14 Νοε 2025

Αγία Ιφιγένεια η Παρθενομάρτυς (16 Νοεμβρίου)

Αγία ̉Ιφιγένεια ἡ Παρθενομάρτυς

(16 Νοεμβρίου)

Η ῾Αγία ̉Ιφιγένεια γεννήθηκε τό 53 μ.Χ. στήν Τοκάτη τοῦ Πόντου τῆς Μικρᾶς  ̉Ασίας ἀπό εἰδωλολάτρες γονεῖς, οἱ ὁποίοι ἀργότερα βαπτίστηκαν χριστιανοί.

   Τήν ἐποχή ἐκείνη αὐτοκράτορας ἦταν ὁ παράφρων Νέρωνας, ὁ ὁποῖος εἶχε ξεκινήσει τόν πρῶτο διωγμό κατά τῶν χριστιανῶν. ῾Η ῾Αγία σέ πολύ νεαρή ἡλικία συλλαμβάνεται καί ὁδηγεῖται μπροστά στόν διοικητή τῆς περιοχῆς. ῾Ο διοικητής Μᾶρκος προσπαθεῖ μέ κολακευτικούς λόγους νά μεταπείσει τήν ῾Ιφιγένεια νά ἀρνηθεῖ τόν Χριστό. ῾Εκείνη ὅμως μέ σθένος ὁμολογεῖ τήν πίστη της στό Θεό, μέ συνέπεια νά ὑποστεῖ φρικτά βασανιστήρια καί ἐν τέλει νά θανατωθεῖ σέ ἡλικία μόλις 15 ἐτῶν.

   ῾Η μνήμη της τιμᾶται ἀπό τήν ̉Εκκλησία μας στίς 16 Νοεμβρίου ἑκάστου ἔτους.

Παρακλητικὸς Κανὼν

 εἰς τὴν Παρθενομάρτυρα ῾Αγία ̉Ιφιγενεια

Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής: 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ

ὴν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προστρέχοντας,* ̉Ιφιγένεια μάρτυς,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυ­μαστή,* σὲ γὰρ προστάτιδα ἅπαντες ἔχο­μεν. 

Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος δʹ.

Η

 ἀμνάς σου Ἰησοῦ,* κράζει μεγάλῃ τῇ φωνῇ˙* Σὲ Νυμφίε μου ποθῶ* καὶ σὲ ζητοῦσα ἀθλῶ* καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου* καὶ πάσχω διὰ σέ,* ὡς βασιλεύσω σὺν σοί* καὶ θνῄσκω ὑπὲρ σοῦ,* ἵνα καὶ ζήσω ἐν σοί,* ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.* Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων,* σῶσον τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.

Ο

ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τς  δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀε* ἐκ παντοίων δει­νῶν. 

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Π

ροσπίπτω ὁ τάλας ἱκετικῶς* πρὸς σέ, ἀθλοφό­ρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ,* ̉Ιφιγένεια μάρτυς πανένδοξε. 

Τ

ὰ πάθη ἐμόλυναν τὴν ψυχὴν* ἐμοῦ τοῦ ἀθλίου* καὶ ἀχρείου, θαυματουργέ,* διὸ σοι, ̉Ιφιγένεια, προ­σπίπτω* καὶ ἐξαιτοῦμαι βοήθειαν, πάντιμε. 

Π

αράσχου ἱκέταις σου, θαυμαστή,* μετά­νοι­αν, πίστιν* καὶ τὸν βίον εἰρηνικόν,* ὡσαύ­τως διά σῶν λιτῶν δίδου* ὑπομονὴν,  ̉Ιφιγένεια ἔνδοξε.

Θεοτοκίον.

Π

ανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ κα­τά­φεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν Σὴν βοή­θει­αν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

Τ

οῦ καρκίνου τὸ πάθος* σὺ ἀφ̉  ἡμῶν δίωξον,* τῇ σῇ κραταιᾷ μεσιτεία,* μάρτυς Πανένδοξε,* καὶ δί­δου πᾶσι, σεμνή,* τὴν ψυχῆς ἠρεμίαν* καὶ χαρὰν τοῦ Πνεύματος* ἀδιατάρακτον.  

Ι

῾ κετεύω σέ, μάρτυς,* τὸν σκοτασμὸν ἅρπασον* καὶ τήν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδίωξον.* Δί­δου ἀ­παύστως, σεμνή,* τῷ σοὶ πιστῶς  προσδραμό­ντι* ὑγι­είαν ἀκλόνητον,* ὦ  ̉Ιφιγένεια.

Α

̉ νεργίαν διώκει ταῑς σαῖς λιταῖς, Πάνσεμνε,* ὁ τῶν οὐ­ρανῶν Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυ­κλι­νῶς, θαυμαστή,* τὰς χείρας αἴρομεν πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου. 

Θεοτοκίον.

Ο

̉ ρθοδόξων ἐδείχθης* καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστά­τις* καὶ χη­ρῶν ὑπέρμαχος* ἀκατανίκητος.

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφόρε,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησία. 

Ε

̉ πίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...

Π

ρεσβείαν τὴν σὴν* κατέχοντες, φιλόχριστε,* πα­γίδων πολλῶν* λυτρούμεθα ἱκέτες σου.*  ̉Ε-κτε­νῶς βοῶμεν σοι,  ̉Ιφιγένεια, τάχος πρόφθα-σον* καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς,* σύ γάρ εἶ προστάτις τῶν τι­μῶντων σε.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε...

Τ

ῶν παθῶν μου τὸν τάραχον* σύ,  ̉Ιφιγένεια,* τάχος κατάπαυσον* καὶ τὸν νοῦν μου ἀποκάθα­ρον* ἐκ παντοίων σκέψεων, Πανόλβιε.

Σ

ὺ τὴν γλῶσσαν μου φύλαξον* ἐκ τῆς κατακρί­σε­ως, τρισμακάριστε,* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν* Κτίστην τὸν τοῦ σύμπα­ντος.

Τ

έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Ιφιγένεια εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.

Ε

̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποι-να Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε. 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Π

άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,  ̉Ιφιγένεια θαυμαστή,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.  

Σ

ῶμα καὶ ψυχὴ* ὡς καὶ τὴν σὴν καρδίαν ᾄδο­ντας* τῷ Κυρίῳ προσήνεγκας, θαυμαστή,* διὸ στεφά­νους,  ̉Ιφιγένεια, παρέλαβες.

Υ

῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Θεοτοκίον.

Ν

όσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦ-μεν παρασχεῖν ἡμῖν μετάνοιαν.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

Τ

ὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι-μοῦ τῆς ἁμαρτίας, Τρισμάκαρ,* καὶ ταῖς λιταῖς σου, πιστῶν ἡ προστάτις,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,*  ̉Ιφιγένεια, ἡμῶν κα­ταφύγιον.

Ω

῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδόξων οἱ χοροὶ Χριστονύμφη,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις, φωσφόρε,* σὲ ὀνομάζομεν, κόρη πανύμνητε,* δεόμε­θά σου, ταπεινῶς* ἐκ τῶν παθῶν τοὺς ἱκέτας διάσωσον.

Ε

̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ιφιγένεια, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* Μυροβόλε, ἡμεῖς οἱ ἀνάξιοι.

Θεοτοκίον.

Π

ανάχραντε,  ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφόρε,*  ὅ­τι  πάντες  δεητικῶς* εἰς  σὲ  καταφεύγο­μεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησία. 

Α

῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σ

ὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* ̉Ιφιγένεια σεμνή, ἰσχυρὸν* τῶν  ̉Ορθοδό­ξων κατά­φύγι­ον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς) 

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τ

ῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖ­ρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τῆς ̉Ιφιγενείας πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν κα ἀε 

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων. 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα … 

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέ­κτημαι* οὐδὲ ποῦ προσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμού­με­νος* καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον, Θεοφόρε,* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* τῶν πιστῶν, ̉Ιφιγένεια. 

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς … 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Θ

ελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας Κόρη σεμνή, δυσώπησον,* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοὺς ἐν πίστει κραυγάζοντας˙* Ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

Ν

ικητάς ἁμαρτίας* τούς πιστούς σύ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρός τόν Κτίστην*  δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,*  ̉Ιφιγένεια, πιστῶν* ἀνύστακτος προστάτης.

Ν

ικητάς ἁμαρτίας* τούς πιστούς σύ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρός τόν Κτίστην*  δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,*  ̉Ιφιγένεια σεμνή,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Θ

εοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων.     

ᾨδὴ η’. Τόν Βασιλέα…

Α

̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, μάρτυς.

Τ

ὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπό­της τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέ­χει* τα­χέως ἐργασίαν. 

Τ

ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου,  ̉Ιφιγένεια μάρτυς,* καὶ πιστοῖς παρέχει*  ὑγείαν καὶ εἰρήνην.

Θεοτοκίον.

Τ

ὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λι­ταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δο­ξάζομέν σε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον... 

Τ

ὰ τέκνα ̉Ορθοδόξων* φύλαττε ἐκ πλάνης* καὶ ἐκ  τῆς  ἀπιστί­ας  σῶσον  τάχος, ῾Αγνή,* κα  εἰς νομὰς τοῦ Κυρί­ου* ταύ­τα ὁδήγησον. 

Α

̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.   

Τ

οὺς ὄγκους θεραπεύεις,* καὶ πιστοῖς παρέχεις* ἀκλόνητον ὑγιείαν, Θεόνυμφε,* διὸ πρός σε οἱ νοσοῦντες* πίστει προσφεύγουσι.

Θεοτοκίον.

Ε

̉ ξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

Α

῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ-ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Χ

αίροις, ̉Ιφιγένεια θαυμαστή* κλέος  ̉Ορθοδόξων* καὶ νοσοῦντων καταφυγή.* Χαίροις, νεολαίας* τὸ πρότυπον καὶ δόξα* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.

Κ

έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου*  ̉Ιφιγένεια θαυμαστή,* καὶ πᾶσι παράσχου* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν ἀξίωσον.

Τ

ὴν ῾Ελλάδα πάντες πανευλαβῶς* δεόμεθα μάρτυς,* διαφύλαττε ἐξ ἐχθρῶν* τῶν ταύτην κυκλοῦντων* καί σφόδρα ποθοῦντων* ταχύ ὑπο­δουλῶσαι,* Κόρη πανύμνητε.

Π

άντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀ­νάγκαις ἀντιλήπτωρ καὶ βοηθός,* χηρῶν ἡ προστάτις,* πενήτων ἡ τροφέας,*  ̉Ιφιγένεια μάρτυς,* ὄντως σύ γέγονας.

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Α­μήν. 

Εἶ­τα τὸ  ̉̉̉Απολυτίκιον. Ἦχος δʹ.

Η

 ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ˙* Σὲ Νυμφίε μου ποθῶ* καὶ σὲ ζητοῦσα ἀθλῶ* καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου* καὶ πάσχω διὰ σέ,* ὡς βασιλεύσω σὺν σοί* καὶ θνῄσκω ὑπὲρ σοῦ,* ἵνα καὶ ζήσω ἐν σοί,* ἀλλ' ὡς θυσίαν ἄμωμον* προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.* Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων,* σῶσον τὰς ψυχὰς ἡμῶν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς  εἰκόνας  ψάλλομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Π

άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* ̉Ιφιγένεια θαυμαστή,* δί­δου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτι­σμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγε­λον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάρτυς,  ̉Εκκλησίας τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης θεράπων* καὶ τῶν  ̉Ορ­θοδόξων κατάφύγιον.

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ­μᾶς.

̉ Αμήν.



2. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com