14 Ιαν 2026

Αγία Νίνα ἡ ̉Ισαπόστολος (14 Ιανουαρίου)

Αγία Νίνα ἡ  ̉Ισαπόστολος

(14 ̉ Ιανουαρίου)

῾Η ῾Αγία Νίνα γεννήθηκε στὴν Καππαδοκία καὶ ὁ πα­τέρας της λεγόταν Ζαβου­λών καὶ ἡ μητέρα της Σω­σάννα. 

   ῾Ο πατέρας της ἔγινε μο­ναχὸς στὴν ἔρημο τοῦ  ̉Ιορ­δάνη καὶ ἡ μητέρα της διακόνισσα στὸ ναὸ τῆς  ̉Ανα­στάσεως. Τὴν Νίνα τὴν ἔδωσαν νὰ τὴν μεγαλώσει ἡ γερόντισσα Νιοφόρα. Μεγαλώνοντας ἡ Νίνα ἀναρω­τήθηκε τὶ ἀπόγινε ὁ Χιτών τοῦ Κυρίου. Μετὰ ἀπὸ ὄ­νειρο κατὰ προτοπὴ τῆς Παναγίας μας πῆγε στὴν Γε­ωργία νὰ τὸν ἀναζητήσει.  ̉Ε­κεῖ κύρηξε τὸ Εὐαγγέλιο, περὶ τὸν 3ο αἰ. μ.Χ., βρῆκε τὸ μέρος ποὺ ἐναποτέθηκε ὁ Χιτών τοῦ Κυρίου καὶ ἔκτισε ναὸ ποὺ ὀνομάστηκε Ναὸς τοῦ ῾Αγίου Στύλου.

   ῾Η ῾Αγία Νίνα κοιμήθηκε ἥσυχα καὶ τὸ τίμιο λεί­ψανό της εἶναι ἄφθαρτο. Τμήματα τοῦ ῾Ιεροῦ Λειψά­νου τῆς ῾Αγίας βρίσκονται στὸν ῾Ιερὸ Ναὸ ῾Αγίας Μα­ρίνης Θεσσαλονίκης καὶ στὴ Μονὴ Κύκκου Κύπρου.

Παρακλητικὸς Κανὼν εἰς τὴν ῾Αγίαν Νίναν  τὴν ̉ Ισαπόστολον

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προστρέχοντας,* ̉Ισαπόστολε Νίνα,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυ­μαστή,* σὲ γὰρ προστάτιδα ἅπαντες ἔχο­μεν.

Δόξα Πατρὶ καὶ Υἱῷ…

̉ Απολυτίκιον  Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.

Ω ῾ς ὡραίοι οἱ πόδες σου οἱ ζηλώσαντες* ἀκολου­θῆσαι ταῖς τρίβοις τῶν ̉Αποστόλων Χρι­στοῦ,* Νίνα, σκεῦ­ος Παρακλήτου παμφαέστα­τον˙* ὅ­θεν τιμῶντες σὲ πιστῶς,* Γεωργίας φρυκτωρὲ φωτό­λαμπρε,* σὲ αἰ­τοῦ­μεν* ἡμῶν τὰ σκότη λιταὶς σου τῆς ἀγνωσίας* πόῤῥῳ σκέδασον.

Καὶ νῦν καὶ ἀεὶ … Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Ν΄ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας.[1]

Προσπίπτω ὁ τάλας ἱκετικῶς* πρὸς σέ, ἀθλοφό­ρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ,* ̉Ισαπόστολε Νίνα πανένδοξε.

Η῾μᾶς τοὺς προσπίπτοντας ταπεινῶς* καὶ πίστει αἰ­τοῦντας* τὴν σὴν σκέπην, Νίνα σεμνή,* μὴ ἐγκατα­λείπεις εἰς τὰς χείρας* τοῦ ἀρχεκάκου δεόμε­θα ὄφεως 

Τοὺς ὄγκους ὁ Πλάστης, θαυματουργέ,* ἰάται λι­ταῖς σου* καὶ ὑγείαν δίδει ταχύ˙* διὸ οἱ νοσοῦντες, ἀ­θλοφόρε,* σοὶ καταφεύγουσι, Νίνα τρισένδοξε.

Θεοτοκίον.

Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ κα­τά­φεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν Σὴν βοή­θει­αν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος.

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, Χριστοδρόμε, καὶ οἰκίας* σὺ διαφύλα­ξον,* ἵ­να  ὑμνοῦμεν  σὲ,* Θεοκοινώνητε Νίνα,* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.

Ο ̉ ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χη­ρῶν ὑπέρμαχος* Νίνα θεόπνευστε.

Ο ̉ φθαλμοὺς ἀλλοδόξων,* σύ, Νίνα, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, κόρη, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* τούτους ἀξίωσον.

Θεοτόκιον.

Θεοτόκε Παρθένε χριστιανῶν  καύχημα* σὲ  καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου* ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰ­ρήνην δώρισαι* οἴκοις τῶν δούλων Σου.

Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, ̉Αθλοφόρε,* ὅ­τι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* τῆς Γε­ωργίας ἡ δόξα καὶ κλέος.

Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι* τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς  βοῶμεν  σοί,* Νίνα  ἀξιάγαστε,  πρόφθα­σον*  καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προσφεύγοντας.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...

Τὰς ἰώσεις κατάστειλε* καὶ ποικίλους ὄγκους σὺ τα­χὺ ἴασε,* σοῦ δεόμεθα, πανένδοξε,* καὶ ὑ­γείαν δί­δου τοῖς ἱκέταις σου.

Σὲ προστάτιν καὶ πρόμαχον* τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων* ὀνομάζομεν ἱκέταις σου·* διὸ εἰς σέ, Νίνα, καταφεύγομεν.  

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

Θεοτόκιον.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Θεοτόκε  πανάχραντε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Υ῞ πνον ἐλαφρόν* καί ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καί ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τά πάθη κοίμησον.

Δέομαι θερμῶς,* πρός σέ, Νίνα  ̉Ισαπόστολε,* σὺ τὴν μανί­αν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* Νί­να ̉Ισαπόστολε, ἐν τῇ Γραφῇ,* καὶ βιῶσαι τοῖς Χρι­στοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.

Ε ῎μπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε  αὐτούς,   Μαριάμ,* ἐκ  πάσης  βλάβης* καὶ στενώσεως σοῦ δέομαι.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ… .

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι,  ̉Ισαπόστολε Νίνα, τά­χος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

Ε ̉κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ισαπόστολε, ἱ­κέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* σοφὲ Νίνα, ἡμεῖς οἱ ἀνάξιοι.

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Γε­ωργίας κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ἀθλοφόρε, πιστῶν κα­ταφύ­γιον.

Θεοτόκιον.

Πανάχραντε, ̉ Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου,  ̉Αθλοφόρε,*  ὅτι  πάντες  δεητικῶς  πρὸς σε καταφεύγομεν* τῆς Γεωργίας ἡ δόξα καί κλέος.

Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉  ἐσχάτων  τῶν ἡμερῶν  τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως: καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία.

Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* ̉Ισαπόστολε Νίνα, ἰσχυρὸν* τῶν  ̉Ορθοδόξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Υ ῾πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. (δίς)

Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματα μου.

Υ ῾πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου…

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13) ἁγί­ου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. ῾Ομοιώ­θη  ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵ­τινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀ­πάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρό­νιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μω­ραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ̉ ἑαυτῶν ἔ­λαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν ἐν τοῖς ἀγγεί­οις μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζο­ντος δὲ τοῦ  νυμφίου ἐνύσταξαν πᾶσαι καί  ἐκάθευδον. Μέ­σης δὲ νυκτὸς κραυγὴ γέγονεν˙ ἰδοὺ ὁ νυμφίος ἔρχε­ται, ἐξέρχεσθε εἰς ἀ­πάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λα­μπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δό­τε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.  Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καί ἀγοράσατε ἑαυ­ταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμ­φίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γά­μους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καί αἱ λοιπαὶ παρθένοι λέγου­σαι˙ κύριε κύριε, ἄνοιξον ἡ­μῖν. Ὁ δὲ ἀποκριθεὶς εἶ­πεν˙ ἀμὴν λέγω ὑμῖν, οὐκ οἶ­δα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ ...

Ταῖς τῆς ̉Ισαποστόλου Νίνας, πρεσβείαις  ̉Ελεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν κα ἀε

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀ­νόμημά μου.

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, Θεοφόρε,* καὶ  γίνου  σὺ  προ­στάτις καὶ  φρουρὸς* τῶν ἐξαιτοῦντων τὴν σκέπην σου,* Νίνα  ̉Ισαπόστο­λε.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωο­δότην Χριστόν, ἱκέτευε, θεόφρων.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* σύ, Νίνα φωτοφόρε, πό­θῳ δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ  ῥώσιν,* ἵνα πάντες κραυγάζομεν·* Χαῖρε, πιστῶν χαρμονή* καὶ Γεωργίας κλέος.

Τῶν τυφλῶν βακτηρίαν* ὀνομάζουσι πάντες σέ, Νίνα ἔνδοξε,* καὶ τῶν ἀβοηθήτων* βοήθειαν καὶ σκέπην·* διὸ ἅπαντες  ψάλλομεν* Χαῖρε, πιστῶν  χαρμονή* καὶ δόξα τῶν ̉Αγγέλλων.  

Θεοτόκιον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀ­νάξιος* καὶ χείρας μου σοὶ αἴρω* καὶ πόθῳ ἀνακρά­ζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Α ̉δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, Κόρη.

Σέ, Χριστοδρόμε,* καθικετεύομεν πάντες* τὸν Δε­σπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν πατρίδα* ἡ­μῶν περιφρουρήσῃ.

Τὴν ἀϋπνίαν* ἐκ τῶν πιστῶν ἐκδιώκεις,*  ̉Ισαπόστο­λε Νίνα θεόφρον,* σὺ καὶ τὰς ἰώσεις* λιταῖς σου θε­ρα­πεύεις.

Θεοτόκιον.

Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδι­ώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλ­πίδαν ἐμφυτεύεις.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Σέ, Νίνα μυροβόλε,* πόθῳ ἱκετεύω* ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος σῶσον ἡμᾶς* καὶ τοῖς νοσοῦσι πα­ράσχου* ὑγείαν, ἔνδοξε.

Τὰ τέκνα ἱκετῶν σου* δέομαι ἀπαύστως* ῥῦσαι ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, σεμνή,* ἵνα  ὑμνοῦμεν σὲ* καὶ Κύριον τῆς δόξης.

Α ̉ ξίωσον ἱκέτην,* Νίνα μυροβόλε,* ἀκατακρίτως λα­βεῖν τὴν Μετάλειψιν* τῶν Μυστηρίων τῶν Θείων, ἵνα γεραίρω σε.

Θεοτοκίον.

Η ῾μᾶς τοὺς  ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρεί­οι,* Θεοκοινώνητε.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦ­σαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Νίνα ̉Ισαπόστολε, ἐκζητῶ* τὴν σὴν προστασίαν καὶ ὑγείαν τε ἀκλινήν,* ἃ τάχος παράσχου ἐμοί τῷ σῷ ἱκέτῃ,* ἵνα Χριστόν δοξάζω* καί σέ, τρισένδοξε.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώ­σιν,* τα­πείνωσιν,  ὑγείαν* καὶ  Παραδείσου  κάλ­λη*  ἰδεῖν ἀξί­ωσον.

Ε ̉ ν τῇ Γεωργία, Νίνα σεμνή,* τὴν ̉Ορθοδοξίαν διε­κήρυξας εὐθαρσῶς* καὶ πίστιν τῶν εἰδώλων ὡς καὶ τὴν μαγείαν* διὰ τῶν προσευχῶν σου* σὺ κατεδά­φισας.  

Πάντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκατα­λείπεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγά­πην,*  ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.

Δαίμονας κατέβαλες, θαυμαστή,* διὰ πολλῶν ἀγώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτήρμονος.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός. ῞Αγιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ... . (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι... Παναγία τριάς... Κύριε ἐλέησον, (τρίς) Δόξα Πατρὶ καὶ ... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,... Ὁ Ἱ­ε­ρεύς: Ὅ­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α … Ὁ Χορός:  ̉Α­μήν.  

Εἶτα τὸ  ̉Απολυτίκιον.  Ἦχος πλ. αʹ. Τὸν συνάναρχον λόγον.

Ω ῾ς ὡραίοι οἱ πόδες σου οἱ ζηλώσαντες* ἀκολουθῆ­σαι ταῖς τρίβοις τῶν ἀποστόλων Χρι­στοῦ,* Νίνα, σκεῦος Παρακλήτου παμφαέστα­τον˙* ὅ­θεν τι­μῶντες σὲ πιστῶς,* Γεωργίας φρυκτωρὲ φωτόλα­μπρε,* σὲ αἰ­τοῦμεν* ἡμῶν τὰ σκότη λιταὶς σου τῆς ἀ­γνωσίας* πόῤῥῳ σκέδασον.

῾Ο ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεός… καὶ μνημονεύει τὰ ὀνόματα, ὑπὲρ ὧν τελεῖται ἡ Παράκλησις καὶ ποιεῖ μικρὰν ἀπόλυσιν.

Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …

῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς  τοὺς  αἰώνας  τῶν  αἰώ­νων.  ̉Αμήν. Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλό­γησον.

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* Νίνα, πιστῶν χαρμονή,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη, Γεωργίας τὸ κλέ­ος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορ­θοδόξων κα­ταφύγιον.

῏Ηχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος β´.

Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

                                                                                ̉Αμήν

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com