20 Ιουν 2026

Οσιονεομάρτυς Ιωνάς ο Αθωνίτης (21 ̉ Ιουνίου)

Οσιονεομάρτυς  Ιωνάς ο  Αθωνίτης

Ο ὁσιονεομάρτυς ̉Ιωνᾶς (κατά κόσμον  ̉Ιβάν  ̉Αντρέεβιτς Σανκόφ) γεννήθηκε τό 1879. ῾Η οἰκογένειά του ζοῦσε στή Μόσχα. ῞Οταν ἦταν 11 χρονῶν, ἀρρώστησε ἡ μητέρα του καί ἀναγκάστηκε νά πάει μαζί της  στό χωριό Σόλτσινο. ̉Εκεῖ ὁ ̉Ιβάν τελείωσε δύο τάξεις τοῡ σχολείου. ῞Οταν κοιμήθηκε ἡ μητέρα του ἐπέστρεψε στή Μόσχα, ὅπου ὁλοκλήρωσε τίς σπουδές του καί ἐργαζόταν κοντά στόν πατέρα του. Τό 1897, ὅταν ὁ  ̉Ιβάν ἔγινε 18 χρονῶν, ἦρθε στό ῞Αγιον ῎Ορος καί γράφτηκε ὡς δόκιμος στήν μονή τοῦ ῾Αγίου Παντελεήμονος. ̉Εδῶ, στίς 17  ̉Απριλίου τοῦ 1889 ἔγινε μικρόσχημος μοναχός μέ τό ὄνομα  ̉Ιωνᾶς καί στίς 12 Μαρτίου τοῦ 1902 μεγαλόσχημος. Στίς 5 ̉Ιουνίου τοῦ 1905 χειροτονήθηκε Διάκονος καί στίς 17 Σεπτεμβρίου τοῦ 1913 Πρεσβύτερος.

   Τήν 1η Μαρτίου τοῦ 1914 ἡ Μονή τόν ἔστειλε στό μετόχι τῆς Κωνστ/πόλεως, ὅπου ὑπηρέτησε ἔως τίς ἀρχές τοῦ πολέμου τῆς Τουρκίας μέ τήν Ρωσία. Τόν  ̉Ιούλιο τοῦ 1914, ὅταν ὅλοι οἱ Ρώσοι εἶχαν ἐκδιωχθεῖ ἀπό τήν Πόλη ὁ π. ̉Ιωνᾶς ἔφυγε ἀπό ἐκεῖ καί πῆγε στό μετόχι τῆς μονῆς του στήν  ̉Οδησσό καί ὑπηρέτησε ἐκεῖ μέχρι τό 1923 διότι οἱ ἄθεες ἀρχές τό ἔκλεισαν. Τό 1930 μετά ἀπό πρόσκληση τῶν συμπατριωτῶν του πῆγε στό χωριό  ̉Αλπάτεβο, ὅπου ὑπηρέτησε ἔως τή σύλληψή του.


   Στά τέλη τοῦ 1937 τόν συνέλαβαν οἱ ἄθεοι καί τόν φυλάκισαν γιά ἀντικαθεστωτική δράση.

   Στίς 7  ̉Ιουνίου τοῦ 1938 καταδικάστηκε ἀπό τό δικαστήριο σέ θάνατο καί ἐκτελέστηκε στίς 21 ̉Ιουνίου τοῦ 1938. ῾Η μνήμη του ἐορτάζεται στίς 21 ̉Ιουνίου.

Παρακλητικὸς Κανὼν

 εἰς τὸν ̒Οσιονεομάρτυρα ̉Ιωνα τὸν ̉Αθωνίτην

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής: 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν  ̉Αθωνίτην Νεομάρτυρα, πάντες* εὐσεβο­φρόνως καὶ σεμνῶς δεῦτε πάντες,* ἐν κατανύξει ἄ­σωμεν αὐτῷ ταπεινῶς,* ῥῦσαι τοὺς προστρέχο­ντας,*  ̉Ιωνᾶ θεοφόρε* πάσης περιστάσεως καὶ ποικί­λων κινδύνων,* ταῖς πρὸς  Χριστὸν λιταῖς σου θαυ­μαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν. 

Δόξα Πατρὶ…

 τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Τ

ῆς ῾Ρωσσίας τὸ κλέος καὶ τοῦ ῎Αθωνος καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* ̉Ιωνᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Καὶ νῦν… Θεοτοκίον.

Ο

ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

̉Ωδὴν ἱκετήριον, ̉Ιωνᾶ,* σοι μέλπο­μεν πά­ντες* καὶ  αἰτούμεθα  τα­πεινῶς* ἱλέ­ωσε  τάχος  τὸν Σωτήρα,* ὅ­πως ῥυ­σθῶ­μεν πυρὸς τῆς κολάσεως.

Θ

ερμῶς ἱκετεύω σε, ἀθλητά,* λιταῖς σου πρὸς Πλά­στην κα τῶν πάντων Δημιουργόν,* χάρι­σόν μοι, ̉Ιωνᾶ Νεομάρτυς,* ὑπομονὴν, ἀγάπην καὶ σύνεσιν. 

Τ

ὸν Πλάστην τοῦ κόσμου καὶ Ποιητὴν* ἱ­κέτευε πάντες* Σοῦ δεόμεθα ταπει­νῶς,* ὅπως παρά­σχῃ Σου ἱκέταις* τέλη ἀνώδυ­να καὶ ἀνεπαίσχυ­ντα.

Θεοτοκίον.

Τ

ὴν σήν, Θεοδόξαστε Μαριάμ,* θερμὴν προ­στα­σί­αν* ὁ ἀχρεῖος θερμῶς ποθῶ* ταύτην πα­ρά­σχου τῷ σῷ ἱκέτῃ,* τῶν ̉Ορθοδόξων τὸ κλέος κα καύχημα. 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος… 

̉Ορφανῶν ἀνεδείχθης,* καταφυγὴ Πάντιμε,* καὶ τῶν ἀσθενούντων προστάτης ὁ ἀπαράμιλλος,* διὸ προσέρχονταί σοι, τῶν  ̉Ορθοδόξων χορείαι* καὶ αἰτοῦσιν ῞Αγιε,* τὴν μεσιτείαν σου.

Λ

υτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἔνδοξε,* σὲ καθικετεύω ὁ τάλας,* σὺ ἐξευμένισον,* ἵνα ῥυσθῶ τοῦ πυρός,*  ̉Ιωνᾶ Νεομάρτυς,* καὶ ἰδεῖν τὸν Κύριον,* κἀμὲ ἀξίωσον.

Τ

αῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* εἰρηνεύει τὰ ἔθνη* τὰ τοὺς πολέμους θέλοντα* καὶ τὴν εἰρήνην ἀεὶ* καὶ  τὴν  ὁμόνοιαν  τάχος* τοῖς ἀν­θρώποις δίδωσι,*  ̉Ιωνᾶ ἔνδοξε.

Θεοτοκίον.

̉Ορθοδόξων τὰ τέκνα* καλῶς διαφύλατ­τε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύ­ονται* ἐν τῇ ὁδῷ τοῦ Υἱοῦ Σου* καὶ Αὐτὸν  δοξά­ζουσι*  διὰ τοῦ βίου των.

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Ιωνᾶ Νεομάρτυς,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉ Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τό Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σ

ὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀκατάβλητον* ἐλέους πηγή* καὶ πάντων καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι˙* Νεομάρτυς  ̉Ιωνᾶ, πρόφθασον* καὶ ἐκ τῶν νόσων φύλαξον ἡμᾶς,* ὁ μόνος  ἰατρὸς ὁ ἀλάνθαστος.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Τὴν ψυχὴν μου θεράπευσον* ταπεινῶς σοῦ δέομαι ὁ ἀνάξιος* ἐκ τῶν παθῶν ἃ τιτρώσκουσι ταύτην,* Νεομάρτυς  ̉Ιωνᾶ ἔνδοξε.

Σ

ὺ τὴν γλῶσσάν μου φύλαξον* ἐκ τῆς κατακρίσεως,  ̉Ιωνᾶ ἔνδοξε, καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπαντος.

̉Εκ τῶν νόσων σὺ ῥῦσαί με,*  ̉Ιωνᾶ Νεομάρτυς παντιμε,* καὶ μετάνοιαν παράσχου μοι,* ἵνα φύγω μάκαρ τῆς κολάσεως.

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέ­σποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατά­φεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε. 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Δώρησαι ἡμῖν* τὴν ὑγείαν δεομένοις σου* καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί,*  ̉Ιωνᾶ Νεομαρτύρων κλέος καὶ σέμνωμα. 

Δέχου προσευχάς* καὶ προσάγαγε αὐτὰς ταχὺ* τῷ Πλαστουργῷ,  ̉Ιωνᾶ θαυματουστέ,* ἵνα  δοξάζω ἀπαύστως σέ, Θεοδόξαστε. 

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

Θεοτοκίον.

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαι­τοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

̒Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδό­ξων οἱ χοροὶ, Θεοφόρε,* καὶ ἰατρὸν τῶν νοσοῦντων, θεόφρον,* σὲ ὀνομάζομεν πάντες, θεσπέσιε,* δεόμεθά σου  ̉Ιωνᾶ,* ἐκ τῶν παθῶν ἱκέτας διάσωσον.

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι,  ̉Ιωνᾶ φωσφόρε, παμμάκαρ* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπα­ντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς κα­ταπράϋνον δέομαι.

Τὰ τέκνα τῶν  ̉ Ορθοδόξων φύλαττε* ἐκ τῶν παθῶν τῶν κρυφίων, θεόφρων* καὶ ταῖς λιταῖς σου ὑγεί­αν παράσχου* καὶ εἰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου  ̉Ιωνᾶ,* τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος.

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διά­σωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Ιωνᾶ Νεομάρτυς,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ

Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σ

ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* Νεομάρτυς  ̉Ιωνᾶ, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων κατα­φύγι­ον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγί­ου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Ε

ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ πε­ριστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παρα­δώσει δὲ ἀ­δελφὸς ἀδελ­φὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μι­σούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομεί­νας εἰς τέλος, οὗτος σωθή­σεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ…

Τ

αῖς τοῦ Νεομάρτυρος  ̉Ιωνᾶ πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…  

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προ­στάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, ̉Ιωνᾶ Νεομάρτυς,* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* τῶν πιστῶν καί καύχημα.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Γ

υναικῶν ἀτεκνίαν* θεραπεύεις ταχέως,* ̉Ιωνᾶ ἔνδοξε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέ­ρας* πρὸς σὲ σπεύδουσι ᾄδουσαι˙* Χαῖρε, πι­στῶν ἡ χαρὰ* καὶ  ̉Ορθοδόξων κλέος.

̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης,*  ̉Ιωνᾶ ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγεί­αν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χρι­στοῦ* πρὸς δόξαν τοῦ Δεσπότου.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης,  ̉Ιωνᾶ ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ  γονυκλινῶς σοῦ  δέονται,* τὸν  Ζωο­δότην Χριστόν, εὐμένισον λιταῖς Σου.  

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδὴ η’. Τόν Βασιλέα…

Τὸν Βασιλέα καὶ Ποιητὴν ἐκδυσώπει* τοῦ δοθεῖ­ναι ἱκέταις  εἰρήνην,* ἵνα  σὺν  ̉Αγγέλοις*  δοξάζω­μεν Τριάδαν.

Σὲ Νεομάρτυς* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυ­μνοῦσι  ἁπαύστως  βοῶντες˙*  ̉Ιωνᾶ θεόφρων,* πι­στῶν χαρὰ κατέστης.

̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν,  ̉Ιωνᾶ, παρέχει.

Θεοτοκίον.

Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λι­ταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δο­ξάζομέν σε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον... 

Μετάνοιαν οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ καταφεύγω τῇ σκέπῃ σου, μάρτυς σοφέ,* ἣν,  ̉Ιωνᾶ σῷ ἱκέτῃ,* παράσχου δέομαι.

Τοὺς ὄγκους θεραπεύεις,* καὶ πιστοῖς παρέχεις* ἀκλόνητον ὑγιείαν, μάκαρ ̉Ιωνᾶ,* διὸ πρὸς σὲ οἱ νοσοῦντες* πίστει προσφεύγουσι.

Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, σεμνέ  ̉Ιωνᾶ,* καί  ̉Ορθο­δόξους ἀπαύστως* σκέπε δεόμεθα. 

Θεοτοκίον.

̉Αξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατα­κρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε. 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Α

ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Διὰ τὴν ἀγάπην τοῦ ̉Ιησοῦ* διωγμοὺς ὑπέστης* καὶ μαρτύρια πολλαπλά˙* σὺ καὶ τὴν ζωὴν σου* προ­σέφερες τῷ Κτίστῃ* διὸ σὺν τοῖς  ̉Αγγέλοις* νῦν κατευφρένεσαι.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν ἀξίωσον.

Δόξα ἐκκλησίας καὶ χαρμονή,*  ̉Ιωνᾶ, ἐδεί­χθης* καὶ προπύργιον μοναχῶν* καὶ τῆς νέο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* καὶ τῶν ἐν θλίψει ὄντων τὸ παραμύθιον.

Πάντας τούς προστρέχοντας ἐπί σέ* μή ἐγκαταλείπεις* ἀλλά δίδου ὑπομονήν,* πίστιν καί ἀγάπην,*  ὑγείαν, σωφροσύνην* καί τοῦ Θεοῦ τήν δόξαν* ἰδεῖν ἀξίωσον.

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,*  ̉Ιωνᾶ φωσφόρε,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυ­κλοῦντων* αὐτὴν ἐχθρῶν, θεόφρων,* διάσωσον λι­ταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον. 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς  τὸ  σωθῆναι  ἡμᾶς.

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Α­μήν. 

̉Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Τ

ῆς ῾Ρωσσίας τὸ κλέος καὶ τοῦ ῎Αθωνος καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* ̉Ιωνᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν,* δέχου  ̉Ορθοδό­ξων δε­ήσεις* ὦ,  ̉Ιωνᾶ θαυμαστέ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* σπεῦσον, Νεομάρτυς ἀθλοφόρε,* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πά­σης περιστάσεως καὶ θλίψε­ως.  

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.

̉Αμήν


3. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com