Νεομάρτυς
Νικόλαος ὁ εκ Μετσόβου
῾Ο Νεομάρτυς Νικόλαος γεννήθηκε στὸ Μέτσοβο ἀπὸ φτωχοὺς γονεῖς. Νεαρὸς πῆγε στὰ Τρίκαλα ὅπου δούλευε σὲ ἀρτοποιεῖο. Οἱ Τούρκοι χρησιμοποιῶντας τὴ βία τὸν ἀνάγκασαν νὰ τουρκέψει. ῞Οταν κατάλαβε τὶ ἔκανε, γύρισε στὸ Μέτσοβο, ὅπου ζοῦσε χριστιανικά. ῾Η φτώχεια ὅμως τὸν ἀνάγκασε νά ξαναπάει στὰ Τρίκαλα γιὰ νὰ πουλήσει δαδί. ̉Εκεὶ τὸν ἀναγνώρισε ἕνας Τοῦρκος κουρέας, ὁ ὁποῖος τὸν κατηγόρησε ὅτι πρόδωσε τὸ ̉Ισλάμ. ῾Ο Νικόλαος, ἐπειδὴ φοβήθηκε τοῦ ἔδωσε τὸ φόρτωμα τοῦ δαδιοῦ καὶ δεσμεύθηκε νὰ τοῦ φέρνει κάθε χρόνο δαδί.
῞Υστερα ἀπὸ αὐτὴ τὴ συμφωνία, ὁ τοῦρκος τὸν ἄφησε ἐλεύθερο. ̉Επιστρέφοντας στὸ Μέτσοβο πῆρε τὴν ἀπόφαση νὰ ὁμολογήσει τὴν πίστη του. ̉Αφοῦ ἐξομολογήθηκε καὶ κοινώνησε μὲ τὴν εὐχὴ τοῦ πνευματικοῦ του πῆγε στὰ Τρίκαλα γιὰ νὰ ὁμολογήσει τὸ Χριστό.
̉Εκεὶ τὸν ἀναγνωρίζει ὁ κουρέας, ὁ ὁποῖος τὸν κατέδωσε στὶς ἀρχὲς οἱ ὁποῖες ἀποφάσισαν, ἀφοῦ δὲν ἀλλαξοπιστοῦσε, νὰ καεῖ στὴν κεντρικὴ πλατεία.
῾Η ἀπόφαση ἐκτελέσθηκε κι ὁ Νικόλαος γαλήνιος
καὶ χαρούμενος παρέδωσε τὴν ψυχὴ του στὶς 17 Μαΐου 1617 στὸν Κύριο.
῾Η κάρα του φυλάσσεται εἰς τὴν ῾Ιερὰ Μονὴ Βαρλαὰμ ῾Αγίων Μετεώρων εὐωδιάζουσα καὶ θαυματουργοῦσα.
Παρακλητικὸς
Κανὼν
εἰς τὸν
Νεομάρτυρα Νικόλαον τὸν ἐκ Μετσόβου
καὶ ἐν
Τρίκκῃ ἀθλήσαντα
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν
τῷ Σταυρῷ…
Τῷ Νεομάρτυρι Χριστοῦ, Νικολάῳ* ἐν κατανύξει οἱ πιστοὶ δεηθῶμεν* καὶ αὐτῷ βοήσωμεν ἐκ βάθους ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας, λοιμικῆς ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Χριστὸν λιταῖς σου θαυμαστέ,* σὺ εἶ προστάτης Τρικκαίων ἀνύστακτος.
Δόξα Πατρὶ... Τὸ ̉
Απολυτίκιον
῏Ηχος α’. Τῆς ἐρήμου…
Τ ῶν Τρικάλων τὴν δόξα καὶ Μετσόβου τὸ κλέϊσμα,* Βαρλαὰμ τὸν προστάτην καὶ φρουρὸν τὸν ἀκοίμητον,* Νικόλαον ὑμνήσωμεν πιστοὶ* τὸν νέον στρατιώτην τοῦ Χριστοῦ,* ὃς πρεσβεύει τῇ Τριάδι ὑπὲρ ἡμῶν* διὸ πάντες βοήσωμεν˙* δό-ξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύ-σαντι˙* δόξα τῷ δωρησαμένῳ σε ἡμῖν* θερμόν ἀντιλήπτορα.
Καὶ νῦν ...
Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς
καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δ'.
Ὑγρὰν διοδεύσας…
Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, Νεομάρτυς* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν δίδου ἀπαύστως σῷ ἱκέτῃ* καὶ ἐκ χειρῶν μισοκάλου διάσωσον.
Καρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* σοῦ δεόμεθα ταπεινῶς* τὴν πίστιν ἀκλόνητον χορήγει* ἡμῖν τοῖς πρὸς σέ, Νικόλαε, προστρέχουσι.
Εἰρήνης τὸν ῎Αρχοντα, θαυμαστέ,* ἱκέτευε τάχος* ἐξαιτούμεθα ταπεινῶς˙* εἰρήνην παράσχει Σοῦ ἱκέταις* καὶ μετανοίας καρπούς, Θεοφρούρητε.
Θεοτοκίον.
῞Ον ἔτεκες, Μῆτερ, ἐν Βηθλεὲμ* ἱκέτευε τάχος* ἐξαιτούμεθα ταπεινῶς* ὑπὲρ τῶν σῶν δούλων, Θεοτόκε,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
̉Ε κ τροχαίου, Χριστόφρων,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ Νικόλαε.
Εἰρηναῖα τὰ τέλη* καὶ ἀνεπαίσχυντα* πᾶσι παράσχου, Νεομάρτυς,* Τρίκκης τὸ ἔρεισμα* καὶ ὑγείαν ταχὺ* τοῖς ἐξαιτοῦσι σὺ δίδου* καὶ τὴν σὴν βοήθειαν,* κλεινὲ Νικόλαε.
̉Εργασίαν εὑρίσκεις,* θαυματουργέ ῞Αγιε* τοῖς σοι προσφεύγουσι πίστει* καὶ ἀνακράζουσι,* βοήθει τάχος ἡμᾶς* σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀνεργίαν* παῦσον δεόμεθα.
Θεοτοκίον.
Συνειδήσεως, Κόρη,* τὰς τύψεις διάλυσον* καὶ τῆς μετανοίας τὰ δῶρα* τάχος παράσχου μοι,* Μαριὰμ θαυμαστή,* τῶν ̉Ορθοδόξων προστάτις* καὶ πιστῶν τὸ στήριγμα,* Θεογεννήτρια.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
Πρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι˙* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* καὶ θερμῶς βοῶσί σε,* Νεομάρτυς, σκέπασον ἅπαντας* καὶ ἐκ τροχαίων φύλαττε ἡμᾶς* τοὺς σοι θερμῶς ἀεὶ κατάφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε,…
Τὰς παγίδας τοῦ ὄφεως,* Νικόλαε μάκαρ, ταχὺ διάλυσον* καὶ ἀξίωσον ἱκέτας σου* σὺν ̉Αγγέλοις ἄσωμεν τὸν Κύριον.
Τοὺς ἰοὺς ἐξαφάνισον* καὶ τοὺς ̉Ορθοδόξους ταχὺ προστάτευσον,* Νεομάρτυς, σοῦ δεόμεθα* ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.
Οἱ νοσοῦντες προσφεύγουσι* τῇ εἰκόνι σου, Νεομάρτυς ἔνδοξε,* καὶ λαμβάνουσι τὴν ἴασιν* παρὰ σου, ἀήττητε Νικόλαε.
Θεοτοκίον.
̉Ορθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσεως, Μεγαλόχαρη,* καὶ ταπείνωσιν παράσχου μοι,* ἵνα λάβω ἄφεσιν καὶ ἔλεος.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Νικόλαε.
῎Εμπλησον ταχὺ* εὐφροσύνης τὴν καρδίαν μου* ταῖς πρὸς τὸν Κύριον λιταῖς σου, σεμνὲ* Νεομάρτυς, Μετσόβου γόνος καὶ ἄνθος εὔοσμον.
Δίδου σὺ χαρὰν* εὐεργέτας τοῦ ἱκέτου σου* καὶ διαφύλαττε αὐτούς, Θαυμαστέ,* ἐκ πάσης βλάβης, Νικόλαε, καὶ στενώσεως.
Θεοτοκίον.
Δώρησαι ἡμῖν* τὴν ὑγείαν δεομένοις σου* καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί,* Θεογενῆτορ* πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
ᾨδὴ στʹ. Τὴν δέησιν…
Τῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέτευε δεόμεθα πάντες,* ὅπως ῥυσθῶμεν ἐξ ὄγκων ποικίλων* καὶ πάσης ἄλλης στενώσεως, ῞Αγιε,* καὶ δίδου λιταῖς σου ἡμῖν* ἀνεπαίσχυντα τέλη, Νικὀλαε.
Θανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυματουργέ,* διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.
̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Νεομάρτυς,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, ἀκατάβλητε,* διὸ τῶν πιστῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἀπαύστως σέ, ἔνθεε.
Θεοτοκίον.
̉Απαύστως σὲ ἱκετεύω ὁ τάλας,* μὴ παρίδῃς τὸν σὸν δοῦλον, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν, ῎Αχραντε,* καὶ δίδου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆρος, Θεόνυμφε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία...
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε·* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* Νεομάρτυς Νικόλαε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Δίκαιος ὡς φοῖνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθίσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθίσει.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι
ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου…
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού,
ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνεσθε
οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙
παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν
ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς
καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τὶ λαλήσητε˙
δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες,
ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν
εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ
θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομείνας
εἰς τέλος, οὗτος σωθήσεται.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…
Προσόμοιον. Ἦχος πλ.
β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς
χείρας,* ἀθλητὰ Νικόλαε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου˙* νόσοι κατέλαβον
ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς καὶ τῶν
δαιμόνων τὸ παίγνιον·* πάντοθεν πολεμούμενος* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου,*
῞Αγιε, ἁπάντων* ἀκοίμητος προστάτης καὶ φρουρός,*
μὴ παραβλέπῃς τὴν δέησιν,* τῶν καταφευγόντων σοι.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, μάρτυς Νικόλαε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σοῦ πρεσβείαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.
Λειτουργούς τοῦ ῾Υψίστου,* Νεομάρτυς Νικόλαε, σοῦ δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥῶσιν,* ἵνα πάντες κραυγάζωμεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
̉Ατεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* Νικόλαε παμμάκαρ.
Θεοτοκίον.
̉Εκ τροχαίου ἱκέτας* σὺ προστάτευσον, Μῆτερ ἀειμακάριστε καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παράσχου,* ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Νικόλαε μάρτυς,* ὅπως καταπέμψῃ* ἡμῖν τὴν Θείαν Χάριν.
Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσωσον τάχος, Θεόφρων,* καὶ φύλαττε, μάρτυς,* ἐκ πλάνης διαβόλου.
Σὲ τῶν ῾Ελλήνων* καὶ ̉Ορθοδόξων χορεῖαι* ἀνυμνοῦσιν, Νικόλαε μάρτυς,* καὶ πάντες αἰτοῦμεν* ὑγείαν τε καὶ ῥώμην.
Θεοτοκίον.
Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε δέομαι, Μῆτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Αὐτοῦ τὴν δόξαν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Σοῦ δέονται ἡ Τρίκκη,* πόλις τοῦ Μετσόβου* καί ἡ Μονή Βαρλαάμ Θεοδόξαστε,* καὶ ἐξαιτοῦσι ἀπαύστως* τὴν προστασίαν σου.
Χοροὶ τῶν μοναζόντων* καὶ τῶν ̉Ορθοδόξων* σὲ ἱκετεύουσι, μάρτυς Νικόλαε,* τοὺς σοι προσπίπτοντας δίδου* πίστιν ἀκλόνητον.
Τοὺς ὄγκους θεραπεύεις* ὡς καὶ τὰς ἰώσεις* διὸ σοι πάντες προσφεύγουσι πίστει θερμῶς* καὶ παρὰ σου ἐξαιτοῦσι* τέλη ἀνώδυνα.
Θεοτοκίον.
῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις, τοῦ Μετσόβου γόνος λαμπρός˙* Χαίρος, τῶν Τρικάλων ὁ ἀσύλητος θησαυρός˙* Χαίροις τῶν πατέρων τοῦ Βαρλαάμ τὸ κλέος* καὶ τῶν πιστῶν ἡ δόξα καὶ καταφύγιον.
῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ,* Νικόλαε μάρτυς, θεραπεύειν τοὺς ἀσθενεῖς,* διὸ οἱ νοσοῦντες σοῦ δέονται ἀπαύστως* καὶ ἐκζητοῦσι πίστει τὴν θεραπείαν τους.
Κάραν σου, Νικόλαε θαυμαστέ,* πάντες προσκυνοῦμεν,* Νεομάρτυς, περιχαρῶς,* ἥτις μύρα βλίζει* ἐν Βαρλαάμ τῇ μάνδρᾳ* καὶ τοῖς πιστοῖς παρέχει* ῥῶσιν καὶ δύναμιν.
Πόλις τῶν Τρικάλων, μακαριστέ* διὰ τοῦ μαρτυρίου* σοῦ τοῦ σκεύους τοῦ οὐρανοῦ* ἔλαβε πλουσίως* μεγάλην εὐλογίαν* διὸ πιστῶν τά πλήθη* Χριστὸν δοξάζουσιν.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
̉̉̉Απολυτίκιον. ῏Ηχος α’.Τῆς ἐρήμου…
Τῶν Τρικάλων τὴν δόξα καὶ Μετσόβου τὸ κλέϊσμα,* Βαρλαὰμ τὸν προστάτην καὶ φρουρὸν τὸν ἀκοίμητον,* Νικόλαον ὑμνήσωμεν πιστοὶ* τὸν νέον στρατιώτην τοῦ Χριστοῦ,* ὃς πρεσβεύει τῇ Τριάδι ὑπὲρ ἡμῶν* διὸ πάντες βοήσωμεν˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν* θερμόν ἀντιλήπτορα.
Δέησις καὶ ̉Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς
εἰκόνας ψάλλομεν :
῏Ηχος
βʹ.
῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* φωσφόρε Νικόλαε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ Νεομαρτύρων, τὸ κλέος,* χηρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.
῏Ηχος πλ. δʹ.
Δ έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ Χορός: ̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης
ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο
τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου