4 Μαρ 2026

῞Αγιος Νεομάρτυς Γεώργιος ὁ ἐκ Ραψάνης (5 Μαρτίου)

῞Αγιος Νεομάρτυς Γεώργιος ὁ ἐκ Ραψάνης

(5 Μαρτίου)

῾Ο Νεομάρτυς ἅγιος Γεώργιος γεννήθηκε στή Ραψάνη τό 1798 ἀπό εὐσεβεῖς γονεῑς. Μορφώθηκε στή φημισμένη Σχολή τῆς γενέτειράς του καί τό 1816 ἀνέλαβε τό λειτούργημα τοῦ δασκάλου στήν ἴδια Σχολή. Μεταξύ τῶν μαθητῶν ἦταν κι ἕνα Τουρκόπουλο πού τό εἶχαν στείλει οἱ γονεῖς του ὡς οἰκότροφο στή Ραψάνη. ῾Ο μικρός Μωαμεθανός, προσαρμοζόμενος γρήγορα στό κλίμα τοῦ Σχολείου καί ἐνθαρρυνόμενος ἀπό τόν δάσκαλό του, ἀγάπησε τήν ἑλληνορθόδοξη Παιδεία. ῎Εφτασε στό σημεῖο, μάλιστα, νά ὑποτιμᾶ τά ἱερά τοῦ  ̉Ισλαμισμοῦ, ἐνῶ ἀντίθετα τιμοῦσε τήν πίστη τῶν ῾Ελλήνων. Κι ὅλα αὐτά γιατί ὁ Γεώργιος εἶχε καταφέρει νά ἐμφυσήσει στήν ψυχή του τήν ἀγάπη γιά τόν Χριστό. Οἱ γονεῖς του βλέποντας ὅτι ὁ γιός τους ἐτοιμαζόταν νά ἀλλαξοπιστήσει, ἔβαλαν ὁμοεθνεῖς τους νά πάνε στή Ραψάνη καί νά συλλάβουν τό δάσκαλό του. Τόν συνέλαβαν καί τόν ὁδήγησαν δέσμιο νά δικαστεῖ. ῾Η κατηγορία πού τόν βάραινε ἦταν μία καί μοναδική: «ἐκχριστιανισμός μουσουλμανόπαιδος». ῾Η δικαστική διαδικασία ἦταν συνοπτική καί ἡ ἐτυμηγορία τῶν δικαστῶν προαποφασισμένη: «θάνατος μέ μαρτύριο». ῾Ο Γεώργιος ρίχτηκε ἀρχικά γυμνός σέ καυτό λουτρό, καί ἀργότερα τόν ἀποκεφάλισαν. Τό σῶμα του ἐνταφιάστηκε στό σημεῖο τοῦ μαρτυρίου του.  ̉Αργότερα τά ἅγια λείψανά του μετακομίσθηκαν στή Ραψάνη.

   ῾Η μνήμη του ἐορτάζεται στίς 5 Μαρτίου.

Παρακλητικός Κανών

εἰς τὸν Νεομάρτυρα ῞Αγιον Γεώργιον τὸν ἐκ Ραψάνης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ χορὸς σὲ  Ἦχον δ´ λέγει τὸ : Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,… (τετράκις).

Εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὸν ἀγαπήσαντα θερμῶς τὸν Δεσπότην, καὶ μαρτυρίου ἐνδύθεντα τὴν χλαῖναν, δεῦτε πιστοὶ βοήσωμεν ἐκ βάθους ψυχῆς˙ φύλαττε, Γεώργιε, Νεομάρτυς Κυρίου, πάντας τοὺς προστρέχοντας, ἐκ καρκίνου καὶ πλάνης, καὶ ἐκ κινδύνων ῥῦσαι θαυμαστὲ, καὶ ἐξ ὀδόντων τοῦ δράκοντος ἅπαντας.

Δόξα Πατρὶ καὶ Υἱῷ… Ἀπολυτίκιον. Ἦχος δ’.

Τῆς ῾Ραψάνης τὸν γόνον καὶ θερμὸν ἀντιλήπτορα, καὶ νεοφανὴ στρατιώτην, τοῦ τῶν ὅλων δεσπόζοντος, Γεώργιον τὸν Νέον ἀθλητήν, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί˙ πᾶσαν χάριν γὰρ παρέχει παρὰ Θεῷ, τοῖς πρὸς αὐτὸν κραυγάζουσι˙ δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀναξιοι˙ εἰ μὴ γὰρ σὺ προΐ­στασο πρε­σβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σούτων κινδύ­νων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέ­ρους; Οὐκ ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σού˙ σοὺς γὰρ δούλους σώ­ζεις ἀεί, ἐκ παντοίων δει­νῶν.

Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν (χύμα). καὶ ἀκολουθοῦν αἱ: ᾨδαὶ τοῦ Κανόνος.[1] 

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…

Τὰς χείρας μου αἴρω ἱκετικῶς, πρὸς σὲ Νέομάρτυς,  ̉Ορθοδόξων καταφυγή, εὐμένισον δέομαι ὁ τά­λας, τὸν Πανοικτήρμονα  κτίστην τοῦ σύμπαντος.

̉Ι ώσεις ποικίλας, θαυματουργέ, ταχὺ θερα­πεύ­εις, διὸ σπεύδω γονυκλινῶς, πρὸ τῆς ἁγί­ας σου εἰκό­νος, καὶ ἐκζητῶ σὴν βοήθειαν, Πά­ντιμε. 

Προστάτευσον πάντας, θαυματουργέ, ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοειδῶν, ὑγείαν παράσχου σῷ ἱκέτῃ, Νεομαρτύρων τὸ κλέος, Γεώργιε.

Θεοτοκίον.

῾Ικέτας ἀξίωσον, Μαριάμ, μελετᾶν ἡδέως τοῦ Υἱοῦ Σου τάς ἐντολᾶς, καὶ ταῦτας ἀξίωσον τη­ρεῖσαι, ἵνα ἅπαντες Αὐτὸν δοξάζουσι.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Λυτρωτὴν τῶν ἀνθρώπων, καὶ Πλαστουργὸν ἔνδοξε, σὲ καθικετεύω ὁ τάλας, σὺ ἐξευμένισον, ἵνα ῥυσθῶ τοῦ πυρός, τοῦ αἰωνίου παμμάκαρ, καὶ ἰδεῖν τὸν Κύριον, κἀμὲ ἀξίωσον.

῾Ι κετεύω πόθῳ, Νεομάρτυς Γεώργιε, παράσχου ἡμῖν, Θεοφόρε, πᾶσαν βοήθειαν, τοῖς εὐφημοῦσι φωστὴρ καὶ καταφεύγουσι πόθῳ, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ταῖς λιταῖς σου, Παμμάκαρ, ὁ Ποιητὴς τάχυον, εἰρηνεύει τὰ ἔθνη, τὰ τοὺς πολέμους ἔχοντα, καὶ τὴν γαλήνην ἀεὶ, καὶ τὴν ὁμόνοιαν, Μάρτυς, τοῖς ἀν­θρώποις δίδωσι, ὁ Πολυέσπλαχνος.

Θεοτοκίον.

Διάσωσον, ἀπὸ κινδύνων, Γεώργιε, σοῦ ἱκέ­τας, ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν, τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

̉Ε πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...

Σὺ πρέσβυς θερμὸς, καὶ τεῖχος ἀπροσμάχητον, ἐ­δεί­χθης, σοφέ, καὶ κόσμου καταφύγιον, ἐκτε­νῶς βο­ῶμεν σοί, Νεομάρτυς Γεώργιε, πρόφθα­σον, καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς, τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

̉Ιατρὸς ὁ ἀλάνθαστος, ἀνεδείχθης, Νεομάρτυς Γεώργιε, σὺ τοὺς πόνους καταπράϋνον, καὶ ὑγείαν δώρησαί μοι, ῞Αγιε.

Τέκνα τάχος σὺ δώρησον, τοῖς ποθοῦσι, Νέομάρτυς Γεώργιε, καὶ παράσχου ῥώσιν ἅπασι, τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

̉Εκ τροχαίου προστάτευσον, τὸν ἱκέτην, Νέομάρτυς Γεώργιε, καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας, ὑ­γιείαν δίδου, Θεοδόξαστε.

Θεοτοκίον.

Θεοτόκε δεόμεθα, ἡμεῖς οἱ ἀνάξιοι γόνυ κλίνο­ντες, τὸν Υἰὸν Σου, καθικέτευε, ἵνα δωρίσει ἡμῖν μετάνοιαν.   

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου, Μακάριε, καὶ ἱκέτας σου σκέπε, Μάρτυς σεμνέ, καὶ ἐξ ὀδόντων ἐχθροῦ, σὺ τάχος ἐξάρπασον.

῾Ρῦσαί με δεινῶν, ῾Ραψάνης τέκνον ἀήττητον, καὶ ἐκ νόσων, θλίψεων καὶ συμφορῶν, τῇ μεσιτείᾳ σου, Νεομάρτυς, ἀπάλλαξον.

Δέομαι θερμῶς, σοῦ, Νεομάρτυς Γεώργιε, τὴν μανί­αν τοῦ πυρός, θαυματουργέ, ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.   

Θεοτοκίον.

Δέσποινα θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ὁμόνοιαν, εἰρήνην τε καὶ χαράν, τοῖς οἴκοις πάντων ἡμῶν, παράσχου,  ̉Αμόλυντε.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Θανάτου τοῦ αἰφνιδίου ῥῦσαι με, Θεοδόξαστε σεμνὲ Νεομάρτυς, καὶ ἐκ παθῶν καὶ δεινῶν ἀλγηδόνων, ῥῦσαι ἱκέτην, Γεώργιε ἔνθεε, καὶ σῶσον τοὺς Χριστιανοὺς,* ἐκ παγίδων τοῦ ὄφεως, Πάντιμε.

Νεότης σὺ καταφεύγει, ἔνδοξε, καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως˙ ῥῦσαι, παμμάκαρ Γεώργιε, τάχος, ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας, καὶ Κύ­ριον τῶν οὐρανῶν, καὶ τῆς γῆς κατάπράϋνον δέομαι.

Τῶν  ̉Ορθοδόξων τὰ πλήθη, ἔνδοξε, σοῦ θερ­μῶς δέονται, Μάρτυς, ἀπαύστως˙ ῥῦσαι ἱκέτας, Γεώργιε, τάχος, ἐκ τῶν ποικίλων ἰώσεων ἄπαντας, καὶ Κύριον τῶν οὐρανῶν, ἐξευμένησόν συ, Θεοδόξαστε.

Θεοτοκίον.

Πανάχραντε, ̉ Ορθοδόξους φύλαττε, καὶ διάσωζε ἐκ πάσης κακίας, καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους, τάχος ὁδήγησον πάντες δεόμεθα, τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς, ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον, ἀπὸ κινδύνων, Γεώργιε, σοῦ ἱκέ­τας, ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν, τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως, ἐπ̉  ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώ­πησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία.

Προστάτης πτωχῶν ἀνεδείχθης μακάριε, καὶ νοσούντων ἰατρὸς ἀλάνθαστος, ῞Αγιε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ φύλαξον, θαυματουργὲ, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ἡμᾶς τοὺς σοὶ προστρέχοντας. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ ἑτοιμότατος φρουρός, Θεοδόξαστε Γεώργιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ ̉Ιωάννην.(Κεφ. ιεʹ17-27, ιςʹ 1-2)…

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λό­γου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μεί­ζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐ­δίωξαν, καὶ ὑμᾶς διώ­ξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέ­τερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχου­σι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶ­χον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ με­μισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λό- γος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμί­σησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦ­μα τῆς ἀ­ληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύε­ται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλι­σθῆτε.  ̉Αποσυ­ναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑ­μᾶς  δόξῃ  λα­τρείαν  προσφέρειν τῷ Θεῷ.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ Γεωργίου πρεσβείαις Ἐλεῆμον, ἐξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου..

Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστά­τα, τὸν θερμῶς προστρέχοντα, καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙ νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα, καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα, ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι, πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔ­χω πλήν σου, Γεώργιε μάρτυς, προπύργιον ἁπάντων τῶν πιστῶν, καὶ τῆς νεό­τητος, ἔνδοξε, φρουρὸς ὁ ἀκοίμητος.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

Καὶ αἱ λοιπαὶ δαὶ τοῦ Κανόνος

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Ιησοῦν τὸν Σωτήρα, ὃν ἠγάπησας, μάρτυς, τα­χὺ δυσώπησον, ῥυσθῆναι τῶν πτασμάτων, ψυχῆς τε  μολυσμάτων, τοὺς  ἐν  πίστει  κραυγάζοντας˙ χαῖρε, πιστῶν ὁ φρουρὸς, καὶ πάντων ὁδοδείκτης.

῾Ραθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Γεώργιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζοντα˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοῦ σεισμοῦ τὴν μανίαν, καταπαύει ὁ Πλάστης λιταῖς σου, ἔνδοξε, διὸ πιστῶν τὰ πλήθη, αἰτοῦσι σαῖς πρεσβεῖαις, καὶ  γονυκλινῶς σοῦ  δέονται, τὸν Ζωο­δότην Χριστόν, εὐμένισον, Θεόφρων. 

Θεοτοκίον.

Μητροπάρθενε Κόρη, τὸν Υἱὸν σου ἱκέτευε σοῦ δε­όμεθα, ὑπὲρ τῶν σὲ ὑμνοῦντων, καὶ σὲ δοξολο­γοῦντων, καὶ ἁπαύστως βοῶντών σοι˙ Χαῖ­ρε, λι­μὴν ἀσφαλὴς, ἡμῶν τῶν  ̉Ορθοδό­ξων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα τῶν οὐρανῶν, Νεομάρτυς, καθι­κέτευε πάντες αἰτοῦμεν, ὅπως ἡμῖν παρά­σχῃ, ἀνώδυνα τὰ τέλη.

Τὰς ἀσθενείας ἡμῶν ταχὺ θεραπεύει, σαῖς λι­ταῖς, ὁ τῶν πάντων, Δεσπότης, διὸ σε ὑμνοῦ­μεν, Γεώργιε τρισμάκαρ.  

Θεοτοκίον.

Τὴν Θεοτόκον τῶν ̉Ορθοδόξων τὰ πλήθη, ἀνυ­μνοῦσι ἁπαύστως βοῶντες˙ Χαῖρε, Θεομῆ­τορ, πι­στῶν χαρὰ καὶ κλέος.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον παμμάκαρ, τοὺς ἐξαιτοῦντας ἐν πίστει τὴν σὴν ἀῤῥωγήν, καὶ τοὺς ἐν θλίψεσιν ὄντας, τάχος ἐπίσκεψαι.

Τὰ τέκνα ̉Ορθοδόξων, Γεώργιε μάκαρ, ἐκ τῆς ἀπιστίας σὺ διαφύλαττε, καὶ εἰς νομὰς τοῦ Κυρίου, ταῦτα ὁδήγησον.

̉Αδυναμίας, τῶν μαθητῶν ταῖς λιταῖς σου, θερα­πεύει ὁ Κτίστης ταχέως, καὶ εἰς τοὺς γονέας, χα­ρὰν παρέχει, μάρτυς.

Θεοτοκίον.

Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία, σαῖς λι­ταῖς, ἐξ ῾Ελλάδος, ὁ Πλάστης ἐκδιώκει˙ διὸ δο­ξάζομέν σε.

Καὶ εὐθὺς, τὰ Μεγαλυνάρια

῎Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θε­οτόκον, τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον, καὶ Μητέρα τοῦ Θεοῦ ἡ­μῶν. Τὴν τιμιω­τέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυ­γκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως,  Θεὸν  Λόγον  τεκοῦ­σαν, τὴν  ὄντως Θεοτόκον, σὲ με­γαλύνομεν.

Χαίροις Νεομάρτυς, τοῦ  ̉Ιησοῦ˙ τῆς ῾Ραψάνης   κλέος, καὶ ῾Ελλάδος ἡ χαρμονή, Χαίροις τῶν νοσοῦ­ντων, ἀ­νάργυρος θεράπων, Γεώργιε τρι­σμάκαρ, πι­στῶν τὸ στήριγμα.

῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ, Γεώργιε μάρτυς, θεραπεύειν ὁλοτελῶς, ὄγκους καὶ ἰώσεις, διὸ καὶ οἱ νοσοῦντες, βοήθειαν αἰτοῦσι, Μάρτυς πανύμνητε.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν, ὕψωσον λιταῖς σου, καὶ παράσχου πᾶσι ταχὺ, δύναμιν καὶ ῥώσιν, ταπείνωσιν, ὑγείαν, καὶ Παραδείσου κάλ­λη, ἰδεῖν ἀξίωσον.

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ, Γεώργιε μάρτυς, σοῦ δεόμεθα ταπεινῶς, καὶ ἐκ τῶν κυ­κλοῦντων, αὐτὴν ἐχθρῶν, φωσφόρε, διάσωσον λι­ταῖς σου, ταῖς πρὸς τὸν ῞Υψιστον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρί­ου,  ̉Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι πά­­ντες, με­τὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβεί­αν, εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν…, ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ

̉ Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…

Τῆς ῾Ραψάνης τὸν γόνον καὶ θερμὸν ἀντιλήπτορα, καὶ νεοφανὴ στρατιώτην, τοῦ τῶν ὅλων δεσπόζοντος, Γεώργιον τὸν Νέον ἀθλητήν, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί˙ πᾶσαν χάριν γὰρ παρέχει παρὰ Θεῷ, τοῖς πρὸς αὐτὸν κραυγάζουσι˙ δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως, μικρὰ ἀπόλυσις καὶ τὸ: ῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν, δέχου  ̉Ορθοδό­ξων δε­ήσεις, ὦ, Νεομάρτυς Χριστοῦ, ἄλλον γὰρ οὐκ ἔ­χομεν, πρὸς τὸν Θεὸν πρεσβευτήν, οἱ παθῶν ἐμπι­μπλάμενοι, ἀόκνως, φωσφόρε, σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙ Γεώργιε μάρτυς, σπεῦσον, ῥῦσαι τοὺς ἱκέτας σου τάχος, ἐκ πά­σης περιστάσεως καὶ θλίψε­ως.  

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆ­τερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς: Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.   ̉Αμήν.



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com