Νεομάρτυς ̉Αθανάσιος ὁ ἐξ ̉Ατταλείας
(7
̉Ιανουαρίου)
Ο ῞Αγιος Ἀθανάσιος κατήγετο ἀπό τήν Ἀττάλεια, ἀλλά ζοῦσε στή Σμύρνη. Βρισκόμαστε περί τά τέλη τοῦ 17ου αἰ. Ὁ Ἀθανάσιος ζοῦσε ἐκεῖ ὡς πιστός χριστιανός, τηροῦσε τά χριστιανικά του καθήκοντα, στίς συζητήσεις του δέν δίσταζε νά ἐκδηλώνει τήν ὑπεροχή τοῦ Χριστοῦ ὡς τοῦ μόνου ἀληθινοῦ Θεοῦ, νά κάνει τόν σταυρό του ἤ νά παρεμβάλλει στά λόγια του ἐκφράσεις εὐλαβείας πρός τόν Θεόν, ὅπως «δόξα τῷ Θεῷ». Ἄν στίς συναναστροφές του ὑπῆρχαν φανατικοί μουσουλμάνοι, τόν περιγελοῦσαν καί τόν πείραζαν γιά τήν πίστη του στόν Χριστό. Κάποιοι ἀπό αὐτούς, πού αἰσθάνονταν ντροπιασμένοι, πείσμωσαν καί συνεννοήθηκαν μεταξύ τους νά τόν παρακολουθοῦν, γιά νά βροῦν ἀφορμή νά τόν καταγγείλουν. Ἦταν ἀρχές Ἰανουαρίου τοῦ 1700. Κάποια μέρα φώναξε στή διάλεκτο πού μιλοῦσε τό «λαϊ λαλά», δηλαδή «δόξα τῷ Θεῷ. Οἱ ἐχθροί του ὅταν τόν ἄκουσαν τόν συνέλαβαν καί τόν πῆγαν στό δικαστήριο. Ἐκεῖ κατέθεσαν ὅτι ἀποδέχθηκε δημοσίως τή θρησκεία τους. Ὁ Ἀθανάσιος ἐξήγησε ὅτι ὁ λόγος πού εἶπε ἐκφράζει δοξολογία πρός τόν Θεό καί γι’αὐτό καθένας μπορεῖ νά τόν λέγει. Οἱ κατήγοροί του ὅμως ὑποστήριζαν ὅτι ἀρνήθηκε τόν Χριστό καί ἀσπάστηκε τόν μουσουλμανισμό. Τότε ὁ δικαστής διέταξε τή φυλάκισή του καί στή συνέχεια νά τιμωρηθεῖ αὐστηρά.
Ὁ Μάρτυς ὁμολογοῦσε
σταθερά τήν πίστη του κι ὁ δικαστής διέταξε νά θανατωθεῖ μέ ἀποκεφαλισμό. Ἔτσι ὁ
γενναῖος ἀθλητής ἔλαβε τό στεφάνι τοῦ μαρτυρίου. Χριστιανοί ἐνταφίασαν τό
λείψανο τοῦ Ἁγίου στήν Ἁγία Παρασκευή
Σμύρνης.
Ἡ μνήμη του
τιμᾶται ἀπό τήν Ἐκκλησία μας τήν 7η Ἰανουαρίου.
Παρακλητικος
Κανων
εἰς τὸν Νεομάρτυρα ῾Αγίον ̉Αθανάσιον τὸν ἐξ
̉Ατταλίας
τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος)
Εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν,… (τετράκις).
καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος
δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τ ὸν Νεομάρτυρα ὑμήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει ᾀδωντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, Θεοδόξαστε,* ̉Αθανάσιε μάκαρ,* πάντας τοὺς σοι προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
Δόξα Πατρὶ… Ἀπολυτίκιον Ἦχος γ’. Θείας
πίστεως…
Θ εῖον γόνον σε γῆ Ἀτταλείας,* ἀνεβλάστησε, καρποφοροῦντα,* Ἀθανάσιε τὰς τῆς πίστεως χάριτας* τῶν γὰρ πατρώων θεσμῶν ἀντεχόμενος,* τοὺς ἐναντίους ἀθλήσας, κατήσχυνας.* Μάρτυς ἔνδοξε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν καὶ ἀεὶ… Θεοτοκίον.
Ο ὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν (χύμα). ̉Ελέησόν με, ὁ Θεός,… καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.[1]
ᾨδή α´. ῾Υγράν διοδεύσας…
Τ ὸν Κύριον πάντων καὶ Ποιητήν,* ἱκέτευε μάρτυς* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως
ὑγιείαν τε καὶ ῥώμην* παράσχῃ τοῖς σοι πιστῶς καταφεύγουσι.
Ε ̉ ν Σμύρνῃ ἐνήθλησας, θαυμαστέ,* καὶ ἔλαβες χλαίναν, Νεομάρτυρος ἐκ Θεοῦ,* διὸ σε ἱκετεύομεν πόθῳ* ἡμῖν παράσχου τὴν πίστιν ἀκλόνητον.
Ε ̉ ξέκλινα, Μάρτυς, ἐκ τῆς ὁδοῦ* τοῦ Εὐαγγελίου διό τρέμω καί δηλιῶ* καί σου πρεσβεῖες, μάκαρ, αἰτοῦμαι,* ἵνα ῥυσθῶ τῆς κολάσεως, ἔνθεε.
Θεοτοκίον.
Π αρθένε Θεόνυμφε Μαριάμ,* πρός Σε ὡς ἱκέταις* καταφεύγομεν ταπεινῶς* καί
Σου μεσιτείαις ἐξαιτοῦμεν,* ὅπως σωθῶμεν ἡμεῖς οἱ ἀνάξιοι.
ᾨδή γ´. Οὐρανίας ἁψῖδος…
Ι ῾ κετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, ̉Αθανάσιε,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας,* Σμύρνης τὸ καύχημα.
Τ οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
Α̉ νεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Αγιε,* ὁ τῶν οὐρανῶν Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυκλινῶς, θαυμαστέ,* τὰς χείρας αἴρομεν πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου.
Θεοτοκίον.
Ω ῏ Πανάχραντε κόρη, Χριστιανῶν καύχημα καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος, σὺ μὲ προστάτευσον ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν, Θεόνυμφε,* ψυχῆς ἁπάλλαξον.
Δ ιάσωσον* ἀπὸ κινδύνων, ̉Αθανάσιε, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.
Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ.
Πρεσβεία…
Σ ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶμεν σοι,* ̉Αθανάσιε μάρτυς Χριστοῦ, πρόφθασον* καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πίστει προσφέγουσι.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...
Α ̉ θανάσιε πάντιμε,* ἱκετεύω σε θερμῶς ὁ ἀνάξιος* μή με παρίδης τὸν ἄθλιον* ἀλλά συ παράσχου μοι μετάνοιαν.
Τ ὴν ψυχὴν μου θεράπευσον* ταπεινῶς σοῦ δέομαι ὁ ἀνάξιος* ἐκ τῶν παθῶν ἃ τιτρώσκουσι* ταύτην, Νεομάρτυς ̉Αθανάσιε.
Τ έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αθανάσιε εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Ε ̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας* ὑγιείαν δίδου, Θεοδόξαστε.
ᾨδή ε´. Φώτισον ἡμᾶς…
Σ τήριξον ἡμᾶς* ἐν τῇ πίστει, ἱερότατε,* καὶ τεθλιμένους παραμύθησον* τοὺς πρός σε πόθῳ καταφεύγοντας.
Υ ῞ μνους καὶ ᾠδάς,* σοί προσφέρομεν Ὀρθόδοξοι* καὶ παρὰ σου ἐξαιτοῦμεν, σοφέ,* ἐκ τῶν ποικίλων, παθῶν ἡμᾶς ἐλευθέρωσον.
Ν έος ἀθλητής,* ἀνεδείχθης Μάρτυς ἔνδοξε,* καὶ Ὀρθοδόξων πιστῶν καταφυγή,* ̉Αθανάσιε, τῆς Σμύρνης δόξα καὶ σέμνωμα.
Θεοτοκίον.
Δ έσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἴκοις πάντων ἡμῶν* παράσχου, ̉Αμόλυντε.
ᾨδή στ´. Τὴν δέησιν ἐκχεῶ…
Ο ῾ τάλας σέ, ἱκετεύω ἔνδοξε,* καὶ αἰτῶ τὴν σὴν θερμὴν μεσιτείαν,* πάντας ἡμᾶς τοὺς προσπίπτοντας πίστει,* πρὸ τῆς ἁγίας εἰκόνος σου φύλαττε,* ἐκ πάντων τῶν διαβολῶν,* ἅς κακότροποι, Μάρτυς, ὑφαίνουσι.
Ν ῦν πάντες, ἱκετικῶς προσφεύγομεν* καὶ δεόμεθα θερμῶς, φωτοφόρε,* ἐκ τοῦ καρκίνου διάσωσον πάντας* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον* καὶ φύλαξον ἐκ συμφορῶν* τοὺς ἱκέτας σου, Μάρτυς τρισένδοξε.
Σ ὲ τεῖχος καὶ φρουρὸν ὀνομάζουσι* ̉Ορθοδόξων οἱ χοροὶ, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν πάντες, Θεόφιλε.* Δεόμεθα ἱκετικῶς* ἐκ παθῶν ἡμᾶς τάχος διάσωσον.
Θεοτοκίον.
Π ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Δ ιάσωσον* ἀπὸ κινδύνων, ̉Αθανάσιε, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.
Α ῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...
Σ ὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ ἀκοίμητος φρουρός,* ̉Αθανάσιε, πάντων τῶν τιμῶντών σε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Δ ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Δ ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12)...
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν
τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων
τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων
τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ
δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ
τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε,
ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Τ αῖς τοῦ ̉Αθανασίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην
ἀποθέμενοι...
Μ ὴ ἐγκαταλείπεις μέ συ ̉Αθανάσιε μάρτυς,* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω πλήν σου,* Νεομάρτυς ἔνδοξε,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεότητος, πάντιμε,* φρουρὸς ὁ ἀκοίμητος.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν
τὰς λοιπὰς ᾨδὰς .
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
Γ υναικῶν ἀτεκνίαν* θεραπεύεις ταχέως,* πανευωδέστατε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* πρὸς σὲ σπεύδουσι ᾄδουσαι˙* Χαῖρε, πιστῶν ἡ χαρὰ* καὶ ̉Ατταλείας κλέος.
Ε ̉ ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης,* σεμνέ ̉Αθανάσιε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χριστοῦ* πρὸς δόξαν τοῦ Δεσπότου.
Τ οὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος σου, ̉Αθανάσιε ἔνδοξε,* παράσχου ὑγιείαν,* ταπείνωσιν καὶ πίστιν,* ἵνα πάντες δοξάζωμεν,* τὸν ̉Αναστάντα Χριστόν,* εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μ ητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολογοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖρε, λιμὴν ἀσφαλὴς* ἡμῶν τῶν ̉Ορθοδόξων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τ ὸν Βασιλέα καὶ Ποιητὴν ἐκδυσώπει* τοῦ δοθεῖναι ἱκέταις εἰρήνην,* ἵνα σὺν ̉Αγγέλοις* δοξάζωμεν Τριάδαν.
Α ̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, μάρτυς.
Τ ὸν Βασιλέα σὺ καθικέτευε πάντες* σοῦ δεόμεθα, κλεινέ Νεομάρτυς,* ὅπως καταπαύσῃ* τὴν τοῦ πυρὸς μανίαν.
Θεοτοκίον.
Τ ὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυμνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆτορ,* πιστῶν χαρὰ καὶ κλέος.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Θ εράπευσον τὰ πάθη,* τὰς ἀδυναμίας* καὶ τῆς ψυχῆς μου τὰ ἔλκη, σεμνέ˙* ἵνα ἁπαύστως δοξάζω* σέ, παναοίδιμε.
Μ ετάνοιαν οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ καταφεύγω τῇ σκέπῃ σου, μάρτυς σοφέ,* ἣν, Νέομάρτυς, ταχέως* δίδου μοι δέομαι.
Π αράσχου σῷ ἱκέτῃ* πίστιν καὶ ἀγάπην* ὡς καὶ ἐλπίδαν, σοφέ ̉Αθανάσιε,* καὶ τοῖς νοσοῦσι σὺ δίδου* ὑγείαν, ἔνδοξε.
Θεοτοκίον.
Η ῾μᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.
Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Δ ιὰ τὴν ἀγάπην τοῦ ̉Ιησοῦ* διωγμοὺς ὑπέστης* καὶ μαρτύρια πολλαπλά˙* σὺ καὶ τὴν ζωὴν σου* προσέφερες τῷ Κτίστῃ* διὸ σὺν τοῖς ̉Αγγέλοις* νῦν κατευφρένεσαι.
Ε ̉ ν Σμύρνῃ ἐτμήθης τήν κεφαλήν* κλεινέ Νεομάρτυς ̉Αθανάσιε θαυμαστέ,* διό ἐκ τοῦ Πλάστου καί τοῦ Κριτοῦ ἁπάντων* ἔλαβες τούς στεφάνους* σύ Θεοδόξαστε.
Ν οῦν καὶ τὴν καρδίαν πάντων ἡμῶν* σύ μάρτυς βοήθει, σοῦ δεόμεθα ταπεινῶς* ἐναρμονήσαι πάντες ἐντολαῖς Κυρίου,* ἵνα ἐν Παραδείσῳ* Αὐτόν ὀψόμεθα.
Ε ῎ λαβες τὴν χάριν παρὰ Θεοῦ* νόσους θεραπεύειν,* Νεομάρτυς θαυματουργέ,* καὶ πιστοῖς παρέχειν* βοήθειαν, τρισμάκαρ,* Νεομαρτύρων κλέος,* ὦ ̉Αθανάσιε.
Τ όν Χριστόν ἠγάπησας, ἀθλητά* διό ἐν ̉Ατταλίᾳ ὁμολόγησας εὐθαρσῶς* τήν πίστιν σου, Θεόφρων,* καί ἔλαβες τό γέρας* παρά ἀγωνοθέτου,* Θεομακάριστε.
Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ῞Αγιος…(τρίς), Δόξα Πατρὶ…, Πάτερ ἡμῶν… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν…
Εἶτα τὸ Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως…
Θ εῖον γόνον σε γῆ Ἀτταλείας,* ἀνεβλάστησε, καρποφοροῦντα,* Ἀθανάσιε τάς τῆς πίστεως χάριτας* τῶν γάρ πατρώων θεσμῶν ἀντεχόμενος,* τούς ἐναντίους ἀθλήσας, κατήσχυνας.* Μάρτυς ἔνδοξε,* Χριστόν τόν Θεόν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Δέησις καὶ ὁ ῾Ιερεὺς
ποιεῖ ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων
τὰς ἱερὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δ έχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δεήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε ̉Αθανάσιε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δ ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν.
[1]. Εἰς
τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου