19 Σεπ 2026

Νεομάρτυς Κοσμᾶς ὁ Τρικκαῖος ὁ ἐν Προῦσσῃ μαρτυρήσας τὸ 1490

Νεομάρτυς Κοσμᾶς ὁ Τρικκαῖος

ὁ ἐν Προῦσσῃ μαρτυρήσας τὸ 1490

( ̉Εορτάζει τὴν Κυριακὴν

μετὰ τὴν ῞Υψωσιν τοῦ Τιμίου Σταυροῦ.)

Νεομάρτυς ῞Αγιος Κοσμᾶς ὁ Τρικκαῖος

῾Ο ἅγιος Νεομάρτυς Κοσμᾶς γεννήθηκε στὰ Τρίκαλα στὶς ἀρχὲς τοῦ 15ου αἰ. γιὰ λόγους ποὺ δὲν γνω­ρίζουμε ἔφθασε στὴν Προῦσα τῆς Βιθυνί­ας.

   Σὲ χειρόγρα­φο τῆς ῾Ι. Μ. τῶν  ̉Ιβήρων τοῦ ῾Αγίου ῎Ορους, ὅπου βρέθηκε ὁ βίος του διαβάζουμε, ὅτι ἦταν σεμνός, εὐ­λαβής, ἔγγαμος καὶ ὅτι συκοφαντήθηκε ἀ­πὸ μία ἁμαρτω­λὴ μουσουλμάνα. ῾Οδηγήθηκε στὸν ἡ­γεμόνα τῆς Προύσης στὸν ὁποῖο ὁμολόγησε τὴν πί­στη του στὸ Χριστό. Κατά­δικάστηκε νὰ καεῖ ζωντα­νός. ̉Ενῶ ἔτρεχε πρὸς τὸν τόπο τοῦ μαρτυρίου του χα­ρούμενος ἕνας τούρκος τὸν μαχαί­ρωσε στὸ στῆθος κι ὅ­πως ἦταν αἱμόφυρτος τὸν ἔρριξαν στὴ φωτιά καὶ ἔλαβε ἐπάξια τὸ στεφάνι τοῦ μαρτυ­ρίου.

   ̉Εορτάζει τὴν Κυριακὴν μετὰ τὴν ῞Υψωσιν τοῦ Τιμίου Σταυροῦ καὶ εἰς τὰ Τρίκαλα τὴν 1ῃ Κυριακή τοῦ  ̉Οκτωβρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν Νεομάρτυρα Κοσμᾶ τὸν Τρικκαῖον

 τὸν ἐν Προῦσσῃ μαρτυρίσαντα

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου. 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν Νεομάρτυρα, Κοσμᾶ τὸν ἐκ Τρίκκης* εὐσεβο­φρόνως οἱ πιστοὶ δεῦτε πάντες,* ἐν κατανύξει κράζοντες θερμῶς ἐκ ψυχῆς,* ῥῦσαι τοὺς προστρέχο­ντας,* λοι­μικῆς ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικί­λων κινδύνων,* ταῖς πρὸς   Χριστὸν λιταῖς σου θαυμαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ... ̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου…

Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Καὶ νῦν ... Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας…

Θερμῶς ἱκετεύω σε, ἀθλητά,* λιταῖς σου πρὸς Πλά­στην κα τῶν πάντων Δημιουργόν* χάρισόν μοι, Κοσμᾶ νεομάρτυς,* ὑπομονὴν καὶ ἀγάπην, μα­κάριε.

Προσπίπτω ὁ τάλας γονυκλινῶς* καὶ χείρας μου αἴ­ρω, Νεομάρτυς θαυματουργέ,* ἀπάλλαξον, Κο­σμᾶ, σὸν ἱκέτην* ἐκ τῶν ποικίλων παθῶν, ἀ­ξιάγαστε.

Τὴν Τρίκκην προστάτευσον, ἀθλητά,* ἐκ τοῦ σει­σμοῦ τὴν μανίαν καὶ τοῦ πυρὸς ἀπειλήν,* εἰρή­νην παράσχου σοῦ ἱκέτας,* Κοσμᾶ Νεομαρτύρων, τὸ σέ­μνωμα.

Θεοτοκίον.

Προσπίπτω ἱκέτης σοι, Μαριάμ,* καὶ τὴν σὴν ἐξαι­τοῦμαι βοήθειαν, ̉Αγαθή,* ἣν τάχος παράσχου τῷ ἀχρείῳ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Ικετεύω σε, μάρτυς,* τὸν ψυχικὸν τάραχον* κα τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξόν* συ, Κο­σμᾶ θαυμαστέ,* τὸν Λυτρωτὴν καὶ Σωτήρα,* ἐκ παιδὸς ἠ­γάπησας* Τρίκκης τὸ καύχημα.

̉Οφθαλμοὺς ἀλλοδόξων,* λιταῖς σου Κοσμᾶ, ἄνοι­ξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* τούτους ὁδήγη­σον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑ­μνεῖσαι* καὶ λα­τρεύσαι δέομαί* συ καταξίωσον. 

Τῆς ὀσφίος τὰ ἄλγη,* ὁ Πλαστουργὸς Κύριος,* καὶ ποικίλους ὄγκους ἰάται, λιταῖς σου, ἔνδοξε,* διὸ πρὸς σε οἱ πιστοί* μετὰ δακρύων βοῶσιν* καὶ αἰ­τοῦ­σιν, ῞Αγιε,* τὴν μεσιτείαν σου. 

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς* ὅτι πάντες ἱκετικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

̉Επίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπ τήν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν κα ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βο­ῶμεν σοί,* Κοσμᾶ ἀξιάγαστε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε

Σὲ προστάτην καὶ πρόμαχον* τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων* ὀνομάζομεν ἱκέταις σου·* διὸ εἰς σέ, Κοσμᾶ, καταφεύγομεν.  

Τέκνα τάχος συ δώρησον* τοῖς ποθοῦσι, Κοσμᾶ θεο­ειδέστατε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν κα­λὰς διαγνώσεις πάντοτε.

Θεοτοκίον.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεονύμφευτε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

῎Ιασαι, Κοσμᾶ,* τῶν παθῶν μου τὴν ἀσθένειαν* καὶ ταῖς πρεσβείαις σου παράσχου καμοὶ* ὑγιεί­αν ὡς καὶ μετάνοιαν, Θεοδόξαστε.

Δέομαι θερμῶς* ὁ ἀνάξιος ἱκέτης σου* τὴν νεότη­τα προστάτευσον, Κοσμᾶ,* ἐκ τῶν χειρῶν τοῦ ἀλά­στορος, πανευφρόσυνε.

Φύλαττε ἀεὶ* τοὺς προστρέχοντας τῇ σκέπῃ σου* ἐκ τῶν ποικίλων λοιμώξεων, ἔνδοξε,* καὶ ἐκ τῶν ὄ­γκων, Κοσμᾶ,* πιστῶν καταφύγιον. 

Θεοτοκίον.

῎Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύ­στως Μαριάμ, προστάτευσον.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κοσμᾶ Νεομάρτυς,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁ­δήγη­σον˙* δεόμεθά σου ταπεινῶς,* τὴν ῾Ελλάδα προστἀτευσον, ῞Αγιε.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδό­ξων οἱ χοροὶ, Νεομάρτυς,* καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμμάκαρ,* σὲ ὀνομάζομεν, Κοσμᾶ θεοδόξα­στε,* δε­όμεθά σου ἀγαθέ,* ἡμᾶς ἐκ τῶν κινδύνων διάσω­σον.

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Τρικ­καίων τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδή­γη­σον˙* δεόμεθά σου ταπεινῶς,* τῶν πιστῶν σὺ γε­νοῦ κα­ταφύ­γιον.

Θεοτοκίον.

̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέ­λη διώ­κεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ μονα­ζόντων χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέ­σποινα.  

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία.

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι τάχος ἐκ νόσων* καὶ σῶ­σον ἐκ τῶν κινδύνων* τοὺς καταφεύγο­ντας πρὸς σε,* Κοσμᾶ θεοδόξαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. (δίς)

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ πε­ριστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παρα­δώσει δὲ ἀδελφὸς ἀδελ­φὸν εἰς θά­νατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μι­σούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομεί­νας εἰς τέλος, οὗτος σωθή­σεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τοῦ  ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπῃς με τῶν  ̉Ορθοδόξων τὸ κλέος* τὸν πρὸς σε προστρέχοντα, καὶ καθικετεύοντα, ὁ ἀνάξιος˙* θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ δύνα­μαι, ἀρ­χεκάκου τὰ τοξεύματα,* σκέπην οὐ κέκτη­μαι,* οὐδὲ κα­ταφύγιον, Πάντιμε,* πάντοθέν εἰμι δέσμιος,* ἐκ ποι­κίλων παθῶν ὁ πανάθλιος,* Κοσμᾶ ἀ­θλοφόρε,* θησαύρισμα τῆς Τρίκκης καὶ Προύσσης χαρμονή,* μὴ παραβλέπῃς τὴν δέησιν,* ἐμοῦ τοῦ τρι­σάθλιου.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς .

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοῦ σεισμοῦ τὴν μανίαν* ταῖς λιταῖς σου, Κοσμᾶ κα­ταπαύει ὁ Κύριος,* διὸ σου ἱκεσίας* αἰτούμε­θα ἀ­παύστως* καὶ μετὰ πόθου ᾄδωμεν˙* τὸν Πλαστουρ­γὸν τοῦ παντός* εὐμένησον, Θεόφρων.

Οὐρανῶν Κυβερνήτην,* Κοσμᾶ ἀξιάγαστε, σφο­δρῶς ἠγάπησας˙* διὸ καὶ τὴν ζωήν σου,* ὡς  ἄ­κακον ἀρ­νίον,* Αὐτῷ προσενήνοχας,˙* ὦ Νεομάρτυς Χριστοῦ,* προστάτευσον ἱκέτας.

Λυτρωτὴν κα Σωτήρα* καθικέτευε πάντες, Κο­σμᾶ, δεόμεθα* παράσχει τοῖς ποθοῦσι* χαρὰν τε καὶ εἰ­ρήνην,* ἵνα πόθῳ σοι ᾄδωμεν˙* χαῖρε, τῆς Τρίκκης βλαστέ* καὶ δόξα  ̉Ορθοδόξων.

Θεοτοκίον.

Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι* παράσχου σου ἱκέταις* θάῤῥος ὁ­μολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξά­ζωμεν Σέ,* τὸ εὔχος τῶν ̉Αγγέλων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα* κα τῶν ἁπάντων Δεσπότην,* Νέο­μάρτυς Κοσμᾶ, ἐξαιτοῦμεν* ἀπαύστως δυσώπει,* ἵνα μὴ κολασθῶμεν.

Σέ, Νεομάρτυς,* καθικετεύομεν πάντες* τὸν Δε­σπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν πατρίδα* ἡ­μῶν περιφρουρήσῃ.

Τὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* κα­θικέτευε, Κοσμᾶ Νεομάρτυς,* ὅπως οἱ ἀχρεί­οι* ῥυ­σθῶμεν τῆς γεένης.

Θεοτοκίον.

̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκ­δι­ώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας* ἐλ­πίδαν ἐμφυτεύεις.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

̉Εν Προύσσῃ, ἀθλοφόρε* ἤθλησας νομίμως* καὶ τῶν μαρτύρων στεφάνους κατέκτησας˙* διὸ ἡ­μεῖς, θαυ­μαστέ,* τὴν σκέπην σου αἰτοῦμεν. 

Τὴν ἀνεργίαν, μάρτυς* Πλάστης καταπαύει* καὶ τοῖς ἱκέταις παρέχει τὰ κρείττονα,* διὸ πρὸς σε οἱ πιστοὶ* προσφεύγουσι ἀπαύστως.

Κοσμᾶ, σὲ ἱκετεύω* χείραν βοηθείας* παράσχου τοῖς σοι εἰκόνι προστρέχουσι,* ὅπως τὰ τέλη τοῦ βίου εἰσὶ ἀνώδυνα.

Θεοτοκίον.

Πανάχραντε Μαρία,* σὲ καθικετεύω* τοὺς ὀφθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,* καὶ ἐν τῆ πί­στει ἡ­μῶν* ὁδήγησον ταχέως. 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον* καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄντως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Χαίροις, ὁ ἐν Τρίκκῃ ἰδῶν τὸ φῶς* κα ἐν Προύσσῃ πάλαι* μαρτυρήσας διὰ Χριστόν˙* χαίροις,  ̉Ορθο­δόξων* ἀγλάϊσμα καὶ κλέος* κα πάντων τῶν νοσοῦ­ντων* θεράπων, ἔνδοξε. 

Τὸν Κοσμᾶν, ὑμνήσωμεν ἀδελφοὶ* τῶν πιστῶν τὸ κλέος* καὶ νοσοῦντων τὸν ἰατρόν,* τὸν τῆς Τρίκ­κης γόνον* καὶ Προύσσης, ἀθλοφόρον,* ἔνθα μάρτυ­ρος τὴν χλαίναν* οὖτος παρέλαβε.

Τῶν Νεομαρτύρων τὴν καλλονήν* καὶ τῶν ἐν ἀ­νά­γκαις ἀντιλήπτορα ταχυνόν.* Τῆς Τρίκκης τὸν γό­νον* καὶ Προύσσης τὸ κλέος* Κοσμᾶν τὸν ἀ­θλοφό­ρον,* πάντες τιμήσωμεν.

Τὸν Χριστὸν ἠγάπησας ἐκ παιδός,* Κοσμᾶ Νεομάρ­τυς* τῶν Τρικκαίων ἡ χαρμονή,* διὸ καὶ ἐν τῇ Προύσ­σῃ* ἐνήθλισας γενναίως* καὶ ἔλαβες ἐκ Πλά­στου* στεφάνους, ἔνδοξε. 

Χαίρουν καὶ ἀγάλλονται, θαυμαστέ,* ἡ Τρίκκη καὶ ἡ Προῦσσα* ὡς καὶ πάντες οἱ εὐσεβεῖς* ἔχο­ντες προστάτην,* φύλακαν καὶ ῥύστην* σέ, τῶν Νέομαρ­τύρων,* Κοσμᾶ, τὸ καύχημα.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱ­ε­ρεύς: Ο­τι Σοῦ...  

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. ῏Ηχος α’. Τῆς ἐρήμου…

Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πι­στῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ,* ἡμῖν παθῶν ἐκλύτρωσιν.

Δέησις. ̉ Απόλυσις καὶ  τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκό­νας ψάλλομεν τὰ ἑξῆς:

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντων συ προστάτης καὶ φρουρὸς* τῶν καταφευ­γόντων ἐν πίστει τῇ προστασίᾳ τῇ σῇ* ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεὸν* ἐν κινδύ­νοις καὶ θλίψεσιν* ἀεὶ σε μεσίτην* οἱ κατακαμπτόμε­νοι ὑπὸ ποικίλων παθῶν.* Μάκαρ,  ̉Ορθοδόξων τὸ κλέος,* ὅθεν σοι προσπίπτομεν ῥῦσαι* πάσης πε­ριστάσεως ἱκέτας σου.  

῏Ηχος πλ. δ’.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉Α­μήν.

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com