῞Αγιος Νεομάρτυς ̉Αβραάμιος
(1ῃ ̉ Απριλίου)
̒Ο ῞Αγιος Νεομάρτυς ̉Αβραάμιος
καταγόταν ἀπό τήν Βουλγαρία καί ζοῦσε στήν Ρωσία. ̉Αρχικά ἦταν Μουσουλμάνος, ἀλλά ὅταν ἄκουσε
τό κήρυγμα τοῦ Εὐαγγελίου ἀσπάσθηκε τήν
̉Ορθόδοξη πίστη. ῏Ηταν φιλάνθρωπος καί ἐλεήμων πρός τούς φτωχούς.
Στήν πόλη Βολγάρα, στίς κατώτερες ἐκβολές τοῦ ποταμοῦ Βόλγα, ὁ ἅγιος ̉Αβραάμιος ἄρχισε νά μιλάει στούς συμπατριῶτες
του γιά τόν ἀληθινό Θεό. Τότε τόν συνέλαβαν ὁμόθρησκοί του καί προσπάθησαν
νά τόν ἐξαναγκάσουν νά ἀρνηθεῖ τόν Χριστό. ῾Ο ῞Αγιος, ὅμως, ἔμεινε σταθερός
στήν χριστιανική του πίστη. ῎Ετσι, τό ἔτος 1229, τεμάχισαν τόν ῞Αγιο καί ἔπειτα
τόν ἀποκεφάλισαν.
Οἱ Ρώσοι Χριστιανοί, πού ζοῦσαν στήν πόλη, ἐνταφίασαν τό ἱερό λείψανο τοῦ ῾Αγίου στό χριστιανικό κοιμητήριο.
῾Η ἀνακομιδή τῶν ἱερῶν λειψάνων του ἔγινε στίς 6 Μαρτίου τοῦ ἔτους
1230 ἀπό τόν μεγάλο πρίγκιπα τοῦ Βλαντιμίρ Γεώργιο, ὁ ὁποῖος τά ἐναπέθεσε στόν ἱερό
ναό τῆς Κοιμήσεως τῆς Θεοτόκου τῆς μονῆς Κνιατζινίν.
῾Η μνήμη τοῦ Νεομάρτυρα ῾Αγίου
̉Αβρααμίου ἐορτάζεται τήν 1ῃ ̉Απριλίου.
Παρακλητικός Κανών
εἰς τόν Νεομάρτυρα
̉Αβραάμιον τόν ἐκ Βλαχίας
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ… Ἦχος δʹ.
Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες, τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς, ῥῦσαι, ̉Αβραάμιε, ̉Ορθοδοξίας ἡ δόξα, ἡμᾶς τοὺς σοὶ προστρέχοντας ἐκ ποικίλων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ, σὺ γὰρ ὑπάρχεις πιστῶν καταφύγιον.
Δόξα
Πατρὶ... ̉ Απολυτίκιον. Ἦχος αʹ. Θείας πίστεως.
Σκεύος χάριτος τοῦ Παρακλήτου,* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* ζηλωτὴς τῶν ̉Αποστόλων γενόμενος,* καὶ κατασπείρας τὰ θεία διδάγματα,* μαρτυρικῶς τὸν ἀγῶνα τετέλεκας.* ̉Αβραάμιε ἔνδοξε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν, πταισμάτων ἄφεσιν.
Καὶ
νῦν… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας
σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς
δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις* ἀεὶ, ἐκ παντίων
δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ
αʹ. ῾Υγρὰν διοδεύσας...
Τὰς χείρας μου αἴρω ἱκετικάς,* ̉Αβραὰμιε μάρτυς,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν παράσχου ἐμοὶ τῷ ἀχρείῳ,* ἵνα Χριστὸν δοξάζω, ἀξιάγαστε.
Χριστόν καθικέτευε, ἀθλητά,* δεόμεθα πάντες,* οἱ προστρέχοντες ἐπί σε,* ὅπως παράσχῃ ἡμῖν λιταῖς σου,* χαράν, ὑγιείαν καί τέλη ἀνώδυνα.
Φιλάνθρωπον Κύριον καὶ Θεὸν,* ἡμῶν τῶν ἀνθρώπων,* καθικέτευε ἐκτενῶς,* δεόμεθα πίστει, Νεομάρτυς,* ὅπως ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψεων.
Θεοτοκίον.
Εἰρήνευσον οἴκους σῶν ἱκετῶν,* ὡς καί τήν πατρίδαν,* σοῦ δεόμεθα ταπεινῶς,* καί πᾶσι σύ δώρησον εὐχαῖς Σου,* ὑπομονήν καί ταπείνωσιν, ῎Αχραντε.
ᾨδὴ γ’.
Οὐρανίας ἁψῖδος…
Τοῦ πυρὸς τὴν μανίαν, λιταῖς σου κατάσβεσον,* ἀγρούς, Νεομάρτυς,* καὶ οἰκίας, σὺ διαφύλαττε,* ἵνα ὑμνοῦμεν σὲ,* τὸν τοῦ Χριστοῦ στρατιώτην,* τῶν πιστῶν τὸ στήριγμα, καὶ καταταφύγιον.
῾Ικετεύω σέ, μάρτυς, τὸν σκοτασμὸν ἅρπασον,* καὶ τήν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδιωξον.* Δίδου ἀπαύστως, σεμνέ,* τῷ σοὶ πιστῶς προσδραμόντι,* ὑγιείαν ἀκλόνητον, μάκαρ ̉Αβραάμιε.
Τοῦ καρκίνου τὸ πάθος, σὺ ἀφ̉ ἡμῶν δίωξον,* τῇ σῇ κραταιᾷ μεσιτεία,* Νεομάρτυς ̉Αβραάμιε,* καὶ δίδου πᾶσι, σοφέ,* τὴν ψυχῆς ἠρεμίαν* καὶ χαρὰν τοῦ Πνεύματος, ἀδιατάρακτον.
Θεοτοκίον.
̉Ορθοδόξων ἐδείχθης, καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ,* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.
Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅτι πάντες δεητικῶς, εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉̉Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ
Χορός τὸ Κάθισμα.
Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Πρεσβείαν τὴν σὴν, κατέχοντες, φιλόχριστε,* παγίδων πολλῶν, λυτρούμεθα ἱκέτες σου.* ̉Εκτενῶς βοῶμεν σοι, ̉Αβραάμιε, τάχος πρόφθασον* καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς,* ὁ μέγας προστάτης τῶν τιμῶντων σε.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Σὺ τὴν γλῶσσαν μου φύλαξον,* ἐκ τῆς κατακρίσεως, Θεοδόξαστε,* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπαντος.
Τοὺς πολέμους κατάπαυσον,* ̉Αβραάμιε παμμάκαρ,* πιστῶν τὸ στήριγμα,* καὶ εἰρήνην ταῖς ἱκέταις σου,* παράσχου, μάρτυς πανευωδέστατε.
Τὰς ἰώσεις θεράπευσον* καὶ τοὺς ποικίλους ὄγκους τάχος ἴασον,* σοῦ δεόμεθα, πανένδοξε,* καὶ ὑγείαν δίδου τοῖς ἱκέταις σου.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον,* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας,* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’.
Φώτισον ἡμᾶς…
Δίδου τοῖς πιστοῖς,* ὑγιείαν, Θεοδόξαστε,* καὶ τῶν νοσοῦντων γίνου θεραπευτής,* μαρτύρων κλέος,* καὶ τῶν πιστῶν καταφύγιον.
Κύριον θερμῶς,* καθικέτευε, ̉Αβραάμιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν,* ὡς καὶ εἰρήνην* τοῖς οἴκοις ἡμῶν, πανθαύμαστε.
Πάντας τοὺς πιστοὺς,* ἐντρυφήσαι καταξίωσον,* ἐν ταῖς Γραφαῖς, ̉Αβραάμιε θαυμαστέ,* καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Θεοτοκίον.
Νόσων ἰατρὸς,* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς,* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.
ᾨδὴ
στ’.
Τὴν δέησιν ἐκχεῶ…
Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με,* καὶ ἐκ πασῶν τῶν συμφορῶν, Θεοφόρε,* καταφυγὴ σὺ εἶ ἡμῶν τῶν ἀλγούντων,* σὺ καὶ λιμὴν ἀνεδείχθης ἀκύμαντος,* σοῦ δέομαι θαυματουργέ,* ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως,* ῥῦσαι, παμμάκαρ ̉Αβραάμιε,* τάχος, ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας,* καὶ Κύριον τῶν οὐρανῶν,* καί τῆς γῆς καταπράϋνον δέομαι.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Αβραάμιε, τοὺς ἱκέτας σου τάχος,* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον,* δεόμεθα γονυκλινῶς, Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε,* καὶ διάσωζε ἐκ πάσης κακίας,* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους,* τάχος ὁδήγησον πάντες δεόμεθα,* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς,* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅτι πάντες δεητικῶς, εἰς σὲ καταφεύγομεν,* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,* δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ
τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος,* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις,* καὶ ῥῦσε ἐκ τῶν κινδύνων, ̉Αβραάμιε σοφέ,* ἰσχυρὸν, τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ
εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς:
̉Εκ τοῦ κατὰ
̉Ιωάννην.(Κεφ. ιεʹ17-27, ιςʹ 1-2)…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου
ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην
ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ
εἶπον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς
διώξουσιν˙ εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα
πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμ-ψαντά με. Εἰ
μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχουσι
περὶ τῆς ἁμαρτίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα
μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ καὶ
ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ̉Αλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ
νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω
ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος
μαρτυρήσει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ̉ ἐμοῦ ἐστε.
Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.
̉Αποσυναγώγους ποιήσουσιν ὑμᾶς˙ ἀλλ̉
ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς
δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα
Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ̉Αβρααμίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν καὶ
ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός,
κατὰ τὸ μέγα …
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης με, τῶν ̉Ορθοδόξων προστάτα, καὶ πιστῶν τὸ στήριγμα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙ θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμια, ἀρχεκάκου τὰ τοξεύματα˙ σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ πρσφύγω, Πανάριστε, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου. Σπεῦσον, Νεομάρτυς, καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς, καὶ βακτηρία ἀκλόνητος, τῶν πιστῶν ̉Αβραάμιε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν
σου…
῾Ο χορός: Κύρει, ἐλέησον
(δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
Τοῦ σεισμοῦ τὴν μανία,* καταπαύει ὁ Πλάστης, ̉Αβραάμιε ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη,* αἰτοῦσι σαῖς πρεσβεῖαις,* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν,* εὐμένισον λιταῖς Σου.
̉Ε κ πειρασμῶν καὶ κινδύνων,* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον˙* καὶ ἐκ νόσου τοῦ καρκίνου,* σὺ φύλαττε δέομαι,* τοὺς ἐν πίστει κραυγάζοντας˙* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.
Λειτουργούς τοῦ ῾Υψίστου,* Νεομάρτυς ̉Αβραάμιε,* σοῦ δεόμεθα, παράσχου ὑγιείαν,* ταπείνωσιν καὶ ῥῶσιν,* ἵνα πάντες κραυγάζωμεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν,* Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος,* καὶ χείρας μου σοι αἴρω,* καὶ πόθῳ ἀνακράζω,* ἀποδήμους διάσωσον,* ἐκ τῶν χειρῶν πειραστοῦ,* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ η’.
Τὸν Βασιλέα…
Τὰς ἐπιθέσεις, τοῦ ἀοράτου Βελίαρ,* φυγαδεύεις πρεσβείαις σου, μάκαρ,* καὶ τοὺς ἐν ἀνάγκαις,* ̉Αβραάμιε, κουφίζεις.
Τὸν Βασιλέα, καὶ Ποιητὴν τῶν ἁπάντων,* καθικέτευε, ̉Αβραάμιε μάρτυς,* ὅπως τοῖς ποθοῦσι,* παράσχῃ τέκνα τάχος.
Τὴν νεολαίαν, ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσωσον, ̉Αβραάμιε, τάχος,* καὶ φύλαττε, μάρτυς,* ἐκ πλάνης διαβόλου.
Θεοτοκίον.
Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς, ἐξ ῾Ελλάδος,* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δοξάζομέν σε.
ᾨδὴ θʹ.
Κυρίως Θεοτόκον...
Παθῶν μου τὴν μανίαν,* νέκρωσον, Θεόφρον,* καὶ τοῦ νοὸς μου τὴν ζάλην κατεύνασον,* ἵνα ἀπαύστως δοξάζω σε,* ̉Αβραάμιε ἔνδοξε.
Πηγὴ τῶν ἰαμάτων,* ὄντως ἀνεδείχθης,* καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος,* διὸ σὲ ἱκετεύομεν,* σκέπε ἱκέτας σου.
Τοὺς ὄγκους θεραπεύεις,* ὡς καὶ τὰς ἰώσεις,* διὸ σοι πάντες προσφεύγουσι πίστει θερμῶς,* καὶ παρὰ σου ἐξαιτοῦσι,* ὑγείαν ἔνδοξε.
Θεοτοκίον.
̉Εκ τῆς ὑπεροψίας,* φύλαττε, Παρθένε,* τοὺς ἱκέτας Σου δεόμεθα πάντες θερμῶς,* καὶ ἐκ παθῶν ἐφαρμάτων,* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Α ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον,* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον* σὲ μεγαλύνομεν
Χαίροις, τῶν νοσοῦντων ὁ ἰατρὸς,* καὶ τῶν ἐν ἀνάγκαις,* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῆς ῾Ρωσίας,* ἀγλάϊσμα τὸ νέον* καὶ τῶν πιστῶν τὸ κλέος,* ̉Αβραάμιε ἔνδοξε.
Δόξα ἐκκλησίας καὶ χαρμονή,* Μάκαρ, ἀνεδείχθης,* καὶ προπύργιον τῶν πιστῶν,* καὶ τῆς νέολαίας,* προστάτης σύ κατέστεις,* ̉Αβραάμιε θεόφρων,* ̉Αγγέλων σύσκηνε.
̉Ορφανῶν προστάτης καὶ βοηθός,* πεινόντων τροφέας,* καὶ ἀνέργων καταφυγή,* μάκαρ ἀνεδείχθης,* διὸ σὲ θεοφόρε,* δοξάζομεν ἀπαύστως,* καὶ ὕμνους μέλπομεν.
῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ,* ̉Αβραάμιε μάρτυς,* θεραπεύειν τοὺς ἀσθενεῖς,* διὸ οἱ νοσοῦντες σοῦ δέονται ἀπαύστως,* καὶ πίστει ἐκζητοῦσι* τὴν θεραπείαν τους.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορὸς τὸ Τρισάγιον,
Πάτερ ἡμῶν... ὁ Ἱερεύς: Ὅτι Σοῦ… καὶ τὸ
̉̉̉Απολυτίκιον.
Ἦχος αʹ. Θείας πίστεως...
Σκεύος χάριτος τοῦ Παρακλήτου,* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* ζηλωτὴς τῶν ̉Αποστόλων γενόμενος,* καὶ κατασπείρας τὰ θεία διδάγματα,* μαρτυρικῶς τὸν ἀγῶνα τετέλεκας.* ̉Αβραάμιε ἔνδοξε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν,* πταισμάτων ἄφεσιν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ
ἡ μικρὰ ἀπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων
τὰς εἰκόνας ψάλλομεν:
῞Οτε
ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Πάντων σὺ προστάτης καὶ φρουρὸς,* καὶ τῶν σωτηρίαν ποθούντων,* σὺ βοηθὸς ἀσφαλής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν ̉Ορθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον,* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διό σοι προσπίπτωμεν πόθῳ,* πάντες οἱ Ὀρθόδοξοι, ̉Αβραάμιε.
῏Ηχος
πλ. δʹ.
Δέσποινα, πρόσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος
βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο Ἱερεύς: Δι̉ εὐχῶν τῶν ῾Αγίων
Πατέρων ἡμῶν,...
[1] Εἰς τὰ
δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου