῞Οσιος
Δανιὴλ ὁ Μετεωρίτης
῾Ο ῞Οσιος Δανιὴλ γεννήθηκε στὸ Τσιότι, Φαρκαδόνα, Τρικάλων.
Πολὺ ἐνωρὶς ἄναψε μέσα του ἡ ἐπιθυμία νὰ ἀφιερωθεῖ στὸν Κύριον. Μὲ τὴν εὐχὴ τῶν
γονέων του ἀνέβηκε στὸν βράχο τοῦ ῾Αγ. ̉Αθανασίου τοῦ Μετεωρίτου ὅπου ἔγινε μοναχός.
Σὲ ὅλη του τὴ ζωὴ ἀγωνίσθηκε νὰ ἀποκτήσει ταπείνωση διὰ τῆς προσευχῆς, τῆς ὑπακοῆς,
τῆς ἁγνότητας καὶ τῆς τελείας ἀκτημοσύνης. Κοιμῶταν κι ἔτρωγε ἐλάχιστα, ἴσα
- ἴσα ὥστε νὰ μπορεῖ νὰ ἀνταπεξέρχεται στὶς ἀνάγκες τοῦ σώματος. Τὰ δάκρυα τῆς
μετανοίας ἔρρεαν συνεχῶς ἀπὸ τὰ μάτια του.
Τὸ
διακόνημά του ἦταν νὰ σκαλίζει ξύλινους Σταυροὺς εὐλογίας. Σώζονται στὴν ῾Ιερά
Μονὴ Μεταμορφώσεως τοῦ Κυρίου, Μεγάλο Μετέωρο, τρεῖς Σταυροί. ῞Ενας ἀπ̉ αὐτούς ἔχει χρονολογία 1609 καὶ χρειάστηκε δέκα
τέσσερα χρόνια γιὰ νὰ γίνει.
Στὴ Μονὴ φυλάσσεται ἡ ἁγία κάρα του ἡ ὁποία τὸ πρῶτο Σάββατο τῆς ῾Αγίας καὶ Μεγάλης Τεσσαρακοστῆς μεταφέρεται στὴ γενέτηρά του.
῾Η μνήμη του ἑορτάζεται τὴν 16ην Αὐγούστου.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Δανιὴλ τὸν
Μετεωρίτην
τὸν ἐκ Τσιοτίου καταταγόμενον
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
̉Εν Τσιοτίῳ ἀνεβλάστησας, μάκαρ,* καὶ ἐν Μετεώροις ἡγιάσθης, θεόφρον,* καὶ ἀνεδείχθης πάντων τῶν πιστῶν ἀρωγός,* λύτρωσον καὶ φύλαξον ἐξ ἀνάγκης καὶ νόσων,* πάντας τοὺς προστρέχοντας* ἐν τῇ σκέπῃ σου, πάτερ,* καὶ Κύριον ἰλέωσον, σοφέ,* ἵνα ῥυσθῶμεν ἐκ πλάνης καὶ θλίψεως.
Δόξα Πατρὶ...
̉Απολυτίκιον ῏Ηχος
α’. Τῆς ἐρήμου πολίτης...
Τσιοτίου τὸν γόνον* καὶ φρουρὸν τὸν ἀκοίμητον* καὶ τοῦ Μετεώρου τὸ κλέος,* Δανιήλ, εὐφημήσωμεν,* ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ* θαυμάτων ἀνεδείχθη ὁ κρουνὸς* καὶ εἰρήνην τὴν οὐράνιον ταχὺ* παρέχει τοῖς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ βεβαιοῦντι διὰ σοῦ, πίστιν τὴν ̉Ορθόδοξον.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας…
Δακρύων παράσχου μοι σταλαγμοὺς* καὶ ἄρδευσον τούτοις τὴν καρδίαν μου, Δανιήλ,* καὶ φαίδρυνον τάχος τὴν λαμπάδα* τῆς σκοτασθείσης ψυχῆς μου, μακάριε.
Παράσχου μετάνοιαν, Δανιήλ,* ἐμοὶ τῷ ἀθλίῳ* καὶ ἐν πταίσμασι ἀθλητῇ˙* διὸ ἀληθῶς τρέμω ὁ τάλας,* πῶς ἀπαντήσω ἐν κρίσει τὸν Κύριον.
Θεοτοκίον.
Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴρω, Θεοτόκε, δεητικῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμια,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Προστασίαν οὐκ ἔχω, ὁ τάλας καὶ ἄθλιος,* διὸ σοι προσπίπτω καὶ κράζω,* σῶσόν με, ῞Οσιε,* ἐκ πολλῶν ἀναγκῶν* καὶ ἐκ ποικίλων παγίδων,* Δανιὴλ τρισόλβιε,* σὺ με ἀπάλλαξον.
῾Ικετεύω σε, πάτερ, τῶν Θετταλῶν καύχημα,* ῥῦσαι με, σοφὲ ἀθλοφόρε, ἐκ τῶν ἰώσεων* καὶ τοῦ νοός, ἀγαθέ,* τοὺς ὀφθαλμοὺς ἄνοιξόν μοι* καὶ ἐκ τῆς αἰρέσεως* φύλαξον δέομαι.
Θετταλῶν σὺ τὸ κλέος* καὶ μοναστῶν καύχημα,* μάκαρ Δανιήλ, ἀνεδείχθης* ἐσχάτοις ἔτεσι,* παρέχεις πᾶσι, σοφέ,* τοῖς καταφεύγουσι πόθῳ* ὑγιείαν καὶ ῥώμην,* ὦ πανευφρόσυνε.
Θεοτοκίον.
̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ παρηγορίαν οὐκ ἔχω* ὁ τάλας, εὔσημε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθειαν,* Νύμφη ἀνύμφευτε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* τὸ καύχημα πάντων τῶν ̉Ορθοδόξων.
̉Επιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
Προστάτης θερμὸς τῶν ἀσθενοῦντων γέγονας* καὶ τῶν πιστῶν καταφύγιον, πανέφημε,* διὸ πάντες βοῶμέν σοι, θαυματουργὲ ῞Αγιε, πρόφθασον* καὶ ἐκ κινδύνων φύλαττε ἡμᾶς* τοῖς πόθῳ φιλοῦσιν τὴν ῾Αγίαν κάραν σου.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Τῶν παθῶν μου τὸν βόρβορον,* μάκαρ Δανιήλ,* τάχος ἀποκάθαρον* καὶ τὸν κλύδωνα κατεύνασον* τῆς ψυχῆς μου,* λαμπιδὼν ἀείφωτε.
Παρεδόθην τοῖς πάθεσιν,* διὸ θρηνῶ καὶ ὀδύρομαι, ῞Οσιε,* καὶ προστρέχω σοι, μακάριε,* τῶν ἐν μετανοίᾳ καταφύγιον.
Δανιὴλ τρισμακάριστε,* χριστιανῶν τὸ σέμνωμα καὶ τὸ καύχημα* τοὺς πιστοὺς ἀπαύστως σκέπασον* καὶ ἐκ νόσων πάντας διαφύλαξον.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε,* ὃν ἐκυοφόρησας καταπράϋνον* καὶ εὐμένεισον σοῦ δεόμεθα,* ἵνα φύγωμεν τὸ πῦρ τῆς κολάσεως.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
̉ Ιασαι πληγὰς* καὶ οἰδήματα καὶ μώλωπας* τῶν ἀσθενοῦντων ῾Ελλήμων, Δανιήλ,* καὶ ταῖς λιταῖς σου* μετάνοιαν πᾶσι δώρησαι.
Χάριζε ἀεὶ* ̉Ορθοδόξοις τρισμακάριστε,* χαράν, πραότητα καὶ πίστιν θερμὴν* καὶ τοῑς νοσοῦσι ὑγείαν παράσχου, ῞Οσιε.
῾Ρῦσαι τοὺς πιστῶς* εὐφημοῦντας τοὺς ἀγῶνας σου* ἐκ παθῶν καὶ δεινῶν ποικίλων, σοφέ,* καὶ ἐκ τῆς πλάνης διαβόλου σὺ διάσωσον.
Θεοτοκίον.
Δέσποινα, θερμῶς* ἱκετεύω σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις πάντων ἡμῶν* παράσχου, Θεόνυμφε.
ᾨδὴ στʹ. Τὴν δέησιν…
῾Ω ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν Ὅσιε πάντιμε,* δεόμεθά σου, ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Ποικίλοι ὡς καὶ δυσίατοι νόσοι* ταλανίζουσι ἡμᾶς τοὺς ἀχρείους,* σπεῦσον καὶ σῶσον τοὺς πόθῳ ἐλθόντας* πρὸ τῆς ἁγίας σου κάρας, ἀήττητε,* καὶ δίδου ἡμῖν, Δανιήλ,* ὑγιείαν καὶ ῥώμην, Θεόζηλε.
Θανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκ πάσης λοιμικῆς ἀῤῥωστίας,* ὦ Δανιήλ,* τὸν ἐν πίστει καὶ πόθῳ* καὶ κατανύξει ψυχῆς προσιόντα σοι* καὶ ἐκ πάντων τῶν σωματικῶν ἀλγηδόνων* σῶ-σον πρεσβείαις σου.
Θεοτοκίον.
̉Ορθόδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ στίφη διώκεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πιστῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σὲ, ῎Αχραντε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* τὸ καύχημα πάντων τῶν ̉Ορθοδόξων.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* Δανιήλ θεοδό-ξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς:
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο
Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:
Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…
῾Ο
Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς:
̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, …
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ῾Οσίου Δανιήλ πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Τὸν Χριστὸν ἠγάπησας* καὶ ἠκολούθησας, μάκαρ,* Δανιὴλ θεσπέσιε,* ἐν ἐσχάτοις ἔτεσι, Θεοδόξαστε.* Χάριζε δέομαι* ῥώμην καὶ ὑγείαν* πᾶσι τοῖς πιστῶς προστρέχουσι* καὶ τοῖς τιμῶσι σε πόθον παραδείσου παράσχου σοι,* καὶ σῶσον ἱκεσίαις σου* πάντας τοὺς προσφεύγοντας, ἔνδοξε,* ἵνα σὲ τιμῶμεν,* Θεόφρων τοῦ Κυρίου ἀθλητά,* τοῦ Τσιοτίου τὸ γέννημα* καὶ ὁσίων σέμνωμα.
῾Ο ῾Ιερεύς: Σῶσον,
ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός:
Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς.
ᾨδὴ
ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Παραδείσου οἰκήτωρ,* Δανιήλ, ἀνεδείχθης ἐσχάτοις ἔτεσι,* διὸ ἡμεῖς ἀπαύστως* πρὸς Κύριον βοῶμεν* καὶ ἐν δάκρυσι λέγομεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Τὸν Χριστὸν καὶ Σωτῆρα* καθικέτευε, ῞Οσιε τρισμακάριστε,* ὑπὲρ τῶν ἀσθενοῦντων* καὶ τῶν ἐν ἐξορίᾳ,* ἵνα ἅπαντες ᾄδωμεν˙* Χαῖρε πιστῶν χαρμονὴ* καὶ τῶν ̉Αγγέλων κλέος.
Τῶν ἀτέκνων συζύγων,* καταφύγιον γέγονας, θεοδόξαστε,* καὶ τῶν σφοδρῶς ποθοῦντων,* τὸν βίον τῶν ̉Αγγέλων,* ποδηγέτης ἀλάνθαστος˙* ὦ Δανιήλ θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
Θεοτόκε Παρθένε* ̉Ορθοδόξων τὸ καύχημα καὶ προπύργιον* μὴ μᾶς ἐγκαταλείπεις* εἰς χείρας τῶν δαιμόνων,* ἵνα πόθω κραυγάζωμεν* Χαῖρε, ὦ Μῆτερ Θεοῦ* πιστῶν χαρὰ καὶ κλέος.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τοῦ Τσιοτίου θαυματουργέ, σὺ τὸ κλέος* ἀληθῶς ἀνεδείχθης, παμμάκαρ,* καὶ τῶν μοναζόντων* τὸ πρότυπον καὶ δόξα.
῾ Ο δοιποροῦντας, θαυματουργέ, μὴ παρίδης,* Δανιήλ, Τσιοτίου τὸ θρέμμα* καὶ τοὺς ἐν ἀνάγκαις* βοήθει, θεοφόρε.
Τῶν ἐν θαλάσσῃ στεῤῥὸς φρουρὸς ἐπεγνώσθης,* Δανιήλ, ̉Ορθοδόξων τὸ κλέος* καὶ τῶν ἀσθενοῦντων* ἀνάργυρος θεράπων.
Θεοτοκίον.
Σὲ Θεοτόκε καθικετεύομεν πάντες* ̉Ορθοδόξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων* καὶ πάσης ἄλλης νόσου.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Λιμὴν τῶν μοναζότων* καὶ τῶν ̉Ορθοδόξων* σὺ ἀνεδείχθης ἐσχάτως, σεμνὲ Δανιήλ,* καὶ καταφύγιον πάντων* καὶ παραμύθιον.
Παράσχου, Θεοφόρε,* πίστιν καὶ ἀγάπην,* ὑπακοὴν καὶ εἰρήνην ἡμῖν, Δανιήλ,* τοὺς καταφεύγοντας πίστει* πρὸ τῆς εἰκόνος σου.
̉Ανῆλθες ἐν τῷ βράχῳ* τοῦ ̉Αθανασίου* καὶ ἀσκηθεὶς ἡγιάσθης, σεμνὲ Δανιήλ,* καὶ ̉Ορθοδόξων, θεόφρον,* τὸ κλέος γέγονας.
Θεοτοκίον.
Πανάχραντε Παρθένε,* φύλαττε ἐκ πλάνης καὶ ἐκ παντοίων κινδύνων ἱκέτας Σου* καὶ τὸν Υἱὸν Σου δυσώπει* θερμῶς δεόμεθα.
Καὶ εὐθὺς τά Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
῎Ιασον τὸ σῶμα μου, θαυμαστέ,* ἐκ ποικίλων νόσων καὶ παντοίων ἀσθενειῶν.* ῎Ιασον, παμμάκαρ,* ψυχὴν μου τὴν ἀθλίαν* καὶ ἐκ χειρῶν δαιμόνων* ταύτην ἐξάρπασον.
Χαίροις, θεοδόξαστε Δανιήλ,* μοναζόντων κλέος,* ̉Ορθοδόξων καταφυγή.* Χαίροις, Τσιοτίου* τὸ γέννημα καὶ θρέμμα* καὶ πάντων τῶν ἐν πίστει* βιοῦντων σέμνωμα.
Λύτρωσον ἱκέτας σου, ἱερέ,* Δανιὴλ θεόφρον* ἀπὸ πάσης ἐπιβουλῆς* καὶ τοὺς ̉Ορθοδόξους* διάσωσον ἀπαύστως* ἐκ τῶν αἰρετιζόντων* τὰς πλάνας, ῞Οσιε.
Χαίροις, Μετεώρων ἡ χαρμονὴ* καὶ τοῦ Τσιοτίου ὁ προστάτης καὶ ἀρωγός.* Χαίροις, ̉Ορθοδόξων τὸ πρότυπον, Θεόφρον,* καὶ πάντων τῶν ῾Ελλήνων* τὸ καταφύγιον.
̉Ορφανῶν προστάτης καὶ βοηθός,* πεινόντων τροφέας, καὶ ἀνέργων καταφυγή,* μάκαρ, ἀνεδείχθης,* διὸ σέ, Θεοφόρε,* δοξάζομεν ἀπαύστως,* καὶ ὕμνους μέλπομεν.
Πάντας τοὺς προστρέχοντας ἐπί σε,* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλὰ σὺ παράσχου* μετάνοιαν καὶ πίστιν,* εἰρήνην καὶ ὑγείαν* καὶ βίον ἔνθεον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ
Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριὰς..., Πάτερ ἡμῶν... ὁ
Ἱερεύς: ῞Οτι Σοῦ... ὁ Χορός: ̉Αμήν καὶ τὸ ̉̉̉Απολυτίκιον.
῏Ηχος α’. Τῆς ἐρήμου...
Τσιοτίου τὸν γόνον* καὶ φρουρὸν τὸν ἀκοίμητον* καὶ τοῦ Μετεώρου τὸ κλέος,* Δανιήλ, εὐφημήσωμεν,* ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ* θαυμάτων ἀνεδείχθη ὁ κρουνὸς* καὶ εἰρήνην τὴν οὐράνιον ταχὺ* παρέχει τοῖς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ βεβαιοῦντι διὰ σοῦ, πίστιν τὴν ̉Ορθόδοξον.
Δέησις. ̉ Απόλυσις καὶ ῏Ηχος
β’. ῞Οτε ἐκ τοῦ…
Δεῦτε ἐν τῷ βράχῳ ἀδελφοί* καὶ ἐν κατανύξει βαθεία καὶ ἱκεσία πολλῇ* τῇ κάρᾳ προσπέσατε καὶ κατασπάσασθε,* Δανιὴλ τοῦ τρισμάκαρος,* ὃς ἐκ Τσιοτίου* ὡς ἀστὴρ ἐξέλαμψεν* ἐσχάτοις ἔτεσι˙* τοῦτον ταπεινῶς δυσωποῦμεν* πρέσβευε πρὸς Κύριον* πάσης λυτρωθῆναι βλάβης* τοὺς ὑμνοῦντας σε.
῏Ηχος πλ δʹ.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν, Κύριε
Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡµᾶς.
Ἀμήν.
[1] Εἰς τὰ δύο πρῶτα
τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ
τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου