2 Μαΐ 2026

Άγιος Οικουμένιος Αʹ Επίσκοπος Τρίκκης (4ος αι.) ( Η μνήμη του εορτάζεται την 3ῃ Μαΐου)

 

῞Αγιος Οἰκουμένιος Αʹ

῾Ο ῞Αγιος Οἰκουμένιος κα­ταγόταν ἀπὸ τὴν Καπ­παδοκί­α, γεννήθηκε ἀπό γονεῖς ἐπίσημους καί περι­φανεῖς καὶ ­ταν ἀνιψιὸς τοῦ ῾Αγίου  ̉Αχιλ­λείου Λαρίσης καὶ ἐξάδελφος τοῦ ἁγίου Ρηγί­νου, ἐπι­σκόπου Σκοπέλου.

    ̉Ακο­λούθησε τόν ῞Αγιο  ̉Αχίλλειο στὴ Λάρι­σα.  ̉Αρ­γότερα, μὲ τὴ σύμφωνη γνώμη κλήρου καὶ λαοῦ, ἐ­κλέ­χτηκε ἐπίσκοπος Τρίκκης. Οἱ δυὸ τους, ἅγιοι  ̉Αχίλ­λειος καὶ Οἰκουμένιος, ἔ­λαβαν μέρος στὴν Αʹ Οἰκου­μενικὴ Σύ­νοδο, ποὺ συνῆλθε τὸ 325 μ. Χ. στὴ Νίκαια τῆς Βιθυνίας, ὅπου καὶ θαυματούρ­γησαν εἰς ἀπό­δειξη τῆς ὀρ­θῆς πί­στεως (λίθος ἀνέβλυσε νερό).

   ῾Ο ῞Αγιος ἀγαποῦσε τὴν ἡσυχία καὶ τὴν προσευχή καὶ γι̉ αὐτὸ ἀποσύρονταν στὸ ἀσκητήριο του τὸ ὁποῖο βρίσκεται ὀκτὼ χιλιόμετρα βορεί­ως τῶν Τρικάλων, στὸ χωριό Χαϊδε­μένη. Κατὰ τὸν 14ο αἰ. μ. Χ., τὸ ἀσκητήριό του λεγόταν «Καταφύγιον» ἐνῶ σήμερα εἶναι γνωστό σὰν «Καταφεῖ­δι».

   ῾Ο ῞Αγιος κοιμήθηκε πλήρης ἡμε­ρῶν καὶ ἀ­ναδείχτηκε θαυματουργός. Τὰ τίμια λείψανά του φυλάσ­σονταν σὲ λάρνακα στὸν ναὸ τοῦ  ̉Αρχαγ­γέλου Μιχαήλ, ποὺ βρισκόταν μέσα στὸ φρούριο τῶν Τρικάλων.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Οἰκουμένιον Αʹ ̉ Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τῷ ῾Ιεράρχῃ ἐκτενῶς νῦν προσδράμωμεν* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν με­τα­νοίᾳ, κράζοντες αὐτῷ ταπεινῶς˙* ῞Αγιε, σπλαχνή­σθη­τι καὶ βοήθησον πάντας˙* σπεῦσον ἀπολλύμεθα ὑπὸ πλή­θους πταισμάτων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς˙* Σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν. 

Δόξα Πατρὶ...  ̉ Απολυτίκιον.  Ἦχος γʹ. Θείας πίστεως.

Τρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,* ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε,* σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ  ̉Αρεί­ου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τῷ Λόγῳ Χρι­στῷ τῷ Θεῷ ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμά­των ἄφεσιν.

Καὶ νῦν ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ.  Ἦχος πλ. δʹ Ὑγρὰν διοδεύσας…

Πολλοῖς συνεχόμενος πειρασμοῖς,* πρὸς Σὲ κα­τα­φεύγω,* Οἰκουμένιε θαυμαστέ,* καὶ δέομαι πό­θῳ ὁ ἀχρεῖος* τὴν σὴν βοήθειαν ταχέως παρά­σχου μοι.

 ̉Αφρόνως ἐβίωσα ἀληθῶς* διὸ καὶ στενάζω ὑπὸ τύ­ψεων ἰσχυρῶν˙* σοί, μάκαρ, προσπίπτω ὁ ἀ­χρεῖος* καὶ ἐξαιτοῦμαι τὴν σκέπην σου, ὅσιε. 

Τὰ πάθη ἐμόλυναν πολλαπλῶς* ψυχὴν μου καὶ σῶ­μα,* Οἰκουμένιε θαυμαστέ˙* διὸ σοι προστρέ­χω ἀ­νακράζων˙* ἐκ τούτων τάχος με ρῦσαι, τρι­σόλβι­ε.

Θεοτοκίον.

Νεότητα Μῆτερ τοῦ Λυτρωτοῦ,* προστάτευσον τά­χος,* ἐκ κινδύνων καὶ ἐθισμῶν,* καὶ ἐκ χει­ρῶν ἀν­θρώπων δολίων,* Σὺ διαφύλαξον πά-ντας, Πανύμνη­τε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Ικετεύομεν πάντες, τὸν Πλαστουργὸν Κύριον,* καὶ τὸν Ποιητὴν τῶν ἁπάντων* σὺ ἐξευμένι­σον,* ἵνα  σωθῶμεν  ἡμεῖς* ἐκ  τῶν  ποικίλων  παγί­δων* τοῦ δο­λίου δράκοντος, ὦ Οἰκουμένιε.

Σὺ ἰάσεις παρέχεις, θαυματουργὲ ὅσιε,* ἡμῖν τοῖς πι­στῶς δεομένοις* καὶ ἀνακράζουσι˙* σπεῦσον καὶ σῶσον ἡμᾶς* ἐκ τῶν δεινῶν νοσημάτων* καὶ ἐξ ὄ­γκων, ῞Αγιε, πάντας ἀπάλλαξον.

Τῶν Τρικκαίων τὴν πόλιν* ἐκ τοῦ σεισμοῦ φύλα­ξον* καὶ ἀπὸ ἐχθρῶν ἀλλοφύλων ταύτην διάσω­σον˙* τοὺς δὲ κατοίκους αὐτῆς* ἐξ αἰφνιδίου θανά­του,* μά­καρ Οἰκουμένιε, πάντας προστάτευσον.

Θεοτοκίον.

῾Ραθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον τα­χύ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱὸν Σου, ῎Α­χραντε, Σὺ ἐξευμένισον.

Διάσωσον* ἀπὸ τῆς πλάνης τὰ τέκνα σου, ῾Ιεράρ­χα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉Επίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴ­α­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶ­τα  Δέησις ὑπὸ τοῦ ῾Ι­ε­ρέως  καί τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σὺ Πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον˙* ἐ­λέους πηγὴ* καὶ πάντων καταφύγιον˙* ἐκτε­νῶς βο­ῶμεν Σοί,* Οἰκουμένιε μάκαρ, πρόφθασον˙* καὶ ἐκ κινδύνων φύλαττε ἡμᾶς˙* τοὺς πόθῳ καὶ πί­στει σοι προσφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Τοῦ νοὸς μου τὴν ἔπαρσιν* Τρίκκης Οἰκουμένιε, τά­χος κοίμησον* καὶ τὰ πάθη μου θεράπευσον*  ̉Αρχι­θύτα, πάντων καταφύγιον.

Οἱ ἐλπίδα καὶ στήριγμα* καὶ τῆς σωτηρίας τεῖχος ἀ­κράδαντον,* σὲ κατέχοντες  ̉Ορθόδοξοι,* δυσχερεί­ας πάσης ἐκλυτρούμεθα.

Τὴν χαρὰν τὴν οὐράνιον* μὴ στερήσῃς, πάτερ, ἀ­πὸ τοὺς δούλους σου* καὶ τὰ νέφη τὰ σκοτίζο­ντα* τὰς ψυχὰς μας τάχως σὺ διάλυσον.

Θεοτοκίον.

Παρθένε θεόνυμφε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύ­λαττε* καὶ τὸ στόμα μου  διάνοιξον,* τοῦ δο­ξάζειν Σε, Θεοκοινώνητε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς

Φύλαττε ἀεὶ* ἐκ κινδύνων, Οἰκουμένιε,* τοὺς σοὶ προ­σφεύγοντας, θεόφρον, θερμῶς* καὶ  σῶσον ἅπα­ντας ἐκ πλάνης, ἀκατάβλητε.

Κλαίω καὶ θρηνῶ,* Οἰκουμένιε μακάριε,* ἐρευ­νῶν τὰς τοῦ βίου πράξεις, σεμνέ,* διὸ σὺ προ­σφεύγω ὁ τάλας, Θεοδόξαστε.

Λῦσον τὴν ἀχλὺν* τῶν πταισμάτων μου, θεόφιλε,* τῷ φωτισμῷ τῆς σῆς καθαρότητος* καὶ τὸν βίον μου ταχέως σὺ καταύγασον.

Θεοτοκίον.

̉Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύ­στως Μαριάμ, προστάτευσον.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ

Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ φρουρόν, θαυματουργέ ῾Ιεράρχα,* τῶν πειρασμῶν διαλύ­εις τὰ βέλη* κα τοῖς νοσοῦσι παρέχεις τὴν ἴασιν.* Σοῦ δέ­ομαι, ὁ δυσμενής,* ἐκ παθῶν ὀλεθρίων διά­σωσον.

Θλιβόμενον παραμύθησαι, πάτερ,* ἀσθενοῦντι δώ­ρησόν μοι ὑγείαν* καὶ ἀδικούμενον ῥῦσαι ἱκέ­την* καὶ τῆς ψυχῆς εὐμορφίαν σὺ χάρισαι* τὸν θέλο­ντα διακαῶς* σωτηρίας τυχεῖν σαῖς δεήσεσι.

Τὸν νοῦν μου σὺ ἀποκάθαρον τάχος,* Οἰκουμέ­νιε, Τρικκαίων προστάτα* καὶ τὴν καρδίαν μου φώτι­σον, πάτερ,* σὺ καὶ τὸ σῶμα μου σπεῦσον καὶ ἴ­ασαι˙* σοῦ δέομαι γονυκλινῶς* ἐκ  τῶν  ματαίων φρο­ντίδων ἀπάλλαξον.

Θεοτοκίον.

Νευρώσεις Σύ, ἀπελαύνεις, Ἄχραντε,* καὶ τὰς νό­σους θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυ­χαῖς ἱκε­τῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδο­ξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς ψυχῆς μου τὰ ὄμμα­τα ἄνοιξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

    Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος.* Μὴ πα­ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ πρόφθα­σον, Θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πι­στῶς δεομένων σου˙* τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* ὁ ἀντι-λήπτωρ  τῶν πιστῶν,* Οἰκουμένιε μακάριε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος ἐναντίον Κυρίου  ὁ θάνατος  τοῦ  Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁ­γίου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀ­πὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιε-ρουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰα­θῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμά-των ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπά-ρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐ-τοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακά­ριοι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑ-μᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ…

Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με* τῶν ̉Ορθοδόξων προστάτα* μάκαρ Οἰκουμένιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­τους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* τῶν δαιμόνων τὰ τοξεύματα,* σκέπην οὐ κέ­κτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμε­νος καὶ παντοδαπῶς χειμαζόμενος,* πά­τερ ῾Ιερά­ρχα,* ἐλ­πὶς σὺ καὶ προστάτης τῶν πιστῶν* μὴ παρα­βλέψῃς ἱ­κέτην σου* τὸν πρὸς σὲ προστρέ­χοντα.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉ Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

῾Η εἰκών σου ἐδείχθη ἰατρεῖον ἀδάπανον, Οἰκου­μένιε,* θεόφρων ῾Ιεράρχα* καὶ Τρίκκης ποιμενάρ­χα* διὸ πάντες κραυγάζομεν˙* ῾Ο τῶν Πα­τέρων ἡ­μῶν,* Θεός, εὐλογητὸς εἶ. 

Τῶν ψυχῶν ἡμῶν ἔλκη,* Οἰκουμένιε, τάχος θερά­πευσον* καὶ δίδου σοῡ ἱκέτας* τὴν μνήμην τοῦ θα­νάτου,* ἵνα πόθῳ βοῶμεν σοι˙* ῾Ο τῶν Πατέρων ἡ­μῶν,* Θεός, εὐλογητὸς εἶ. 

Χαλινὸν συ τῆς γλώσσης* καὶ καιρὸν μετανοίας πα­ράσχου, ῞Οσιε,* ἐμοὶ τῷ τρισαθλίῳ* τῷ πόθῳ σοι ἐλ­θόντι* καὶ ἐν πίστει κραυγάζοντι˙* ῾Ο τῶν Πα­τέρων ἡμῶν,* Θεός, εὐλογητὸς εἶ. 

Θεοτοκίον.

Μὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα,* ἀλλὰ ταῖς εὐχαῖς Σου,* ἐκ νόσου τοῦ καρκίνου,* πάντας, Μῆτερ, διάσωσον,* ἵνα ὑ­μνῶ­μεν θερμῶς,* τὸν Λόγον Θεοτόκε.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν ῾Ιεράρχην,* τῆς τοῦ Χριστοῦ ἐκκλησίας* στρατι­αὶ ̉Ορθοδόξων ὑμνεῖτε* καὶ δοξολογεῖτε* εἰς πά­ντας τοὺς αἰῶνας.

Τοὺς προσελθόντας* ἐν τῷ σεπτῷ σου τεμένι,* μὴ παρίδῃς, σοφὲ ῾Ιεράρχα,* καὶ ἐκ τῶν  κινδύνων*  ἀπάλλαξον ἱκέτας.

Σὴν μεσιτείαν* οἱ ἐν τῇ Τρίκκῃ οἰκοῦντες,* Οἰκου­μένιε, πόθῳ ἐξαιτοῦμεν,* ἵνα λυτρωθῶμεν* πυ­ρὸς τοῦ αἰωνίου.

Θεοτοκίον.

῾Ελλήνων Κόρη,* καταφυγὴ ἀνεδείχθης,* καὶ ἀ­κοίμητος πάντων προ­στάτης˙* διό, Θεοτόκε,* ἀ­παύστως Σὲ ὑμνοῦμεν.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Θεόφρων ῾Ιεράρχα,* σοὶ ἀκαταπαύστως* τῶν  ̉Ορθο­δόξων τὰ πλήθη κραυγάζουσι,* ἐκ τῶν αἰ­ρέ­σεων πλάνας* πάντας προφύλαττε.

Μὴ παύσῃς, Θεοφόρε,* σὲ καθικετεύω* φρου-ρεῖν ἀ­παύστως ῾Ελλάδαν καὶ πόλιν σου* καὶ τὴν  ̉Ορθό­δοξον πίστιν* τάχος ἐξάπλωσον.

̉Ορθόδοξοι ὑμνοῦσιν* καὶ δοξολογοῦσιν* ἀπαύ­στως σόν, Οἰκουμένιε, ὄνομα* καὶ τῇ σεπτῇ σου εἰκόνι* πόθῳ προσπίπτουσι.

Θεοτοκίον.

̉Ι λέωσαι Υἱὸν Σου,* Κεχαριτωμένη,* τὸν ἐπ̉ ἐμοὶ ὀρ­γισθέντα  δικαίως ῾Αγνή,* καὶ  τοῦ πυρὸς  τοῦ  ἀσβέστου,* τάχος μὲ λύτρωσε.

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξοτέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Χαίροις, Οἰκουμένιε θαυμαστέ,* οἰκουμένης κλέ­ος κα ῾Ελλήνων καταφυγή.* Χαίροις, τοῦ  ̉Α­ρείου πο­λέμιος ἀνδρεῖος* κα τῆς  ̉Ορθοδοξί-ας,* πα­τὴρ τρι­σμέγιστος.

Τῆς Καππαδοκίας μέγας βλαστὸς* καὶ τῆς Θετ-τα­λίας ἀντιλήπτωρ καὶ βοηθός.* Τῶν Τρικκαίων, μάκαρ, ἐδείχθης Ποιμενάρχης* καὶ πάντων τῶν δογ­μάτων φρουρὸς ἀκοίμητος.

Φύλαττε τὴν Τρίκκην, θαυματουργέ,* καὶ τὴν Θετ­ταλίαν ἀπὸ πάσης ἐπιβουλῆς* καὶ τοὺς  ̉Ορ­θοδό­ξους  διάσωσον  ἐκ  λοίμης* τοὺς  πόθῳ  προσιόντας* πρὸ τῆς εἰκόνος σου.

῎Εχουσι ̉Ορθόδοξοι ἀληθῶς* σέ, ὦ ῾Ιεράρχα, ὡς προ­στάτην καὶ ἀρωγόν,* διὸ σοι προσέρχονται πά­ντες,  ̉Αρχιθύτα,* καὶ πόθω ἐξαιτοῦσιν τὴν μεσι­τεί­αν σου.

Χ

Χαίροις, τῶν Τρικκαίων ὁ ἀρωγὸς* καὶ τῶν ἐν ἀ­νά­γκαις, Οἰκουμένιε, βοηθός.* Χαίροις, τῆς πα­τρί­δος ἡμῶν μέγας προστάτης* καὶ τῶν νο-σοῦντων, μάκαρ,* θεράπων ἄριστος.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς: Τρισάγιον,  Δόξα Πατρὶ ... Παναγία τριάς,... Κύριε ἐλέησον (τρίς), Δόξα Πατρὶ ..., Πάτερ ἡμῶν...  Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν …, Ὁ Χορός:  ̉Α­μήν.  

Καὶ τὸ ̉̉̉Απολυτίκιον.  Ἦχος γʹ. Θείας πίστεως.

Τρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,*  ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε,* σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ  ̉Αρεί­ου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τῷ Λόγῳ Χρι­στῷ τῷ Θεῷ ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.

῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς ὁ Θεὸς … καὶ μνημονεύει τὰ  όνόματα ὑπὲρ ὧν τελεῖται ἡ Παρά­κλησις καὶ ποιεῖ μοκρᾶν ἀπόλυσιν, Δόξα σοι Χριστὲ ὁ Θεὸς …

῾Ο Χορός: Δόξα Πατρὶ … Καὶ νῦν … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

Τῶν πιστῶν ἀσπαζομένων τὰς  εἰκόνας  τῶν ῾Αγί­ων ψάλλομεν τὰ ἑξῆς:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας προστατεύεις, ἀγαθέ,* τοὺς πιστῶς προ­σφεύγοντας πόθῳ* τῇ κραταιᾷ σου χειρί˙* ἄλ­λον γὰρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρὸς Θεόν,* ἐν κιν­δύνοις καὶ θλίψεσιν,* ὡς μέγαν μεσίτην* οἱ κατακαμπτόμε­νοι ὑπὸ ποικίλων παθῶν,* πάτερ Οἰκουμένιε, σπεῦσον* καὶ τοὺς σοὶ προσπίπτοντας ῥῦσαι* πάσης περι­στάσεως* πρεσβείαις σου. 

Ἦχος πλ. δʹ.

Δέσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

Ἦχος βʹ.

Τὴν πάσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύςΔι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡµᾶς.

Ὁ Χορ­ός:  ̉ Α­μήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Α­γιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…. 

 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com