3 Οκτ 2026

῞Οσιος ̉Αντώνιος ὁ Νέος Θεολόγος̉ Επίσκοπος Τρίκκης (1362)

῞Οσιος  ̉Αντώνιος

ὁ Νέος Θεολόγος̉ Επίσκοπος Τρίκκης (1362)

(῾Η μνήμη του ἑορτά­ζε­ται ἐν Τρικάλοις τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉ Οκτωβρί­ου.)

῞Οσιος  ̉ Αντώνιος ὁ Νέος Θεολόγος

῾Ο ὅσιος  ̉Αντώνιος ἔζησε τὸν 14ο αἰ. Διηκόνησε τὴν  ̉Εκκλησία ὡς Μητροπολίτης Λαρίσης, μὲ ἕδρα τὰ Τρίκαλα, περίπου ἀπὸ τὸ 1333 μέχρι τὸ 1362.

   ῾Ο ῞Οσιος ἔγραψε λόγους πανηγυρικοὺς σὲ διάφορες Θεομητο­ρικὲς ἑορτὲς καὶ ἐγκώμια μαρτύρων καὶ ἁγίων, τὰ ὁ­ποία ἀποτελοῦν καὶ τὴ μοναδικὴν πηγὴν πληροφοριῶν – ἄ­μεσων καὶ ἔμμεσων - γιὰ τὴ ζωὴ του.  ̉Επίσης, συνέθεσε ἐκκλησιαστικοὺς ὕμ­νους μὲ πιὸ γνωστὸ τὸν κανόνα εἰς τὸν  ῞Αγιον  ̉Αχίλλιον († 350).

   Κοιμήθηκε εἰρηνικὰ καὶ ἡ ̉Εκκλησία μας τὸν κατέταξε μεταξὺ τῶν ἁγίων της.

   ῾Η μνήμη του ἑορτά­ζε­ται στά Τρίκαλα τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉ Οκτωβρί­ου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον ̉ Αντώνιον τὸν Νέον Θεολόγον

̉ Επίσκοπον Λαρίσσης καὶ Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ  ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁ­μαρ­τωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθη­σον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ με­σίτην,*  ̉Αντώνιε, ἔχομεν.

Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος πλ. γ’. Θείας πίστεως.

Σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ὡς ἀκοίμητον φρουρὸν καὶ ῥύστην* τῆς Λαρίσης καὶ τῆς Τρίκκης,  ̉Αντώνιε.* Σὺ τὸν λαὸν τοῦ Κυρίου ἠγάπησας* καὶ θεαρέστως αὐτὸν ὑπηρέτησας˙* σοῦ γονυκλινῶς πάντες δεόμεθα, ῞Αγιε,* Χριστὸν τὸν Θεόν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κιν­δύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ.  Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ  ̉Αρχιθύτα* τῶν Τρικκαίων ἡ καλλονή,* εὐμένισον δέομαι ὁ τά­λας* τὸν Πανοικτήρμονα  Κτίστην,  ̉Αντώνιε.

Καρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέ­ταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σω­τήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζω­μεν.  

Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐ­στόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορη­γῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.

Θεοτοκίον.

Νοῦν καί καρδίαν πάντων ἡμῶν* λιταῖς σου, Παρ­θένε,* ἐναρμόνησον ταπεινῶς* δεόμεθα πόθῳ οἱ ἱκέται* ταῖς τοῦ Υἱοῦ Σου ἐντεύξεισι, ῎Α­χραντε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

̉Εκ τροχαίου, Θεόφρων,* σὺ διαφύλαξον* πά­ντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ  ἐξαιτοῦντας θερμῶς*  τὴν  σὴν  βοήθει­αν  πί­στει* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ  ̉Αντώνιε.

̉Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Οσιε,* ὁ τῶν οὐ­ρανῶν Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυ­κλι­νῶς, θαυμαστέ,* τὰς χείρας αἴρομεν πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου.

Πειρασμῶν καὶ κινδύνων* καὶ τῶν παθῶν κοίμη­σιν* καὶ πολυειδῶν νοσημάτων τὴν ἀπολύτρω­σιν,* αἴ­τει,  ̉Αντώνιε, παρὰ τοῦ πάντων Δεσπότου, ὑ­πὲρ τῶν τιμῶντων σε, ἀξιοτίμητε.

Θεοτοκίον.

̉̉Ορθοδόξων ἐδείχθης,* καταφυγὴ Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος,* Θεομακάριστε,* τῶν ἀσθενούντων ἀεί,* σὺ ἰατρὸς καὶ προστάτις* καὶ χη­ρῶν ὑπέρμαχος, ἀκατανίκητος.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ  Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς  βο­ῶμεν  σοί,* θαυμαστὲ  ̉Αντώνιε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πό­θῳ  καὶ πίστει  προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Καταπράϋνον Ὅσιε,* τὴν ὀργὴν Κυρίου ταῖς ἱκεσίαις σου,* ὡς προστάτην  γὰρ  σὲ  ἔχομεν,* πάντες οἱ  ̉Ορθόδοξοι,  ̉Αντώνιε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αντώνιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρη­σε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νο­ὸς μου, ῞Οσιε  ̉Αντώνιε.

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον* τοὺς ἱκέτας σου, Πα­νάχραντε Δέσποινα,* καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Κύριον θερμῶς* καθικέτευε,  ̉Αντώνιε,* ὅπως πα­ράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην* τοῖς οἴ­κοις ἡμῶν, πανάριστε.

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,  ̉Αντώνιε θαυμαστέ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.

Δίδου φωτισμόν τοὺς ἀδίκως πολεμοῦντας με* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ πάσης βλά­βης* καὶ στενώσεως σοῦ δέομαι.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

̉̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, ̉Αρχιθύτα,* σὺ τῶν δαιμόνων τὰ βέ­λη διώκεις,* σὺ* καὶ τὰς νόσους ἰᾷ, Τρίκκης τὸ καύ­χημα,* διὸ  μοναζόντων  πληθὺς* σὲ  ἀνυμνοῦσιν  ἁ­παύστως,  ̉Α­ντώνιε. 

Φρουρὸν σε τῆς νεολαίας ἅπαντες* ὀνομάζο­μεν,  ̉Α­ντώνιε μάκαρ,* καὶ ἰατρὸν τοῦ καρ­κίνου, Θε­ό­φρον,* καὶ τῶν γερόντων προστάτην ἀ­κοίμητον˙* διὸ τῶν πιστῶν οἱ χοροὶ* σοι προσφεύγουσι πόθῳ, τρι­σένδοξε.

Προστάτην τῶν ̉Ὀρθοδόξων ἅπαντες* καλοῦ­μεν σέ,  ̉Αντώνιε  ̉Αρχιθύτα,* τῆς δὲ ῾Ελλάδος ὑπέρ­μαχον μέγαν* καὶ μοναζόντων φρουρὸν ἀκατάβλη­τον˙* δεόμεθά σου ταπεινῶς* ἐκ τῆς πλάνης πάντας προ­φύλαξον.

Θεοτοκίον.

Δεήσεις καὶ παρακλήσεις σὺ δέχου,* Μαριὰμ τοῦ Δεσπότου ἡ Μήτηρ,* καὶ τῷ Υἱῷ σου προσάγα­γε ταύτας,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ δίδου ἡμῖν ταχυνῶς* ὑγιείαν καὶ ῥώμην, Πανέν­δοξε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν,* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων  τῶν  ἡμερῶν  τεκοῦσα  δυσώπησον,*  ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 Δέησις  καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασί­α.

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγο­ντας πρὸς σέ,*  ̉Αρχιθύτα  ̉Αντώνιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος:  ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου …

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰ­σέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσε­ται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζω­ὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑ­πὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύκον ἐρχό­μενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθω­τὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέ­λει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ κα­λός, καὶ γινώ­σκω τὰ ἐμὰ καὶ γινώ­σκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γι­νώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πα­τέρα˙ καὶ τὴν ψυχὴν μου τί­θημι ὑ­πὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖ­να δεῖ με ἀ­γαγεῖν καὶ τῆς φωνῆς μου ἀ­κούσουσιν  καὶ γενή­σονται  μία ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ  ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας*  ̉Αντώνιε ἔνδοξε,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνη­τον* ὡς καὶ τῶν ἀν­θρώπων περίγελων˙* πάντοθεν πολεμούμε­νος* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου,* ῞Αγιε, ἁ­πάντων* ἀ­κοίμητος προστάτης  καὶ φρουρός,* μὴ  πα­ραβλέπῃς τὴν δέησιν,* πάντων τῶν ὑ­μνοῦντων σε.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

̉̉Ορθοδόξων κατέστης* ἀρωγὸς καὶ προ­στάτης, Θεο­ειδέστατε,* διό σε ἀνυμνοῦσιν καί σε δοξολογοῦσι* καὶ προσπίπτοντας ᾂδουσι˙*  ̉Αρχι­θύτα Χριστοῦ,* βοήθει σοῦ ἱκέτας.

Λειτουργοὺς τοῦ ῾Υψίστου,*  ̉Αρχιθύτα  ̉̉̉Αντώνιε θε­οδόξαστε,* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώ­σιν,* ἵνα πάντες κραυγάζωμεν·* ῾Ο τῶν Πατέ­ρων ἡ­μῶν* Θεός, εὐλογητὸς εἶ. 

̉Ατεκνίαν συζύγων* θεραπεύεις ταχέως, Θεομακά­ριστε,* διὸ καὶ οἱ ποθοῦντες* υἱοὺς  καὶ  θυγα­τέρας* ἱ­κετικῶς σοῦ δέονται˙* τέκνα  παράσχου ἡ­μῖν,*  ̉Α­ντώνιε φωσφόρε.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρός σε πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μού σοι αἴρω* καὶ πόθῳ ἀνα­κράζω* ἀποδήμους  διάσωσον* ἐκ τῶν χειρῶν πειρα­στοῦ* καὶ τῶν αἰρετιζόντων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Σὲ τῶν ῾Ελλήνων* καὶ  ̉Ορθοδόξων χορείαι* ἀνυ­μνοῦσιν,  ̉Αντώνιε,  ἀπαύστως,* καὶ  πόθῳ  αἰ­τοῦσιν* ἰδεῖν Χριστοῦ τὴν δόξαν.

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσω­σον τάχος,  ̉Αρχιθύτα,* καὶ φύλαττε πάντας* ἐκ πλά­νης δι­αβόλου.

Δόξα Πατρὶ …

̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέ­ας* χα­ρὰν παρέχει, Μάκαρ.

Θεοτοκίον.

Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Μῆτερ,* ἵνα ἀπολαύσω* τοῦ Πα­ραδείσου κάλλη. 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

̉Αντώνιε θεόφρων,* Νέε Θεολόγε* τοὺς  ̉Ορθοδό­ξους καλῶς διαφύλαττε* καὶ ἐκ χειρῶν ἀρχεκά­κου* πά­ντας ἐξάρπασον.

Σὲ Τρίκκης  ̉Αρχιθύτα,*  ̉Αντώνιε μάκαρ,* τῶν  ̉Ορ­θοδόξων τὰ πλήθη δοξάζουσι* καὶ ἐξαιτοῦσι ἁ­παύστως* τὴν σὴν βοήθειαν.

῾Ημᾶς τοὺς  ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Κυρίου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρεί­οι,* μάκαρ  ̉Αντώνιε.

Θεοτοκίον.

Θερμῶς σὲ ἱκετεύω, Μῆτερ τοῦ Δεσπότου,* ἐκ τῶν παθῶν, ἱκέτην, ἀπάλλαξον* καὶ ἐκ χει­ρῶν τῶν δαιμόνων* σὺ με διάσωσον.

Καὶ εὐ­θὺς τά Με­γα­λυ­νά­ρια.

῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν   ἀ­δι­α­φθό­ρως* Θε­ὸν  Λό­γον  τε­κοῦ­σαν,* τὴν  ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Νέον Θεολόγον ἡ τοῦ Χριστοῦ*  ̉Εκκλησία πάλαι* σὲ ὀνόμασεν, ἀθλητά,* διὸ οἱ ἐν Τρίκκῃ,*  ̉Α­ντώνιε οἰ­κοῦντες* γεραίρουσι τὸν Κτίστην* τὸν Σὲ δοξά­σαντα.

Φύλαττε τὴν Τρίκκην, Θαυματουργέ,* καὶ τὴν Θετ­ταλίαν* ἐκ κινδύνων παντοειδῶν* καὶ τούς σε ὑ­μνοῦντας* ἀνώδυνα  τὰ  τέλη,*  ̉Αντώ-νιε  παμ­μά­καρ* παράσχου δέομαι.

Χαῖροις,  ̉Αρχιθύτα θαυματουργέ,* κλέος τῶν Τρικ­καί­ων* καὶ Λαρίσης ὁ θησαυρός.* Χαῖροις, τῶν δογμάτων* ὁ πρόμαχος καὶ φύλαξ* καὶ τῶν αἰ­ρετι­ζόντων* δεινὸς πολέμιος.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Πάτερ ἡμῶν... ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν  …, ὁ Χορός: ̉Α­μήν.  

Εἶ­τα τὸ  Απολυτίκιον. ῏Ηχος γ’. Θείας ...

Σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ὡς ἀκοίμητον φρουρὸν καὶ ῥύστην* τῆς Λαρίσης καὶ τῆς Τρίκκης,  ̉Αντώνιε.* Σὺ τὸν λαὸν τοῦ Κυρίου ἠγάπησας* καὶ θεαρέστως αὐτὸν ὑπηρέτησας˙* σοῦ γονυκλινῶς πάντες δεόμεθα, ῞Αγιε,* Χριστὸν τὸν Θεόν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δέησις καὶ  ̉Απόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ̉Αντώνιε ἔνδοξε,* δίδου σὺ μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνω­σιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέ­ος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ̉Ορθο­δόξων καταφύγιον.

Ἦχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉Α­μήν.

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com