῾Οσιομάρτυς Δαμιανὸς ὁ ἐκ Μυριχόβου
(14 Φεβρουαρίου)
῾Ο ῞Αγιος καταγόταν ἀπὸ τὸ Μερίχοβο τῆς Καρδίτσας, τὴν σημερινὴ ῾Αγία Τριάδα. Νεαρὸς πῆγε στὸ ῞Αγιον ῎Ορος καὶ μόνασε στὴν ῾Ι. Μ. Φιλοθέου. ̉Αφοῦ ἔζησε λίγο καιρὸ ἐκεῖ ὑποτάχθηκε στὸν ἀσκητή Δομέτιο ὅπου ἔμεινε τρία χρόνια ἀγωνιζόμενος γιὰ τὴν κάθαρση τοῦ ἑαυτοῦ του ἀξιώθηκε νὰ ἀκούσει θεία φωνὴ ποὺ τοῦ ἔλεγε: «Δαμιανέ, δὲν πρέπει νὰ ζητᾶς μόνο τὸ συμφέρον σου ἀλλὰ καὶ τῶν ἄλλων». Τότε ἄφησε τὸ ῞Αγιον ῎Ορος καὶ ἦλθε στὴν περιοχὴ τοῦ ̉Ολύμπου ὅπου περιόδευε τὰ χωριὰ καὶ κήρυττε στοὺς Χριστιανοὺς τὴ μετάνοια καὶ τὴν τήρηση τῶν ἐντολῶν. ῾Ο μισόκαλος διάβολος παρακίνησε ἀσεβεῖς, νὰ τὸν κατηγορήσουν στὶς ἀρχές. ῾Ο ἅγιος τότε ἔφυγε γιὰ τὰ μέρη τοῦ Κισσάβου, ὅπου ἵδρυσε μονή. Πηγαίνοντας γιὰ δουλειὲς τῆς μονῆς στὸ χωριό, Βουλγαρίνη, συνελήφθη ἀπό τοὺς Τούρκους, οἱ ὁποίοι τὸν ὁδήγησαν στὸν πασὰ τῆς Λάρισας μὲ τὴν κατηγορία ὅτι ἐμποδίζει τοὺς Χριστιανοὺς νὰ συμμετέχουν στὰ παζάρια τῆς Κυριακῆς. ῾Ο πασὰς διέταξε νὰ τὸν βασανίσουν. Γιὰ δεκαπέντε μέρες τὸν βασάνιζαν μὲ διάφορους τρόπους γιὰ νὰ τὸν κάνει νὰ ἀρνηθεῖ τὸν Χριστό. ῾Ο ῞Αγιος ὅμως ἔμενε σταθερὸς στὴν πίστι του. Τότε ὁ πασὰς διέταξε νὰ τὸν ἀπαγχονίσουν καὶ μετὰ νὰ κάψουν τὸ σῶμα του. ̉Αφοῦ τὸν κρέμασαν ἀργότερα κάποιος, ἔκοψε τὸ σκοινὶ καὶ ἔπεσε κάτω ὁ μάρτυρας μισοπεθαμένος. Τὸν σήκωσαν καὶ ζωντανὸ τὸν ἔριξαν στὴ φωτιά. ̉Αφοῦ κάηκε τὸ σῶμα του τὴ στάχτη του τὴν ἔριξαν στὸν Πηνειὸ ποταμό.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῾Οσιομάρτυρα Δαμιανὸν τὸν ἐκ
Μυριχόβου
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
|
Τ |
ὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προστρέχοντας,* Δαμιανέ Νεομάρτυς,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ…
̉ Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου.
|
Μ |
υριχόβου τὸν γόνον* καὶ τοῦ ῎Αθωνος κλέϊσμα* καὶ τῶν πάλαι Μαρτύρων, μιμητὴν καὶ ὁμότροπον,* Δαμιανόν, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ παρέχοντι διὰ σοῦ, ἡμῖν τὰ κρείττονα.
Καὶ νῦν… Θεοτόκιον.
|
Ο |
ὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδή α´. ῾Υγράν
διοδεύσας...
|
Π |
ροσπίπτω ὁ τάλας δεητικῶς* πρός σε, ἀθλοφόρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* Δαμιανέ, τῶν πιστῶν καταφύγιον.
|
Κ |
αρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σωτήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν
|
Τ |
ὸν νοῦν μου ἐσκότισεν ὁ ἐχθρὸς* διὸ καὶ στενάζω* καὶ ὀδύρομαι, θαυμαστέ,* καὶ πρὸ τῆς εἰκόνος σου προσπίπτω* καὶ ἐκζητῶ σὴν βοήθειαν, ἔνδοξε.
Θεοτοκίον.
|
Π |
ανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ καταφεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν Σὴν βοήθειαν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδή γʹ. Οὐρανίας ἁψῖδος...
|
Τ |
ὴν νεότητα σκέπε καὶ πατρικῶς φρούρησον* καὶ εἰς τὴν ὁδὸν τοῦ Κυρίου* ταύτην ὁδήγησον,* ἵνα ἀπαύστως τηρῇ* τὰς ἐντολὰς τοῦ Δεσπότου* καὶ Χριστὸν τὸν Κύριον,* δοξάζει, δέομαι.
|
Τ |
ῶν ῾Ελλήνων προστάτης,* Δαμιανέ, γέγονας* καὶ τῶν ̉Ορθοδόξων μεσίτης* καὶ καταφύγιον˙* διὸ σέ, Θαυμαστέ,* πιστοὶ ἀπαύστως ὑμνοῦσιν* καὶ Χριστὸν δοξάζουσι* τὸν σε δοξάσαντα.
|
Τ |
οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
Θεοτοκίον.
̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας ῾Οσιομάρτυς,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* τὸν μέγαν τῶν ̉ Ορθοδόξων προστάτην.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι* τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία
θερμὴ ...
|
Σ |
ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμεν σοί,* Δαμιανὲ πάντιμε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
|
Τ |
έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Δαμιανέ πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
ὺ τὴν γλῶσσαν μου φύλαξον* ἐκ τῆς κατακρίσεως, τρισμακάριστε,* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν* Κτίστην τὸν τοῦ σύμπαντος.
̉Εκ τῶν ὄγκων θεράπευσον* ἡμᾶς τοὺς προσπίπτοντάς σοι, μακάριε,* καὶ εἰρήνης καταξίωσον* ̉Ορθοδόξους χώρας,* Χριστοφώτιστε
Θεοτοκίον.
῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε.
ᾨδή εʹ. Φώτισον ἡμᾶς…
|
Δ |
ίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσιν γίνου θεραπευτὴς* μαρτύρων κλέος* καὶ τῶν πιστῶν καταφύγιον.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
|
Σ |
τήριξον ἡμᾶς* ἐν τῇ πίστει, ἱερώτατε,* καὶ τεθλιμένους παραμύθησον* τοὺς πρὸς σὲ πόθῳ καταφεύγοντας.
Θεοτοκίον.
|
Φ |
όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Θεομακάριστε.
ᾨδή στʹ. Τὴν δέησιν ἐκχεῶ…
|
Ν |
εότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως˙* ῥῦσαι, Δαμιανὲ ἔνδοξε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε* τὸν ἱκέτην σου, Δαμιανὲ μάρτυς,* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον˙* σοῦ δέομαι γονυκλινῶς* ὁ ἀχρεῖος καὶ δόλιος, πάντιμε.
Θανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυματουργέ,* διαβῆναι ὁ τάλας καὶ ἄθλιος.
̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ ̉Ορθοδόξων χοροὶ* ἀνυμνοῦσιν ἀπαύστως σέ, Δέσποινα.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας, ῾Οσιομάρτυς,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉ Ορθοδόξων προστάτην.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις καὶ τὸ
Κοντάκιον Ἦχος β´. Προστασία.
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σε,* ῾Οσιομάρτυς πανένδοξε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
῏Ηχος δ´.
αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς)
Στίχος. Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν
ὁ Κύριος.
|
Θ |
αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ
ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Κύριε, ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα’ 12-19) ἁγίου
Εὐαγγελίου, τὸ ̉Ανάγνωσμα. Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς˙ Προσέχετε ἀπὸ τῶν ἀνθρώπων˙ ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου˙ ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ… Ἦχος
βʹ.
Ταῖς τοῦ ̉Αθλοφόρου* πρεσβείες, ̉Ελεήμων,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ...
Ταῖς τῆς Θεοτόκου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* Δαμιανέ ἔνδοξε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* νόσοι κατέλαβον ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς καὶ τῶν ἀνθρώπων περίγελων·* πάντοθεν πολεμούμενος* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου.* Μάρτυς τοῦ Κυρίου,* ἀκοίμητος προστάτης καὶ φρουρός,* σύ ἀνεδείχθης, θεσπέσιε,* καὶ πιστῶν τὸ κλέϊσμα.
῾Ο ῾Ιερεύς. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
῾Ο Χορός. Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς. ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Μοναζόντων κατέστης* ἀρωγὸς καὶ προστάτης, σύ, Θεοδόξαστε,* διὸ σε ἀνυμνοῦμεν ἀπαύστως οἱ ἀχρείοι* καὶ βοῶμεν προσπίπτοντες,* Δαμιανέ θαυμαστέ,* εὐμένησον τὸν Πλάστην.
̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χριστοῦ,* Δαμιανὲ φωσφόρε.
῾Υγιείαν παρέχει* ὁ Σωτὴρ τε καὶ Κτίστης λιταῖς σου, ἔνδοξε,* Δαμιανέ παμμάκαρ,* τοὺς πίστει προσκυνοῦντας* τὴν εἰκόνα σου ᾄδοντας˙* Σὺ τῶν πιστῶν χαρμονὴ* καὶ δόξα τῶν ̉Αγγέλων.
Θεοτοκίον.
̉Ατεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* ὦ Μῆτερ τοῦ ῾Υψίστου.
ᾨδὴ ηʹ. Τὸν
Βασιλέα...
Τὸν Βασιλέα, Δαμιανέ ἀθλοφόρε,* καθικέτευε πάντες αἰτοῦμεν,* ὅπως καταπέμψῃ ἡμῖν τὴν Θείαν Χάριν.
Τὴν νεολαίαν ἐξ ἐθισμῶν ἐφαρμάτων* σὺ διάσωσον πόθῳ αἰτοῦμεν* καὶ ἐκ τῆς ἀπιστίας* ἐξάρπασον λιταῖς σου.
Τὸν Κυβερνήτην τῆς ̉ Εκκλησίας δυσώπει,* Δαμιανὲ φωσφόρε, ἀπαύστως,* ὅπως καταστείλῃ αἰρέσεων τὰς φλόγας.
Σὲ τῶν ῾Ελλήνων καὶ ̉Ορθοδόξων χορείαι* ἀνυμνοῦσι ἀπαύστως, Παρθένε,* καὶ πόθῳ αἰτοῦσιν* ἰδεῖν Υἱοῦ σου δόξαν.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον…
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* φύλαττε ἐκ νόσων* καὶ ἐκ παντοίων σκολόπων καὶ θλίψεων,* Δαμιανὲ φωτοφόρε,* πιστῶν τὸ καύχημα.
Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν βελῶν τοῦ ἀλάστορος δέομαι* καὶ τὴν ̉Ορθόδοξον πίστιν* παντοῦ στερέωσον.
̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Θεόφρων,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Θεοτοκίον.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον,* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Χαίροις, Μυριχόβου γόνος λαμπρός* καὶ τῆς Θεσσαλίας ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, μοναζόντων πρότυπον καὶ κλέος* καὶ πάντων τῶν νοσοῦντων* τὸ καταφύγιον.
Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ,* Δαμιανὲ μάρτυς,* ταπείνωσιν, ὑγείαν* καὶ τέλη τῆς ζωῆς μας,* σοφέ, ἀνώδυνα.
Πάντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκαταλείπεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγάπην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.
Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτίρμονος.
Στειρώσεις τῶν γυναίων, Θαυματουργέ,* ταχὺ διαλύεις καὶ τὴν λύπην Σὺ ἀφαιρεῖς* διὸ πρὸς σέ, Μάκαρ,* προσέρχονται ἀσμένως* χοροὶ τῶν ̉Ορθοδόξων* καὶ Σὲ δοξάζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῞Αγιος ὁ Θεός, ῞Αγιος ἰσχυρός, ῞Αγιος ̉Αθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ...
Καὶ νῦν καὶ ἀεὶ ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ ... Καὶ νῦν καὶ ἀεὶ ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
῾Ο ῾Ιερεύς. ῞Οτι σοῦ ἐστιν ἡ βασιλεία …
̉ Απολυτίκιον. Ἦχος
αʹ. Τῆς
ἐρήμου πολίτης...
Μυριχόβου τὸν γόνον* καὶ τοῦ ῎Αθωνος κλέϊσμα* καὶ τῶν πάλαι Μαρτύρων, μιμητὴν καὶ ὁμότροπον,* Δαμιανόν, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἁγιάσαντι˙* δόξα τῷ παρέχοντι διὰ σοῦ, ἡμῖν τὰ κρείττονα.
Δέησις καὶ ὁ ῾Ιερεὺς ποιεῖ τὴν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας τῶν ῾Αγίων ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος πλ. β´. ῞Οτε ἐκ τοῦ ξύλου...
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Δαμιανέ θαυμαστέ,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον* καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν νοσοῦντων προστάτης* καὶ τῆς νεολαίας ἐδείχθης* κλέος καὶ προπύργιον, πανένδοξε.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεὺς ἢ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου