔχομεν

Δόξα Πατρί...  Ἀπολυτίκιον. Ἦχος δʹ.

Κατήρδευσας, ὅσιε, χριστιανῶν τὰς ψυχάς,* δι̉ ἔργων καὶ λόγων σου καὶ συγγραμάτων σοφῶν* καὶ γέγονας πρότυπον* πάντων τῶν ὀρθοδόξων* τῶν ἐν θλίψεσιν ὄντων,* ὡς καὶ διαβληθέντων ὑπ̉ ἀχρείων ἀνθρώπων.* ῞Αγιε ̉Αρχιθύτα Νεκτάριε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα,* τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τίς δὲ διεφύλαξεν,* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί,* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν´(50ος) Ψαλμὸς (χύμα) καὶ ἀρχόμεθα νά ψάλλωμεν τὰς ᾨδᾶς τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...

Νεκτάριε, σπεύδω γονυκλινῶς* πρός σε ὁ ἀχρεῖος καὶ αἰτοῦμαι σὴν ἀρωγὴν,* ἣν δώρησαι, πάτερ τῷ ἱκέτη* καὶ ἐκ παγίδων τοῦ δράκο-ντος ῥῦσαί με.

̉Ενίκησας δαίμονα ἰσχυρόν,* ὃς ἔσπευσε, πάτερ, ἀμαυρῶσαί σου τὴν ψυχὴν* καὶ τὰς τῶν ψευδαδέλφων διαδόσεις,* διὰ εὐτόνων ἀγώνων διέλυσας.

Κηρύττουσι πάντες πανευλαβῶς* φωνῇ γεγονυίᾳ* θαυματά σου τὰ πολλαπλᾶ,* ἃ, πάτερ Νεκτάριε, ἀπαύστως* ἐπιτελεῖς ἀναργύρως ἱκέταις σου.

Θεοτοκίον.

Χαῖρε, Πανάχραντε Μαριάμ,*  ̉Αγγέλων ἡ δό­ξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δε­όμεθά

σου ἀπαύ­στως οἱ ἀχρείοι,* ὑπὲρ ἡ­μῶν τὸν Υἱὸν Σου, ἱκέτευε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...

Τὰ τοῦ βίου μου τέλη χριστιανὰ δώρησαι* ὡς καί ἀνεπαίσχυντα ταῦτα,* πάτερ Νεκτάριε,* ἀπολογίαν καλήν* πρό τοῦ Χριστοῦ κριτηρίου* καί χαράν οὐράνιον* δίδου μοι, πάντιμε.

̉Αθλητής σύ κατέστης τῶν ἀρετῶν, ἔνδοξε,* καί τῶν χαρισμάτων ἀπαύστως* θεῖον γεώργιον,* τῶν δέ ποικίλων παθῶν* ἦσθα πολέμιος μέγας* καί πιστῶν τό στήριγμα* μάκαρ Νεκτάριε.

῾Ρυπαρός ἀνεδείχθην ὁ μισερός, ἔνθεε,* καί ἁμαρτιῶν θανασήμων τό καταγώγιον* σύ λάμπρινόν μου τόν νοῦν* καί φωτισόν καρδίαν* καί εἰρήνην εὔσημε,* τάχος μοι χάρισον.  

 Θεοτοκίον.

 ̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε­* πά­ντας τοὺς προστρέχοντας πό­θῳ* πρὸ τῆς εἰ­κό­νος Σου* καὶ ἐξαιτοῦ­ντας, ῾Α­γνή* τὴν σὴν βοή­θειαν πί­στει* καὶ Χρι­στὸν δοξάζοντας,* Θεο­μα­κάριστε.

Διάσωσον* ἀπό κινδύνων, Νεκτάριε, σοῦ ἱκέτας,* ὅτι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύ­γο­μεν,* τόν μέγα προστάτην τῶν  ̉Ορθοδόξων.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα.

Ἦχος βʹ. Πρεσβεία θερμὴ.

Σύ πρέσβυς θερμὸς* κατέστης, θεοδόξαστε,* καὶ πάντων ἡμῶν* φρουρός τε καὶ ὀχύρωμα* ἐκτενῶς βοῶμέν σοι˙* ὦ Νεκτάριε σοφέ, πρόφθασον* καὶ ἐκ ποικίλων νόσων, ἰατρέ,* τοὺς ἱκέτας τάχος ἐλευθέρωσον.   

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

̉Ιατρὸς ἀλάνθαστος* ἀνεδείχθῃς, ὅσιε, καὶ ἀνάργυρος,* διὸ πάντες οἱ ̉Ορθόδοξοι* πόθῳ σοι προσφεύγουσι, Νεκτάριε.

Εὐσπλαχνίας σὺ πρότυπον* καὶ ἀγάπης, πά-τερ, τὸ ἐνδυαίτημα* ἀνεδείχθῃς, ὦ Νεκτάριε,* διὸ πάντες* πίστει σοι προστρέχομεν.

Συκοφάντης δεινότατος* ἀνεδείχθην ὁ ἀχρεῖος ἱκέτης σου,* διὸ σοι πίστει καταφεύγω* καί μεσίτην προβάλλω σε, ῞Οσιε.

Θεοτοκίον.

Σὲ ἐλπίδα καὶ ἄγκυρα* ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,* διὸ πίστει κατα­φεύγομεν* τῇ εἰκόνι σου, Μαρία θεόζηλε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς… 

῞Οπλον ἰσχυρὸν* αἱ πρεσβεῖαι σου πρὸς Κύριον* εἰσί, Νεκτάριε θαυματουργέ,* διὸ προστρέχω σοί* πόθῳ καὶ πίστει, ἔνδοξε.

῎Ιασαι ταχὺ* τῶν παθῶν μου τὴν ἀσθένειαν* καὶ τὰς αἰσθήσεις πλήρωσον φωτὸς* τοῦ Παναγίου Πνεύματος, Νεκτάριε.

Πίστιν ἀκλινῆ* σὺ παράσχου μοι, Νεκτάριε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ὦ  ̉Αρχιθύτα,  ̉Ορθοδόξων τεῖχος καὶ ὀχύρωμα.

Θεοτοκίον.

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώμα­τος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

ᾨδὴ στʹ. Τὴν δέησιν… 

῾Ρητόρων τὴν κορυφὴν καλοῦμέν σε* ὦ Νεκτάριε φωσφόρε, καὶ κλέος,* τῶν μοναστῶν παραμύθιον μέγα* καὶ ἰατρὸν τὸν ἀλάνθαστον* καὶ πάντων τῶν ἐν συμφοραῖς* σέ προστάτην καὶ ῥύστην, πανόσιε. 

῾Ο τάλας καθικετεύω σε, πάτερ,* καὶ θερμῶς πρός σε τὰς χείρας μου αἴρω* καὶ ἐζητῶ σὴν βοήθειαν πόθῳ,* ἵνα φυλάττῃς τὰ τέκνα μου, ῞Οσιε,* ἐκ πάντων τῶν ἀσθενειῶν* τῆς ψυχῆς καὶ τοῦ σώματος, ἔνθεε.  

Σωτῆρα καί Λυτρωτήν τῶν ἀνθρώπων* καθικέτευε, θεοπρόβλητε πάτερ,* ἵνα σωθῶμεν ἡμεῖς οἱ ἀχρείοι* ἐκ θανασήμων δηγμάτων τοῦ ὄφεως,* Νεκτάριε θαυματουργέ,*   

Θεοτοκίον.

Νευρώσεις Σύ, ἀπελαύνεις, ῎Αχραντε,* καὶ τὰς νόσους θεραπεύεις ταχέως,* καὶ ταῖς ψυ­χαῖς ἱκετῶν Σου παρέ­χεις,* ἀκαταπαύστως βοήθειαν ἔνδοξε˙* δεόμεθά σου, Μαριάμ,* τῆς ψυχῆς ἡμῶν ὄμματα ἄνοιξον.

Διάσωσον* ἀπὸ κινδύνων, Νεκτάριε, σοῦ ἱκέτας* ὅτι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύ­γο­μεν,* τὸν μέγα προστάτην τῶν  ̉Ορθοδόξων.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις καὶ εἶτα τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία.

Σύ προστάτης τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς Θεὸν  ἀκοίμητος ῞Οσιε˙* μὴ πα­ρίδῃς* ἱκετῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σοι˙* ῥῦ­σαι ἡμᾶς ἀπαύστως* ἐκ νόσων καί τυραννίδος* ἀρχεκάκου πτερνιστοῦ,* θαυματό-βρυτε Νεκτάριε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται. (δίς)

Στίχος: Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στʹ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισή-σω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄ-νομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …  

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ...

Μὴ ἐγκαταλείπῃς με, ὦ Αρχιθύτα Κυρίου,* θαυμαστέ Νεκτάριε, ἀλλά δέξαι δέησιν τοῦ ἱκέτους σου˙* νόσοι κατέβαλλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου, ἱερώτατε,˙* σκέπην οὐ κέκτη­μαι,* οὐ­δὲ καταφύγιον, ῞Αγιε,* πάντοθεν περικέκλεισμαι* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου˙* ὅθεν σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας ταπεινῶς,* μὴ παραβλέψῃς ἱκέτην σου* ̉Ορθοδόξων καύχημα.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Φιλαλήθης ἐδείχθης,* ταπεινός ὡς καί πρᾶος, θεοειδέστατε,* καί δόξα μοναζόντων,* διό πάντες κραυγάζομεν.* ῏Ω τῶν πατέρων ἡμῶν,* Θεός εὐλογητός εἶ.

̉Εμπαθὴς καὶ αὐθάδης,* ὑψηλόφρων καὶ φί-λαρχος, μάκαρ γέγονα,* διό σοι καταφεύγω* καὶ πόθῳ ἀνακράζω,* ἀθλοφόρε Νεκτάριε,* ἐκ τῶν ποικίλων παθῶν* ἀπάλλαξον ἱκέτην.    

῾Υπερόπτης κατέστην* ἀμελής, ὑβριστής τε καὶ ἀφιλόξενος* καὶί παίγνιον δαιμόνων* καὶ κάτοπτρον κακίας,* διό φόβῳ προσέρχομαι,* Νεκτάριε θαυμαστέ,* αἰτῶν λιταῖς σου ἅγιε. 

Θεοτοκίον.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, πά­ντες δεόμεθα* παράσχου ὑ­γιείαν* ταπεί­νω­σιν καὶ ῥώσιν,* ἵνα πό­θῳ βοῶμεν σοι˙* Χαῖρε Παρθένε ἁγνή* ἀγγέλων ὑπερτέρα.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα… 

Γῆν τῆς Αἰγίνης* σύ καθηγίασας, πάτερ,* καί κατέστησας χῶρον θαυμάτων,* διό οἱ νοσοῦντες* προσέρχονται, ἐν ταύτῃ.

῾Ελλήνων χώραν* τῶν  ̉Ορθοδόξων τὰ πλήθη* μακαρίζουσι, Νεκτάριε, ἀπαύστως,* ὅτι σοῦ κατέχει* λείψανα τὰ θεῖα.

̉Ιατρός πάντων* τῶν νοσημάτων ἐδείχθης,* διό σοι καταφεύγομεν πίστει,* οἱ ὑπὸ τῶν νό-σων* τρωθέντες, Χριστοδρόμε

Θεοτοκίον.

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλά­νης* δια­φύλαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς  τὰς αὐλὰς τοῦ Κτίστου.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον. 

Γεώργιον Κυρίου* καί πίστεως στῦλον* τόν σόν ἱκέτην ἀνάδειξον, ῞Οσιε,* καί ἐκ ποικίλων παθῶν με* ἴασαι τάχιστα.

̉Εν νήσῳ τῆς Αἰγίνης* ἤθλησας ἐσχάτως* καὶ παραδείσου τὰς πύλας ἠνέωξας,* διὸ ἀπαύστως πιστοὶ* Χριστὸν δοξολογοῦσι.

῏Ω θεῖε ῾Ιεράρχα,* σὲ καθικετεύω* γονυκλινῶς καί σοῦ δέομαι, ἔνδοξε,* ἐκ τῶν ὀδόντων ἐχθροῦ με* τάχος ἐξάρπασον, 

Θεοτοκίον.

̉Αξίωσον ἱκέτην,* Δέσποινα τοῦ κό­σμου,* ἀκα­τα­κρίτως λαβεῖν τὴν Μετά­ληψιν* τῶν μυστη­ρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Χαίροις Σηλυβρίας θεῖος βλαστός* καὶ τῶν  ̉Ορθοδόξων ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις μοναζόντων ἀγλάϊσμα καὶ δόξα* καὶ πάντων τῶν ἐν θλίψει τὸ παραμύθιον.

Λόγους οὐχ εὑρίσκω, θαυματουργέ,* δεόντως ὑμνεῖσαι θαύματά Σου τὰ πολλαπλά,* ἃ τελεῖς ἁπαύστως* τοῖς πόθῳ σε αἰτοῦσι* καὶ πίστει προσκυνοῦσι* τὴν θείαν κάραν Σου.

Δίδου μοι μετάνοιαν, θαυμαστέ,* Νεκτάριε πάτερ,* τῶν ῾Ελλήνων ἡ χαρμονή,* ἵνα ἀπολαύσω τήν δόξαν τοῦ Κυρίου* καί Παραδείσου κάλλη* σύν σοι, μακάριε.  

Πᾶσαν τήν ἐλπίδα μου, θαυμαστέ,* πρός σε ἐπιῤῥίπτω* ὁ ἀχρεῖος καὶ μισερός,* διό σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας* τὸ σκότος τοῦ νοός μου* τάχος σὺ φώτισον. 

Σὲ τὸν  ̉Αρχιθύτην τοῦ  ̉Ιησοῦ* καὶ τῆς  ̉Εκκλησίας τὸν ἀστέρα τὸν φαεινόν,*  ̉Ορθοδόξων πλήθη* τιμῶσι θεαρέστως* καὶ πρὸ τῶν σῶν λειψάνων* πίστει προσπίπτουσι.

῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ* παρέχειν ἰάσεις* ἀναργύρως χριστιανοῖς,* διὸ οἱ νοσοῦντες* πρός σε, ὦ φωτοφόρε,* προσέρχονται ἀσμένως,* μάκαρ Νεκτάριε. 

Χαίρουσι χριστώνυμοι εὐλαβῶς* δοξάζοντες Κτίστην μετὰ δέους καὶ σεβασμοῦ* τὸν δόντα προστάτην* ἡμῖν τοῖς ἀναξίοις,* σὲ μάκαρ  ̉Αρχιθύτα,* πάτερ Νεκτάριε. 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν... καὶ  τὸ 

Ἀπολυτίκιον. Ἦχος δʹ.

Κατήρδευσας, ὅσιε, χριστιανῶν τὰς ψυχάς,* δι̉ ἔργων καὶ λόγων σου καὶ συγγραμάτων σοφῶν* καὶ γέγονας πρότυπον* πάντων τῶν ὀρθοδόξων* τῶν ἐν θλίψεσιν ὄντων,* ὡς καὶ διαβληθέντων ὑπ̉ ἀχρείων ἀνθρώπων.* ῞Αγιε ̉Αρχιθύτα Νεκτάριε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ μικρὰ ἀπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας  ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Πάντας τοὺς προστρέχοντας πρὸς σέ* ῥῦσαι, ̉Αρχιθύτα Κυρίου* ἐκ πάσης νόσου ταχύ,* ἄλλον γὰρ οὐκ ἔχομεν* χριστιανῶν ἡ πληθύς* πρεσβευτὴν ἀκατάβλητον καὶ μέγαν μεσίτην,* ὡς καὶ θεῖον πρόμαχον καὶ ῾Ιεράρχην σεμνόν,* σοί, ὧ θεοπρόβλητε πάτερ,* πάντες καταφεύγομεν πόθῳ* λιταῖς σου ἐξαιτούμενοι, Νεκτάριε. 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.

                                    ̉ Αμήν

ΕΓΚΩΜΙΑ

εἰς τὸν  ̉Αρχιθύτην Πενταπόλεως

ΑΓΙΟΝ  ΝΕΚΤΑΡΙΟΝ

Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Στάσις αʹ

῏Ηχος πλ. βʹ. ῾Η ζωὴ ἐν τάφῳ

῾Η ζωή σου, πάτερ* καταπλήττει ἡμᾶς* καί παρέχει πᾶσι θάῤῥος καί δύναμιν* ὡς καί ζῆ-λον ἔνθεον, σοφέ.

̉Εν τῇ Σηλυβρίᾳ* ἐγεννήθης, σοφέ,* καί ἐξέμαθες Κυρίου τό θέλημα* καί κατέστης ἐραστής τῶν ἀρετῶν.

̉Εν Βασιλευούσῃ* σύ εἰργάσθης, σεμνέ,* καί κατέστης συναδέλφων σου πρότυπον,* ὦ Νεκτάριε, ἁπάντων ἡ χαρά.

̉Εν τῇ νήσῳ Χίῳ* καί κώμῃ, σοφέ,* τοῦ Λιθίου σύ διδάσκαλος γέγονας* καί ἐφώτισας τῶν παίδων τάς ψυχάς.

῾Υπό Σωφρονίου* κατεστάθης ποιμήν* καί ψυχάς τῶν ̉Ορθοδόξων κατηύφρανας,* ὦ Νεκτάριε, τοῖς λόγοις σου, σεμνέ.

Τῆς Αἰγύπτου, πάτερ,* ̉Αρχιθύτης σεμνός,* ἀνεδείχθης, ὦ Νεκτάριε ἔνδοξε,* καί ἐφώτισας ῾Ελλήνων τάς ψυχάς.

῾Υπό ψευδαδέλφων* ἐμισήθης πολύ,* διό σέ ἐσυκοφάντησαν, εὐσημε,* καί κατέστησάν σε πρότυπον ἠμῶν.  

Ταπεινός καί πρᾶος* ἀνεδείχθης, σοφέ,* καἰ κατέστης ἀρετῶν ἐνδιαίτημα* ὡς καί πρότυπον ἁπάντων τῶν ψυχῶν.

Τάς συκοφαντίας,* ἅς ὑπέστης, σοφέ,* ἀγογγύστως σύ ὑπέμεινας πάντοτε,* διό ἔλαβες στεφάνους δαψιλῶς.

Νῆσος τῆς Εὐβοίας* καί Φθιώτιδος γῆ* ὑπό σοῦ ἐγεωργήθησαν, πάντιμε,* καί ἀπέδωκαν καρπούς πνευματικούς.

̉Εν τῇ ῾Ριζαρείῳ* ἀνεδείχθης, σοφός,* κυβερνήτης φοιτητῶν, ὦ Νεκτάριε* ὡς καί πρότυπον ἁγίας βιοτῆς.

̉Εν Αἰγίνῃ, πάτερ,* δι̉ ἀγώνων πολλῶν* σύ ἀνήγειρας μονήν, ἣν κατέστησας* ἰατρεῖον τῶν πιστῶν, θαυματουργέ.  

̉Απελαύνεις, πάτερ,* τάς δαιμόνων ὀρδάς* καί τάς νόσους σύ διώκεις, πανένδοξε,* καί παρέχεις ὀρθοδόξοις τήν χαράν.

Μετά τῶν  ̉Αγγέλων* ὀρθοδόξων πληθύς* συναγάλλεται, Νεκτάριε, σήμερον* καί προστρέχει τῇ εἰκόνι σου θερμῶς.

Τάς τῶν  ̉Ορθοδόξων,* ̉Αρχιθύτα, μονάς* διαφύλαττε ἀπαύστως καί σκέπασον* ἐκ ποικίλων τοῦ ἐχθροῦ ἐπιβολῶν.

Λείψανά σου, μάκαρ,* προσκυνοῦμεν ἀεί* καί δοξάζουμε τούς ἄθλους σου, πάντιμε,* ὦ Νεκτάριε, θαυμάτων ἡ πηγή. 

Δόξα Πατρί... Τριαδικόν.

῏Ω Τριάς ῾Αγία,* σοί προσπίπτω θερμῶς* καί σοῦ δέομαι ὁ τάλας διάσωσον* τήν ψυχήν μου ἐκ παγίδων τοῦ ἐχθροῦ.

Καί νῦν... Θεοτοκίον.

Τοῦ Θεοῦ μου Μῆτερ,* μή παρίδῃς ἐμέ* τόν ἀχρεῖον καί δυσώδη ἱκέτην σου,* ἀλλά πρόφθασον καί σῶσον με ταχύ. 

Στάσις βʹ

῏Ηχος πλ. αʹ. ῎Αξιόν ἐστιν...

῎Αξιόν ἐστιν* μεγαλύνειν σέ, ὦ  ̉Αρχιθύτα* ὀρθοδόξων κλέος, ἀξιοθαύμαστε,* καί ἁπάντων τῶν πιστῶν ὁ ἀρωγός.

῎Αξιόν ἐστιν* ἀπονέμειν σοι τιμάς, φωσφόρε,* Σηλυβρίας ἄνθος εὔοσμον, ὅσιε,* καί Αἰγίνης ὁ ἀκοίμητος φρουρός.

Χαίρει οὐρανός* καί ἡ γῆ σκιρτᾶ, πνευματοφόρε,* καθορῶντες παῤῥησίαν ἣν ἔλαβες* παρά Κτίστου καί Δεσπότου τοῦ παντός.

Κλαίω καί θρηνῶ* καθορῶν τοῦ βίου μου τάς πράξεις,* ἃς ἀπερισκέπτως, μάκαρ, ἐποίησα* διό σε προβάλλω πρέσβυν, θαυμαστέ.

Γλώττης χαλινὸν* σύ, Νεκτάριε, τῷ σῷ ἱκέτῃ χάριζαι ἀπαύστως* καὶ διαφύλαττε ἐξ ἀνθρώπων φαύλων, μάκαρ, καὶ κακῶν.

Δίδου μοι ταχύ,* θεοδόξαστε, χαράν, εἰρήνην* ὡς καὶ τὰ τέλη ἀνεπαίσχυντα, ὅσιε,* καὶ καλήν ἀπολογίαν τῷ Κριτῇ.    

῎Ερχονται πιστοί* τῷ σῷ τεμένι, ἀθλοφόρε,* διηγούμενοι ἀπαύστως τά θαύματα* ἃ ἐποίησας αὐτοῖς, θαυματουργέ.

῎Αγγελοι Θεοῦ* τήν ψυχήν σου παρέλαβον, Θεόφρον,* καί τῷ θρόνῳ τοῦ Κυρίου προσήνεγκαν* ἀγαλόμενοι καί ᾄδοντες ᾠδᾶς.

Δεῦτε οἱ χοροί* μοναζόντων τε καί  ̉Ορθοδόξων πλήθη,* δεῦτε ἀνυμνήσωμεν, τόν Νε-κτάριον,* πάντων τῶν πιστῶν ἀκοίμητον φρουρόν.

Νίκας χορηγεῖς* κατά τῶν δαιμόνων ὀρθοδόξοις* καί εἰρήνην τήν οὐράνιον, ἔνδοξε,* καί ὑγείαν τοῖς προστρέχουσι πρός σε.

Τέκνον ἱερόν* Σηλυβρίας, μάκαρ, ἀνεδείχθης* καί ποιμήν, θεόφιλε Πενταπόλεως* καί νοσοῦντων ἀνάργυρος ἰατρός. 

Φώτισον ἡμᾶς* ἅπαντα λαόν τε καί τόν κλῆρον,* ἵνα Κυρίου τά ἴχνη βαδίσωμεν* καί δοξάσωμεν Χριστόν τόν Λυτρωτήν. 

Δέχου προσευχάς* τῶν γονἐων, θεῖε ῾Ιεράρχα* καί τά τέκνα αὐτῶν τάχος προστάτευσον* ἐκ ποικίλων πειρασμῶν, θαυματουργέ.

Δόξα Πατρί... Τριαδικόν.

Χαῖρε, ὧ Τριάς,* ὁ Πατήρ, Υἱός τε καί τό Πνεῦ-μα* ἡ τό γένος τῶν ἀνθρώπων ποιήσασα* καί λυτρώσασα αὐτό ἐκ τῆς φθορᾶς.   

Καί νῦν... Θεοτοκίον.

Χαῖρε Μαριάμ,* τοῦ Δεσπότου καί Κυρίου Μῆτερ,* σέ αἰνοῦσι οἱ  ̉Ορθόδοξοι, πάντιμε,* καί δοξάζουσι ἀγγέλων οἱ χοροί.

Στάσις γʹ

῏Ηχος πλ. αʹ. Αἱ γενεαί πᾶσαι...

Αἱ γενεαί νῦν πᾶσαι,* Νεκτάριε παμμάκαρ* προσφέρουσί σοι ὕμνους.

Νεκτάριε θεόφρον,* λαοί τῶν  ̉Ορθοδόξων* τιμῶσί σε πρεπόντως.

Βοήθησον ἱκέτην* ἐλθεῖν ἐν συναισθήσει,* ἵνα Χριστόν κερδίσῃ.

Συνείδησίς μου, πάτερ,* ἀπαύστως με ἐλέγχει* διό σοι καταφεύγω. 

Σέ ἰατρόν καλοῦσι* ἀλάνθαστον, παμμάκαρ,* πληθύς τῶν ̉Ορθοδόξων.

Πηγή ἐστι θαυμάτων* ἡ ἱερά εἰκών σου,* Νεκτάριε φωσφόρε.

Σέ ἱκετεύω, πάτερ* διάσωσον ἱκέτην* ἐκ τῶν χειρῶν τοῦ πλάνου.

῾Ικέτευε Τριάδαν,* ἵνα τήν Θείαν Χάριν* ἐμοί ταχέως πέμψῃ.

Σύνεσιν καί φόβον* Θεοῦ σέ ἱκετεύω* παράσχου σῷ ἱκέτῃ.

Τ ά τέκνα μου, Θεόφρον* σύ μή ἐγκαταλείπῃς* ἀλλά ἀπαύστως σκέπε.

Νεκτάριε, παράσχου* ἐμοί τῷ παναθλίῳ* ταπείνωσιν καί πίστιν.

Νεκτάριε, οὐκ ἔχω* ἀγάπην καί εἰρήνην,* διό σοι καταφεύγω.

Τά λείψανᾳ σου πᾶσαν* ἀσθένειαν ἰῶνται, Νεκτάριε, τρισμάκαρ.

Τῶν μοναστῶν τά πλήθη* μεθ̉ ὕμνων σέ ὑμνοῦσι,* Νεκτάριε, ἀπαύστως.

̉Απάλλαξόν με τάχος* ἐκ τῆς κενοδοξίας καί τῆς σκληροκαρδίας.

̉Ασώτως καὶ ἀφρόνως* τὸν βίον μου διάγω,* σὺ σπεῦσον λύτρωσόν με.

Δόξα Πατρί... Τριαδικόν.

Τριάς ῾Αγία σῷζε* πρεσβεὶαις Νεκταρίου,* ἡμᾶς τούς ̉Ορθοδόξους. 

Καί νῦν... Θεοτοκίον.

 ῾Αγνή Παρθένε χαῖρε,* βοᾶ σύν Νεκταρίῳ* πληθύς τῶν ὀρθοδόξων.


[1] . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com