3 Οκτ 2026

῞Αγιος Βησσαρίων Αʹ ὁ Γέρων ἢ ὁ πρώην ̉Επίσκοπος Τρίκκης (1490)

῞Αγιος Βησσαρίων Αʹ ὁ Γέρων

ἢ ὁ πρώην ̉Επίσκοπος Τρίκκης  (1490)

(῾Η μνήμη του ἑορτάζε­ται τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉ Οκτωβρίου)

῞Αγιος Βησσαρίων Αʹ ὁ Γέρων

῾Ο ῞Αγ. Βησσαρίων διετέλεσε  ̉̉Αρχιεπίσκοπος Λαρί­σης, μὲ ἕδρα τὰ Τρίκαλα,  κατὰ τὴν περίοδο 1490 -1499.

    ̉Ε­λάχι­στα εἶναι γνωστὰ γιὰ τὴ ζωὴ του. Γνωρίζουμε ὅτι διετέλεσε ἐπίσκοπος Δημητρι- άδος ἐνὼ παραιτήθ­ηκε ἀπὸ τὸν θρόνο τῆς Λαρίσης τὸ 1499 λόγω γήρατος. Καθώς ἐπὶ ὅλη σχεδὸν τὴ διάρκεια τῆς Τουρκοκρατίας ἦταν γνω­στὴ ἡ ὕπαρξη μόνον τοῦ Βησσαρίωνος Βʹ, κάποιες πηγὲς ποὺ ἀ­ναφέρονταν  στὸν  Βησσαρίωνα Αʹ, ὅπως  ἕνα  Πατριαρχι­κὸ Σιγγίλλιο ποὺ ἀναφέρεται στὴν ἄνοδό του στὸν θρό­νο τῆς Λαρίσης τὸ 1490, προκαλοῦσαν σύγχυση. ῾Η ὕ­παρξή του διαπιστώθηκε τὸ 1920, ὅταν ἀποκαλύφθηκε μία τοιχο­γραφία στὸν  ῾Ιερὸ  Ναὸν  τῶν ῾Αγίων  ̉Αναργύρων Τρικάλων. Στὴν τοιχογραφία ἀπεικονίζονται συνολικά ἑ­πτὰ ἅγιοι ἀρχιεπίσκοποι Λαρίσης, μεταξὺ αὐτῶν καὶ οἱ δύο Βησσαρίωνες, μὲ τὶς προσωνυμίες «ὁ πρώην» καὶ «ὁ τοῦ Σωτῆρος» ἀντίστοιχα.

  ῾Η μνήμη του ἑορτάζε­ται τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉ Οκτωβρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Βησσαρίων Αʹ τὸν Γέροντα ̉ Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τῷ  ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁ­μαρτω­λοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετα­νοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθη­σον καὶ   διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποικί­λων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ μεσίτην*  καὶ φύλακα ἔχομεν.

Δόξα Πατρὶ...  τὸ ̉ Απολυτίκιον.  ῏Ηχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὸν Τρικκαίων ἡ πόλις ἡ περιώνυμος,* Βησσαρίω­να, τιμᾶ τὸν θαυματόβρυτον* καὶ ἀσπάζεται αὐ­τοῦ* τὸ θεῖον εἰκόνισμα,* ὅτι ἐβίωσε σεμνῶς* καὶ ἐποί­μανεν σοφῶς* ταύτην ὡς  ̉Αρχιθύτης* καὶ πρεσβεύει πρὸς τὸν Σωτήρα* διδόναι πᾶσι* τὸ θεῖον ἔλεος.

Καὶ νῦν ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰμὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος

ᾨδὴ αʹ.  Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας[1]…

Τὸν Πλάστην καὶ Κύριον τοῦ παντός* ἱκέτευε πά­ντες* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως,  ̉Αρχιθύτα Βησ­σαρίων,* ἡμῖν παράσχῃ πταισμάτων τὴν ἄφεσιν.

Χριστὸν καθικέτευε ἐκτενῶς* δεόμεθα πάντες,* Βησ­σαρίων θαυματουργέ,* ὅπως προστατεύσῃ τὴν ῾Ελ­λάδαν* ἐκ τῶν κυκλοῦντων αὐτὴν* ἐχθρῶν, ἔνδοξε.

̉Ε λθῶν εἰς συναίσθησιν, θαυμαστέ* φοβοῦμαι τὴν κρίσιν* διό σπεύδω δεητικῶς* πρός σε, Βησσαρίων ἀθλοφόρε,* καὶ ἐκζητῶ σὴν βοήθειαν, πάντιμε.

Θεοτοκίον.

῾Οδὸν τὴν εὐθείαν τοῦ σοῦ Υἱοῦ* ὁ τάλας, Παρ­θένε,* ἐγκατέλειψα ἀληθῶς˙* διὸ σοι προσπί­πτω ἀνακρά­ζων* μὴ μὲ παρίδῃς τὸν ἄθλιον, Δέ­σποινα.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

Τὸν σεισμὸν καταπαύει λιταῖς σου ὁ ῞Υψιστος* διό, Βησσαρίων παμμάκαρ,* σοι καταφεύγομεν* καὶ ἐκ­ζητοῦμεν θερμῶς* τὴν σῇ βοήθειαν πάντες,* ἣν πα­ράσχου, ῞Αγιε,* τάχος δεόμεθα.

Τῆς ὀσφύος τὰ ἄλγη* ὁ Πλαστουργὸς Κύριος* καὶ ποικίλους ὄγκους ἰάται,* λιταῖς σου, ἔνδοξε,* διὸ θερμῶς  οἱ  πιστοὶ* μετὰ  δακρύων  αἰτοῦσι* τὴν προστασίαν σου, ῞Οσιε* καὶ μεσιτείαν σου.

Σοὶ προσφεύγομεν πάντες,* θαυματουργὲ ῞Αγιε,* καί σε ἱκετεύομεν πίστει* ῥύσαι ἱκέτας σου* ἐκ τῶν ποικίλων παθῶν* καὶ ἐκ δεινῶν νοσημάτων,* Βησσα­ρίων ἔνδοξε,* Τρίκκης τὸ καύχημα.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* χριστιανῶν καύχημα* σὲ καθικε­τεύομεν πάντες* σῶσον ἱκέτας σου* ἐκ νο­σημάτων πολλῶν* καὶ ἐκ χειρῶν ἀρχεκάκου* καὶ Υἱ­ὸν Σου, Δέ­σποινα,*  σὺ ἐξευμένισον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

 ̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σοφέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βο­ῶμέν σοι,* Βησσαρίων ῞Αγιε, πρόφθασον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πό­θῳ  καὶ πίστει  προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε...

̉Ιατρὸς ὁ ἀνάργυρος* ἀνεδείχθης, μάκαρ, ὡς καὶ ἀλάνθαστος* πάντων τῶν νοσοῦντων, ἔνδοξε,* καὶ τῆς νεολαίας σὺ τὸ πρότυπον.

Τῆς καρδίας τὰ τραύματα* Βησσαρίων ἔνδοξε, σὺ ἐ­πούλωσον* καὶ ταπείνωσιν παράσχου μοι* ποιμε­νάρχα Τρίκκης ἱκετεύω σε.

῾Υγιείαν παράσχου μοι,* Βησσαρίων Ὅσιε ἱκε­τεύ­ω σε,* καὶ τὰ τέκνα μου προστάτευσον,* ἐκ παντοί­ων νόσων, ἀξιάγαστε.

Θεοτοκίον.

Παναγία Πανάχραντε,* ἀνεπαίσχυντα τέλη Σὺ πα­ράσχου  μοι,* καὶ  τὸν κλύδωνα  κατεύνασον,* τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε.

ᾨδὴ εʹ. Φωτισον ἡμᾶς…

῎Αναρχον Θεόν,* Βησσαρίων, ἐξευμένισον* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δο­ξάζω σε ̉Ο­σίων ἀκροθίνιον.

Δέχου προσευχάς* καὶ δεήσεις, ἀξιάγαστε,* καὶ τὴν καρδίαν μου  πλήρωσον  χαρᾶς,* τῶν  ̉Ορθο­δόξων, Βησ­σαρίων, καταφύγιον.

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πά­ντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν πα­ρασχεῖν ἡμῖν τὴν ἴσασιν. 

Θεοτοκίον.

̉Ιασαι Ἁγνή,* τῆς καρδίας μου τὰ τραύματα* καὶ τοῦ νοός μου, Κόρη, τὴν ἔπαρσιν,* καὶ ὑγείαν τῇ πρε­σβείᾳ σου παράσχου μοι.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Τρίκκης τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Βησσαρίων, πι­στῶν κατα­φύγιον.

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Βησσαρίων, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.  

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδόξων οἱ χοροί, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμά­καρ,* σὲ ὀνομάζομεν Ὅσιε πάντιμε,* καὶ δέο­μαί σου ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

Θεοτοκίον.

Θυμώδης, ἐριστικὸς καὶ ἄφιλος,* ὁ ἀχρεῖός σου ἱκέ­της κατέστην,* σπεῦσον, Παρθένε, καὶ σῶ­σόν με τάχος,* ἵνα ῥυσθῶ αἰωνίου κολάσεως,* σοῦ δέομαι, Μῆτερ Θεοῦ,* ἐκ χειρῶν τοῦ ἀλάστορος ῥῦ­σαί με.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

Α῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.

Σὲ προστάτην τῶν ̉Ορθοδόξων ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγο­ντας πρὸς σέ,* Βησσαρίων μα-κάριε. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου  ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου …

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰ­σέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσε­ται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζω­ὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑ­πὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύκον ἐρχόμε­νον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθω­τὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέ­λει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ κα­λός, καὶ γινώ­σκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γι­νώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πα­τέρα˙ καὶ τὴν ψυχήν μου τί­θημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖ­να δεῖ με ἀ­γαγεῖν καὶ  τῆς φωνῆς μου ἀ­κούσουσιν καὶ γενή­σονται μία ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπῃς με,* σὺ τοῦ Χριστοῦ στρατιώτα,* Βησσαρίων ἔνδοξε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­του σου,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχε­κάκου τὰ τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ κα­τάφύγιον, ῞Αγιε,* πάντοθεν πολεμούμενος,* καὶ πα­ραμυθίαν οὐκ ἔχω πλήν σου,* δόξα τῶν  ̉Αγγέ­λων,* καὶ κλέος Ὀρθοδόξων, θαυμαστέ,* μὴ μοῦ πα­ρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τρικυμίας τοῦ βίου,* καταπράϋνον δέομαι ὁ ἀνάξι­ος,* καὶ δίδως μοι εἰρήνην,* χαρὰν τε καὶ γαλή­νην,* ἵνα πόθῳ κραυγάζω σοι˙*  Ὁ τῶν Πατέρων ἡ­μῶν,* Θε­ὸς εὐλογητὸς εἶ.

Τῶν ἀτέκνων συζύγων,* καταφύγιον γέγονας, Θεο­δόξαστε,* καὶ τῶν σφοδρῶς ποθούντων,* τὸν βίον   τῶν  ̉Αγγέλων,* ποδηγέτης ἀλάνθαστος˙* Σέ, Βησσα­ρίων, πιστοί* ἁπαύστως ἀνυμνοῦσι.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Βησσαρίων ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰ­τοῦσι σαῖς πρεσβεῖαις* καὶ  γονυκλινῶς σοῦ  δέο­νται,* τὸν  Ζωο­δότην Χριστόν, εὐμένισον λιταῖς Σου.  

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀ­νάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακρά­ζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδὴ ηʹ. Τὸν Βασιλέα...

Τὸν Βασιλέα* καὶ τῶν ἀνθρώπων Σωτήρα* καθικέ­τευε, πάτερ, ἀπαύστως,* ἵνα ἀπάλλαξῃ* ἱκέ­τας ἐκ τῶν νόσων.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, Βησσαρίων,* Πλα­στουργὸς  ἐκδιώκει  ταχέως*  καὶ  πιστοῖς  πα­ρέχει,* μάκαρ, ἐργασίαν.

Τοὺς ̉Ορθοδόξους* σύ, Βησσαρίων τρισμάκαρ,* μὴ παρίδῃς,  φωσφόρε,  βοῶμεν,* ἀλλά  συ  παράσχου*­ ταπείνωσιν καὶ πίστιν.

Θεοτοκίον.

Σοὶ Θεοτόκε,* τῶν ̉Ορθοδόξων τὰ πλήθη* καταφεύ­γουσι πίστει  βοῶντα,* ῎Αχραντε Παρθένε* βοήθῃ σοῦ ἱκέτας.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

῾Ημᾶς ὁδοιποροῦντας* ὡς καὶ ἀγρυπνοῦντας* σύ,  ̉Αρχιθύτα Βησσαρίων, σκέπασον* καὶ τοὺς πρὸς σὲ προσδραμῶντας* χαρᾶς ἀξίωσον.

Νοσούντων καὶ πλεόντων* καὶ τῶν ἐν κινδύνοις* φρουρὸς, σοφέ, ἀνεδείχθης ἀκοίμητος* καὶ τῶν στενόντων* ἐκ πόνων τὸ παραμύθιον.

Παθῶν μου τὴν μανίαν,* νέκρωσον, Θεόφρον,* καὶ τοῦ νοὸς μου τὴν ζάλην κατεύνασον,* ἵνα ἀπαύ­στως δοξάζω* σὲ τόν, μακάριον.

Θεοτοκίον.

 ̉Αξίωσον ἱκέτην,*  ̉Αχραντε Παρθένε,* ἀκατακρί­τως λαβεῖν τὴν Μετάληψιν* τῶν Μυστηρίων Υἱοῦ Σου,* ἵνα δοξάζω σε

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξοτέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄντως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Δεῦτε,  ̉Αρχιθύτην τοῦ  ̉Ιησοῦ,* τιμήσωμεν πά­ντες* καὶ βοήσωμεν ἐκτενῶς* διάσωζε ἐκ πλά­νης,* θεῖ­ε ῾Ιεράρχα,* τοὺς πόθῳ ἐκζητοῦντας* τὴν προστασία Σου. 

̉Ιατρὸς ἐδείχθης, θαυματουργέ,* καὶ τῶν ἐν ἀνά­γκαις* ἀντιλήπτωρ καὶ ἀῤῥωγὸς* καὶ τῆς νεολαί­ας ἀκοίμητος προστάτης* καὶ πάντων τῶν ἐν θλίψῃ τὸ παραμύθιον.

Φύλαττε τὰ τέκνα σῶν ἱκετῶν* ἐκ πάσης κακίας* ἐ­φαρμάτων συνηθειῶν* καὶ ἐκ τῆς μανίας τοῦ γυμνισμοῦ, χριστόφρον,* σὺ Βησσαρίων, πάντων* τὸ καταφύγιον.

̉Ορφανῶν προστάτης καὶ βοηθός,* πεινῶντων τροφέας* καὶ ἀνέργων καταφυγή,* μάκαρ κατεστάθῃς* διὸ σε, Βησσαρίων,* δοξάζομεν ἁπαύ­στως* καὶ ὕμνους μέλπομεν. 

Δέχου παρακλήσεις σῶν ἱκετῶν,* μάκαρ Βησσαρί­ων,* μοναζόντων καταφυγὴ* καὶ τοὺς δεομέ­νους* ἀπάλλαξον ταχέως* ἐκ τῆς κενοδοξίας καὶ κατακρί­σεως. 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε  πρεσβείαν* εἰς  τὸ  σωθῆναι ἡμᾶς.

 Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Οτι Σοῦ... καὶ ὁ Χορός:  ̉Α­μήν.  

Καὶ τὸ ̉̉̉Απολυτίκιον. ῏Ηχος πλ. α’. Τὸν συνάναρχον Λόγον…

Τὸν Τρικκαίων ἡ πόλις ἡ περιώνυμος,* Βησσαρίω­να, τιμᾶ τὸν θαυματόβρυτον* καὶ ἀσπάζεται αὐ­τοῦ* τὸ θεῖον εἰκόνισμα,* ὅτι ἐβίωσε σεμνῶς* καὶ ἐποί­μανεν σοφῶς* ταύτην ὡς  ̉Αρχιθύτης* καὶ πρεσβεύει πρὸς τὸν Σωτήρα* διδόναι πᾶσι* τὸ θεῖον ἔλεος.

Δέησις,  ̉Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ὦ Βησσαρίων σεμνέ,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγόν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τό κλέ­ος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν  ̉Ορ­θο­δόξων καταφύγιον.

Ἦχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉Α­μήν.


[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com