3 Ιαν 2026

῞Οσιος Νικηφόρος ὁ Λεπρός (4 ̉ Ιανουαρίου)

῞Οσιος Νικηφόρος ὁ λεπρός

(4  ̉ Ιανουαρίου)

῾Ο ῞Οσιος Νικηφόρος ὁ Λε­πρὸς, κατὰ κόσμον Νικόλαος Τζανακάκης, εἶναι ἅγιος τῆς  ̉Εκκλησίας μας. Γεννήθηκε στὸ χωριὸ Σηρικάρι τοῦ Νομοῦ Χανίων στὰ τέλη τοῦ 19ου ἤ ἀρχὲς 20οῦ αἰ. Σὲ μικρὴ ἠλικία προσβλήθηκε ἀπὸ τὴ λέπρα. Κατέφυγε στὴν ̉Αλεξάνδρεια τῆς Αἰγύπτου κι  ἀπὸ ἐκεῖ, μὲ τὴν προτροπὴ ἱερέων τῆς ἑλληνικῆς κοινό­τητας πῆγε στὸ λεπροκομεῖο τῆς Χίου ὅπου γνώρισε τὸν Γέροντα ῎Ανθιμο, ἱδρυτὴ καὶ πνευ­ματικὸ τῆς Ἱ. Μ. Παναγί­ας Βοηθείας τῆς Χίου καὶ ἐφημέριο τοῦ λωβοκομείου ὁ ὁ­ποῖος τὸν ἔκανε μοναχὸ μὲ τὸ ὄνομα Νικηφόρος. ῾Ο εὐλο­γημένος Νικηφόρος ζοῦσε τὴν μονα­χικὴ ζωὴ μὲ αὐστηρὴ ἄσκηση καὶ τελεία ὑπακοή. ῞Οταν τὸ λωβοκομεῖο τῆς Χίου ἔκλεισε, τὸ 1959, μεταφέρθηκε στὸν  ̉Αντιλεπρικὸ Σταθμὸ  ̉Αθηνῶν ὅ­που ἔζησε τὴν ὑπόλοιπη ζωὴ του. ̉Εκεῖ ζοῦσε κι ὁ ὅσιος Εὐμένιος, ὁ ὁποῖος εἶχε κι αὐτὸς προσβληθεῖ ἀπὸ τὴν νόσο τοῦ Χάνσεν, ἀλλὰ θερα­πεύτικε. ῾Ο ὅσιος Εὐμένι­ος ἀνέλαβε νὰ ὑπηρετήσει τὸν μο­ναχὸ Νικηφόρο καθῶς καὶ τοὺς ἄλλος ἀσθενεῖς.

   ῾Ο ὅσιος Νικηφόρος ἀπεβίωσε στὶς 4  ̉Ιανουαρίου 1964. ῎Εκανε πολ­λά θαύματα ἐν ζωῇ καὶ μετὰ θάνατον. ῾Αγιο­κατατάχθηκε ἀπὸ τὸ  Οἰκουμενικὸ Πατριαρχεῖο τὸ 2012 καὶ ἡ μνήμη του τιμᾶται στὶς 4  ̉Ιανουαρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον Νικηφόρον τὸν Λεπρόν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ ὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθο­δόξων οἱ χορο καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προ­στρέχο­ντας,* Νικηφόρε παμμάκαρ,* πάσης περιστά­σε­ως καὶ ἐκ νό­σων ποικίλων* ταῖς πρὸς Χριστὸν λι­ταῖς σου, θαυμα­στέ,* σὲ γὰρ προστάτην ἀ­κοίμητον ἔ­χομεν.  

Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.

Κ ρήτης ἅγιον τέκνον ἐδείχθης* καὶ ἀκοίμητος φρουρὸς ῾Ελλάδος,* Νικηφόρε λεπρὲ θεοδόξα­στε,* σὺ ἐν τῇ νήσῳ τῆς Χίου κατέκτησας* τῶν  ̉Αγ­γέλων τὸ σχῆμα, τρισόλβιε,* καὶ ἐν  ̉Αθήναις ἀρετῶν σκεῦος γέγονας* διὸ λιταῖς σου θερμῶς αἰτούμεθα* πρὸς τὸν Σωτῆρα ἡμῶν, ἔνδοξε.

Καὶ νῦν…  Θεοτόκιον.

Ο ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κιν­δύνων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ὺγρὰν διοδεύσας ...

Π ροσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, Νικηφό­ρε, καὶ αἰτοῦμαι ταῖς σαῖς λιταῖς,* ἵνα τάχος ῥυσθῶ ὁ ἀχρεῖος* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, μακάριε.

Β ακτήρια, μύκητες καὶ ἰοὺς* ταχὺ ἀπελαύνεις, Νι­κηφόρε θαυματουργέ,* καὶ πᾶσι τοῖς ποθοῦ­σι ὑ­γιείαν* λιταῖς σου παρέχει τάχως ὁ ῞Υψιστος.

Ν εότητα προστάτευσον, ἀγαθέ,* καὶ πᾶσι σὺ δίδου* ὑγιείαν τε καὶ χαρὰν* καὶ τοῖς σοι θερ­μῶς πόθῳ αἰτοῦσι* ταῖς σαῖς λιταῖς* σὺ παράσχου τὰ κρείττονα.

Θεοτοκίον.

Π ανάχραντε, Δέσποινα Μαριάμ,* θερμῶς ἱκετεύ­ω Σὲ ὁ τάλας καὶ δυσσεβὴς* μετάνοιαν παράσχου ἱκέ­τῃ,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος ...

Ε ̉ ργασίαν εὑρίσκεις,* θαυματουργέ ῞Αγιε* τοῖς σοι προσφεύγουσι πίστει* καὶ ἀνακράζουσι,* βοήθει τάχος ἡμᾶς* σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀ­νεργίαν* παῦσον δεόμεθα.

Υ῾γιείαν παρέχεις,* θαυματουργὲ ἅγιε,* τοῖς σοι καταφεύγουσι πίστει* καὶ ἀνακράζουσι* παρακαλοῦμεν θερμῶς* σὲ  ̉ Ορθοδόξων προστάτα,* Νικηφόρε πάντιμε,* φρούρει ἱκέτας σου.   

Ε ̉ κ τροχαίου ἱκέτας,* ἡμᾶς διαφύλαττε* ὡς καὶ ὑγιείαν παράσχου* σὲ ἱκετεύομεν·* ὡσαύτως δί­δου ἡμῖν,* πανοσιώτατε πᾶτερ,* ἀνεπαίσχυντα τέλη* ὡς καὶ ἀνώδυνα.

Θεοτοκίον.

Θ εοδόξαστε Κόρη,* χριστιανῶν καύχημα* μὴ ἐ­γκαταλείπεις ἱκέτας* χερσὶ τοῦ δράκοντος,* ἀλ­λὰ παράσχου ἡμῖν* τὴν σῇ θερμῇ προστασία* καὶ πι­στοὺς διάσωσον* ἐκ τῆς κολάσεως.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νικηφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* τὸν μέγαν τῶν ̉ Ορθοδόξων προστάτην.

Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ  Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή ...

Π ρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι˙* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* κα θερ­μῶς βοῶσι σε,* Νικηφόρε, σκέπασον ἅπαντας* κα ἐκ τροχαίων φύλαττε ἡμᾶς* τοὺς σοι θερμῶς ἀε κατα­φεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε, …

Τ ῶν παθῶν μου τὸν τάραχον,* λεπρὲ Νικηφόρε, τάχος κατάπαυσον* καὶ νοὸς μου τὴν σκοτόμαι­ναν* ταὶς λιταὶς σου, ἔνδοξε, διάλυσον.

Τ ὰς παγίδας τοῦ ὄφεως,* λεπρὲ Νικηφόρε, ταχὺ δι­άλυσον* καὶ ἀξίωσον ἱκέτας σου* σὺν  ̉Αγγέ­λοις ἄσωμεν τὸν Κύριον.

Τ οὺς ἰοὺς ἐξαφάνισον* καὶ τοὺς ̉ Ορθοδόξους ταχὺ προστάτευσον,* Νικηφόρε, σοῦ δεόμεθα* ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.

Θεοτοκίον.

Θ εοτόκε δεόμεθα* ἡμεῖς οἱ ἀνάξιοι γόνυ κλίνο­ντες* τὸν Υἰὸν Σου, καθικέτευε,* ἵνα δωρίσει ἡμῖν μετά­νοιαν.   

ᾨδὴ εʹ. Φώτισον ἡμάς ...

Ε ῎ μπλησον ταχὺ* εὐφροσύνης τὴν καρδίαν μου* ταῖς πρὸς τὸν Κύριον λιταῖς σου, λεπρὲ* Νικηφόρε, τῆς νήσου Κρήτης ἄνθος εὔοσμον.  

Π αῦσον τὰς ὁρμὰς* τῶν παθῶν μου, Θεοδόξα­στε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.

Δ ίδου σὺ χαρὰν* εὐεργέτας τοῦ ἱκέτου σου* καὶ δι­αφύλαττε αὐτούς, Θαυμαστέ,* ἐκ πάσης βλά­βης, Νικηφόρε θεοδόξαστε.

Θεοτοκίον.

Φ όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέ­τῃ σου, Θεονύμφευτε.

ᾨδὴ στʹ. Τὴν δέησιν ...

Τ ῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέ­τευε δεόμεθα πάντες,* ἵνα ῥυσθῶμεν ἐξ ὄγκων ποικί­λων* καὶ πάσης ἄλλης στενώσεως, ῞Οσιε,* καὶ δί­δου λιταῖς σου ἡμῖν* ἀνεπαίσχυντα τέλη, μακά­ριε. 

Θ ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ἀχρεῖος ἱκέ­της* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξί­ωσον, θαυματουργέ,* διαβεῖναι τάλας καὶ ἄθλιος.

Ε ̉ κ βλάβης τῶν φρενῶν προστάτευσον,* Νικηφό­ρε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων ἁπαύστως,* ἃς ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέταις σου, εὔσημε.

Θεοτοκίον.

Π αρθένε, σὲ ἱκετεύω ὁ τάλας* μὴ μὲ παρίδῃς εἰς χείρας δαιμόνων,* ἀλλὰ προστάτευσον τάχος ἱ­κέτην* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με* καὶ δί­δου μοι τέλη, ῾Αγνή,* ἀνεπαίσχυντα δέομαι, Δέσποι­να. 

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νικηφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* τὸν μέγαν τῶν ̉ Ορθοδόξων προστάτην.

Α ῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν

τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον.

Ἦχος β´. Προστασία τῶν χριστιανῶν...

Σ προστάτης τῶν Χριστιανῶ ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τόν Λυτρωτήν ἀμετάθετος˙* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς·* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δε­ομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* Νικηφόρε, ἰσχυρὸν* τῶν  ̉ Ορ­θοδόξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελί­ου (Κεφ. ια῾ 27-30), ...

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς˙ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου˙ καὶ οὐδεὶς ἐπιγι­νώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ῎Αρατε τὸν ζυγόν μου ἐφ̉ ὑμᾶς καὶ μάθετε ἀπ̉ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀ­νάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ῾Ο γὰρ ζυγὸς μου χρη­στὸς καὶ τὸ φορ­τίον μου ἐλαφρὸν ἐστι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ αῖς τοῦ σοῦ Ὁσίου* πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Τ αῖς τῆς Θεοτόκου* πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι …

Μ ὴ ἐγκαταλείπεις με τῶν ̉ Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* κα τν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν πε­ρικέ­κλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω,* μάκαρ Νικη­φό­ρε,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεό­τητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉Ιουδαίας ...

Τ ῶν ῾Ελλήνων προστάτης* καὶ φρουρὸς ἀκοίμη­τος, ἱερώτατε,* ἐδείχθης, Νικηφόρε,* καὶ πά­ντων τῶν ἐν θλίψει* παραμύθιον γέγονας* διὸ ἁ­παύστως πι­στοί,* Χριστόν, δοξολογοῦσι.

Μ οναστῶν σὺ τὸ κλέος* καὶ πιστῶν μέγα καύχη­μα, θαυματόβρυτε,* σὺ ὄντως ἀνεδείχθης* καὶ πάντων ὁ προστάτης* διὸ πίστει βοῶμεν σοι·* σέ, Νικηφόρε λεπρέ,*  ̉ Ορθόδοξοι ὑμνοῦσι.  

Τ ῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυ­ματόβρυτε,* καὶ πάντων τῶν ποθοῦντων* υἱ­οὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι* σύ, Νικη­φόρε, ταχὺ* ἐκπλήρωσον αἰτήσεις.  

Θεοτοκίον.

Π αναγία Παρθένε,* ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐγκατα­λείπῃς,* ἵνα πάντες βοῶμεν σοι˙* Χαῖρε, Παρ­θένε ἁ­γνή,* πιστῶν ἡ βακτηρία. 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα...

Τ ὸν Βασιλέα* καὶ Ποιητήν τῶν ἁπάντων* Νικηφό­ρε λεπρέ, σὺ δυσώπει,* ὅπως λυτρωθῶμεν ἐκ νό­σων καὶ παγίδων.

Ε ῎λαβες χάριν* παρὰ Θεοῦ θεραπεύειν* τοῦ καρκίνου τὸ πάθος ταχέως* διὸ  σοι  προ­στρέχωμεν* πάντες, Νικηφόρε.

Π ρὸς σὲ προσφεύγω* ἀκαταπαύστως ὁ τάλας* καὶ σοῦ  δέομαι  πόθῳ  κραυγάζων* σκέπε  τὴν ῾Ελλάδα,* θεόφρων Νικηφόρε.

Θεοτοκίον.

Ε ̉κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλ­πίδαν ἐμφυτεύεις.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.

Π αμμάκαρ Νικηφόρε,* δέομαι ὁ τάλας* ἐκ τοῦ σει­σμοῦ τοὺς ἱκέτας σου φύλαττε* καὶ τὰς ἰώ­σεις, φωσφόρε,* τάχος φυγάδευσον.

Η ῾μᾶς  ὁδοιποροῦντας* μὴ  ἐγκαταλείπεις* καὶ  ἐξ ἐχθρῶν διαφύλαττε, πάντιμε,* ἐκ δὲ χει­ρῶν τοῦ Βελίαρ* πάντας ἐξάρπασον.

Α ̉ ξίωσον ἱκέτην,* μάκαρ Νικηφόρε,* ἀκατακρί­τως λα­βεῖν τὴν Μετάληψιν* τῶν μυστη­ρίων τῶν Θεί­ων,* ἵνα δοξάζω σε.

Μ ετάνοιαν οὐκ ἔχω,* λεπρὲ Νικηφόρε,* διὸ σοι προστρέχω ὁ τάλας καὶ ἄθλιος,* δίδου μοι ταύτην λιταῖς σου,* ἵνα γεραίρω σε.

Θεοτοκίον.

Ψ υχὰς κεκοιμημένων* μὴ ἐγκαταλείπεις,* ἀλλὰ Υἱὸν   Σου  εὐμένησον,  ῎Αχραντε,*  καὶ   ἐκ  πυ­ρὸς τοῦ ἀσβέστου* ταύτας διάσωσον.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦ­σαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Π άντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκατα­λείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλὰ ταῖς λιταῖς σου,* παμμάκαρ Νικηφόρε,* τοῦ παραδεί­σου κάλλη ἰδεῖν ἀξίωσον. 

Κ ρήτης τέκνον ἅγιον, θαυμαστέ,* ἐδείχθης ἐσχά­τως* διὸ πάντες γονυκλινῶς* προσέρχο­νται ἀ­σμένως* πρὸ τῶν σῶν λειψάνων* καὶ πίστει ἐξαιτοῦ­σι* τὴν μεσιτείαν σου.

Π άντων τῶν ῾Ελλήνων ὁ ἀρωγὸς* καὶ τῶν  ̉ Ορθο­δόξων ἀντιλήπτωρ καὶ βοηθὸς* καὶ τῶν ἐν τῇ κλίνῃ* τῆς ἀσθενείας ὄντων* προστάτης καὶ θερά­πων,* μάκαρ ἀνάργυρος.

Ο ῎γκους καὶ ἰώσεις παντοδοπὰς* ταχὺ ἐκδιώ­κεις, Νικηφόρε θαυματουργέ,* διὸ πρὸς σὲ πίστει* προσέρχονται ἱκέται* αἱ τῶν πιστῶν χορεῖαι* Χριστὸν δοξάζοντας.

Ε ῎λαβες τὴν χάριν παρὰ Θεοῦ,* Νικηφόρε, κλέος  ̉Ορθοδόξων χριστιανῶν* νόσους θεραπεύ­ειν* καὶ  τοῖς  πιστοῖς  περέχειν* εἰρήνην καὶ γαλή­νην*  ὡς καὶ μετάνοιαν.

Π άντας τοὺς προστρέχοντας ἐπὶ σε* φύλαττε ἀπαύστως,* Νικηφόρε  θαυματουργέ,* ἐκ πάσης κακίας,* τροχαίου,  ἀνεργίας* καὶ  ἐκ  χειρῶν  δαιμό­νων,μάκαρ, προστάτευσον. 

Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,... (τρίς), Δόξα Πατρὶ καὶ… Παναγία τριάς,… Κύριε ἐ­λέησον, (τρίς) Δόξα Πατρὶ… Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν ἡ βασιλεία ….

Εἶτα τὸ  ̉Απολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.

Κ ρήτης ἅγιον τέκνον ἐδείχθης* καὶ ἀκοίμητος φρουρὸς ῾Ελλάδος,* Νικηφόρε λεπρέ θεοδόξα­στε,* σὺ ἐν τῇ νήσῳ τῆς Χίου κατέκτησας* τῶν  ̉Αγ­γέλων τὸ σχῆμα, τρισόλβιε,* καὶ ἐν ̉Αθήναις ἀρετῶν σκεῦος γέγονας* διὸ λιταῖς σου θερμῶς αἰτούμεθα* πρὸς τὸν Σωτῆρα ἡμῶν, ἔνδοξε.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ μικρὰ  ̉Απόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς ἱερὰς εἰκόνας ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου. ῏Ηχος βʹ

Δ έχου παρακλήσεις μοναστῶν,* δέχου τῶν πι­στῶν ἱκεσίας* σύ, Νικηφόρε λεπρέ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* δίδου ̉Ορθοδόξοις ὑγιείαν* καὶ τοὺς σοι προσφεύγοντας πίστει* ῥῦσαι ἐκ ποικί­λων ὄ­γκων, Θεοδόξαστε.  

῏Ηχος πλ. δʹ.

Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος βʹ.

Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉ Αμήν



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com