13 Απρ 2026

῞Αγιος ̉Αρσένιος ̉Επίσκοπος ̉Ελασσῶνος (1626) (῾Η μνήμη τοῦ ἑορτάζεται τὴν 13ῃ ̉Απριλίου)

῞Αγιος  ̉Αρσένιος ̉Επίσκοπος  ̉Ελασσῶνος (1626)

(῾Η μνήμη τοῦ ἑορτά­ζεται τὴν 13  ̉Απριλίου)

῾Ο ἅγιος Ἀρσένιος γεννήθηκε στὸ χωριὸ Καλογρι­ανὰ Καρδίτσης τὸ 1550. Πατέρας του ἦταν ὁ ἱε­ρεὺς Θεό­δωρος, μητέρα του ἡ Χρυσάφη, ἡ ὁποία, μετὰ τὸν θάνατο τοῦ συζύγου της, ἔγινε μοναχή.

   Τὰ πρῶτα γράμματα ἔμα­θε ἀπὸ τὸν ἀδελφό του Ἰωάσαφ καί ἀργότερα ἐμαθήτευσε στὰ Τρίκαλα, στόν Ἱ. Ν. Πανα­γίας Ἐπισκέψεως. Τήν περίο­δο αὐτὴ ἐκάρη μοναχός καὶ ἐμόνασε στὴ μονὴ Δουσίκου, ὅπου καὶ χειροτονή­θηκε ἱερεύς. Τό 1584 χειρο­τονήθηκε ἐ­πίσκο­πος Ἐλας­σῶνος. ῾Ο Πατριάρχης Κων/πόλεως τόν ἔ­στειλε στή Ρωσία ὅπου παρέμεινε μέχρι τὴν κοίμησίν του, τὸν Ἀπρίλι­ο τοῦ 1626. 

   Ἡ Ρωσικὴ Ἐκκλησία τὸ 1982 τὸν κα­τέταξε στὴ χορεία τῶν Ἁγίων καὶ ἡ μνήμη του ἑορτάζεται στὶς 13  ̉Απριλίου.

   Τὸ 2006 ἦλθαν στὴν ̉Ελασσώνα τμή­ματα ἐκ τῶν ἱερῶν λειψάνων του τὰ ὁποία  τοποθετή­θηκαν στὸν ῾Ιερὸ Ναό, ποὺ εἶναι ἀφιερωμένος στὸν  ἅ­γιο.  ̉Απότμημα ἀπὸ τὰ λείψανά του φυλάσσεται στὸν ῾Ιερὸ Ναὸ Παναγίας  ̉Επισκέ­ψεως Τρι­κάλων. 

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον  ̉Αρσένιον ̉Επίσκοπον  ̉Ελασσῶνος

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ  ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτω­λοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Οσιε, βοήθη­σον καὶ διά­σωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ με­σίτην,*  ̉Αρσένιε ἔχομεν.

Δόξα Πατρὶ... ̉ Απολυτίκιον ῏Ηχος αʹ. Τῆς ἐρήμου.

Τῆς Ρωσίας τὸ κλέος* καὶ  ̉Ελασσῶνος τὸν πρόμα­χον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογρια­νῶν γόνον, ἔνδοξον,*  ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν  ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσί σοι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσα­ντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς* σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ. Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1]. 

ᾨδὴ αʹ.  Ἦχος πλ. δʹ.  Ὑγρὰν διοδεύσας…

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ̉Αρχιθύτα τῶν Τρικκαίων τὴν καλλονήν,* καὶ τὴν σὴν βοή­θειαν αἰτοῦμαι* ἣν δώρησόν μοι τάχος, ̉Αρσένιε.

Τὸν Κτίστην ἠγάπησας ἐκ παιδός,* διὸ σὲ κατέ­στησεν,  ̉Αρσένιε, πρεσβευτήν* ἡμῶν τῶν ἀχρεί­ων, ὁ Δεσπότης,* ὃν εὐμένησον σοῦ πάντες δεόμεθα. 

Εἰρήνην παρέχει, θαυματουργέ,* λιταῖς σου ὁ Κτί­στης,* ὃν ἱκέτευε ἐκτενῶς,* ὅπως ἡμῖν παράσχῃ ὑ­γιεί­αν* καί ἐλπίδαν,  ̉Αρχιθύτα  ̉Αρσένιε.

Θεοτοκίον.

Παρθένε, ἡ Μήτηρ τοῦ Λυτρωτοῦ* δεόμεθα πά­ντες* σὺ εὐμένησον Σόν Υἱόν,* ὅπως ἡμῖν τά­χος χορηγήσῃ* τὴν τοῦ ἀσώτου μετάνοιαν, ῎Αχραντε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Ι῾κετεύομεν πάντες* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γὰρ,  ̉Αρσέ­νιε,* τὸν Λυτρωτήν  καὶ Σωτήραν,* ἐκ  παιδός ἠγάπη­σας* καὶ ἠκολούθησας.

῾Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑ­πέρμαχος,* σοφέ ̉Αρσένιε.

̉Απὸ πάσης ἀνάγκης,* καὶ τῶν δεινῶν λύτρωσαι*, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει,* μάκαρ  ̉Αρσέ­νιε˙* παράσχου πᾶσι σοφὲ,* ἁμαρτημάτων τὴν γνῶ­σιν,* καὶ ἐκ πλάνης δαιμόνων,* σῶσον ἱκέτας σου.

Θεοτοκίον.

Ρ῾αθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον τα­χὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Α­χραντε, Σὺ ἐξευμένισον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

Ε̉πιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…

Σὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀπροσμάχητον,* ἐ­λέους πηγὴ* καὶ κόσμου καταφύγιον,* ἐκτενῶς βο­ῶμέν σοι,*  ̉Αρχιθύτα  ̉Αρσένιε, πρόφθασον,* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ πίστει κατα­φεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Τὴν ψυχήν μου θεράπευσον* ἐκ τῶν παθῶν, σὺ  ̉Αρ­σένιε ἔνδοξε,* καὶ τὸ σῶμά μου προστάτευσον,* ἐκ ποικίλων νόσων, Θεοδόξαστε.

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις, ̉Αρσένιε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αρσένιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

Παρθένε θεόνυμφε,* τὸν υἱόν σου σκέπε καὶ δια­φύλαττε* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξά­ζειν Σε, Θεοκοινώνητε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Σὲ παρακαλῶ,*  ̉Αρχιθύτα  ̉Αρσένιε,* τοὺς Ὀρθοδό­ξους ἐκ πλάνης, θαυμαστέ,* καὶ ἐκ κινδύνων* ταῖς λιταῖς σου διαφύλαττε.

Κύριον θερμῶς* καθικέτευε, ̉Αρσένιε,* ὅπως παρά­σχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴ­κοις ἡ­μῶν, πανόλβιε.  

Υ῾πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

Θεοτοκίον.

Α῎χραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν  βε­λῶν τοῦ ἀρχαίου πτερνηστοῦ,* τοὺς ἱκέτας σου* ἀ­παύστως Μαριάμ, προστάτευσον.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Ε ̉κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Αρσένιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γο­νυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι. 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκε­τεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ  ̉Αρσένιε, τά­χος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν,* καὶ δεό­μεθα θερμῶς,  ̉Αρχιθύτα,* ἐκ τοῦ καρκίνου διά­σωσον πάντας,* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευ­σον,* καὶ φύλαξον ἐκ  συμφορῶν,* τοὺς  ἱ­κέτας  σου πάντες δεόμεθα.

                                                                                           Θεοτοκίον.

Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλο­δόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς σοι προσφεύγο­ντας θερ­μῶς,*  ̉Αρχιθύτα  ̉Αρσένιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προ­σέσχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰ­σέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσε­ται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύκον ἐρ­χόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέ­λει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ κα­λός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώ­σκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πα­τέρα˙ καὶ τὴν ψυχήν μου τί­θημι ὑ­πὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔ­στιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖνα δεῖ με ἀ­γαγεῖν καὶ τῆς φωνῆς μου ἀ­κού­σουσιν καὶ γενή­σονται μία ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας,* ῞Οσιε ̉Αρσένιε,* ἀλλὰ διαφύλαττε τὸν ἱ­κέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ γο­νυκλινῶς ἱκε­τεύω σε˙* φύλακα γὰρ πάντων,* προ­στάτην καὶ ἀκοί­μητον φρουρὸν* καὶ βακτηρίαν ἀ­κλόνητον,* Σέ, Χρι­στὸς, ἀνέδειξε.   

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεο­δόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δε­όμεθα ἀ­παύστως* διὸ σοι καταφεύγομεν,* ̉Αρσένιε θαυμα­στέ,* πιστῶν ἡ βακτηρία. 

Ρ῾αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκε­σίαις σου,*  ̉Αρσένιε παμμάκαρ,* προστρέχο­ντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντα˙* Χαῖρε, πιστῶν χαρμονὴ* καὶ κλέος τῶν ̉Αγγέλων.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* μυροβόλε ̉Αρσένιε, πά­ντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν καὶ ῥώσιν,* ἵνα πᾶντες κραυγάζομεν·* Χαῖρε, ῾Ρωσίας χα­ρὰ* καὶ τῆς ῾Ελλάδος δόξα.

Θεοτοκίον.

Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤ­ῥος ὁμο­λο­γίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξά­ζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα* καθικέτευε, τρισμάκαρ,* πάντες θερ­μῶς βοῶμεν ἀπαύστως,* ὅπως καταπέμψῃ ἡ­μῖν τὴν Θείαν Χάριν.

Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ  εἰς  τοὺς  γονέας* χαρὰν,  ̉Αρσένιε, παρέχει.

Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Πάτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.

Θεοτοκίον.

Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοή­θει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυ­ρὸς τοῦ αἰωνίου.  

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Α̉ρσένιε θεόφρων,* σκέπασον τὴν Τρίκκην* κα ἐκ τοῦ σεισμοῦ διάσωσον δέομαι* καὶ τοὺς ἐν αὐτῇ οἰκοῦντας* πίστιν παράσχου σύ.

Τὰ ἄλγη θεραπεύεις,* ̉Αρσένιε μάκαρ,* διὸ τὴν σοι ἐ­ξαιτοῦμεν βοήθειαν,* ἣν σύ παράσχου ἀ­παύ­στως* ἡμῖν, Θεόπνευστε.

Τοὺς ὄγκους θεραπεύεις,* νόσους ἐκδιώκεις* καὶ πι­στοῖς παρέχεις τάχος τὰ κρείττονα,*  ̉Αρχι­θύτα Χριστοῦ,*  ̉Αρσένιε μάκαρ.

Θεοτοκίον.

Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χει­ρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Θεονύμφευτε. 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α­῎ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ  ἐν­δο­ξο­τέ­ραν* ἀ­συγ­κρί­τως  τῶν  Σεραφείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Χαίροις, τῆς ῾Ρωσίας μυσταγωγὸς* καὶ τῆς  ̉Ελασσῶ­νος, ̉Αρχιθύτης θεοφιλής.* Χαίροις, ὁ ἐν Τρίκκῃ τὰς γνώσεις κατακτήσας* καὶ Καλογριανῶν ὁ γό­νος, μά­καρ  ̉Αρσένιε.

Χαίροις, ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῶν Τρικ­καίων,* ἀγλάϊσμα κα κλέος* κα τῶν πιστῶν ἡ δό­ξα,* μάκαρ ̉Αρσένιε.

Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου,*  ̉Αρσένιε θεόφρον,* πι­στῶν τὸ καύχημα.

Σκέπαζε,  ̉Αρσένιε θαυμαστέ,* πάντας τοὺς συζύ­γους* καὶ τὰ τέκνα αὐτῶν σοφέ.* Φύλαττε ἐκ νό­σων,* σατανικῶν παγίδων* καὶ ὀλιγοπιστίας* τοὺς σὲ γεραίροντας.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε  πρεσβείαν* εἰς  τὸ  σωθῆ­ναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς: Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Α­θάνα­τος ἐ­λέη­σον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύ­ματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώ­νας τῶν αἰώνων. ̉Αμήν.

Παναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰ­λά­σθη­τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπο­τα, συγχώρι­σον τὰς ἀνομί­ας ἡμῖν. ῞Αγιε, ἐπι­σκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡ­μῶν, ἕ­νεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώ­νων.  ̉Αμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια­σθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασι­λεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀ­φίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσε­νέγκης ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …

Ὁ Χορός:  ̉Α­μήν.  

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. ῏Ηχος αʹ. Τῆς ἐρήμου…

Τῆς Ρωσίας τὸ κλέος* καὶ  ̉Ελασσῶνος τὸν πρόμα­χον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογρια­νῶν γόνον, ἔνδοξον,*  ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν  ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰά­σεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσι σοί˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσα­ντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.

Δέησις, ̉ Απόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς:

῏Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ̉Αρσένιε ἔνδοξε,* δίδου σὺ μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνω­σιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγὸν ἀσφαλῆ.* Μάκαρ, τῶν Τρικκαίων τὸ κλέ­ος,* καὶ τῆς  ̉Ελασσῶνος ποιμένας* ὀρφανῶν καὶ χη­ρῶν σὺ εἶ καταφύγιον.

῏Ηχος πλ. δ’.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. 

῾Ο Χορός:  ̉Α­μήν.



[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com