Ὁ ἅγιος
Γρηγόριος Νύσσης ἀντιλέγων στόν Εὐνόμιο ὑποδεικνύει τὴν εἰδωλολατρία του
Βατικανοῦ καί τήν ενοχή τῶν οἰκουμενιστῶν τῆς Ὀρθοδοξίας
Ὁ ἅγιος Γρηγόριος Νύσσης ἀντιλέγων στόν Εὐνόμιο περί τῆς παρ' ἑαυτῆς γεννητῆς θείας οὐσίας «…περιγράφοντες αὐτὴν παρ᾽ ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε. τίς αὕτη πάλιν ἡ καινὴ τερατολογία; πῶς αὐτός τις ὑφ᾽ ἑαυτοῦ γεννᾶται…»[1], ὑποδεικνύει σήμερα τὴν εἰδωλολατρία τῶν ἐν προσχήματι χριστιανισμοῦ[2] ἀρειανῶν[3] καί εὐνομιανῶν[4] εἰδωλολατρῶν σαβελλιανοῦ[5] τριαδικοῦ τέρατος λατίνων τοῦ αἱρετικοῦ Βατικανοῦ, περί τῆς ἀφ΄/ δι’/ παρ’ ἑαυτῆς ὑπαρκτῆς θείας οὐσίας τοῦ τούτου σαβελλιανοῦ εἰδώλου τῆς Ἁγίας Τριάδας, ὅπως αὐτό κακοδοξεῖται ὑπό τοῦ ἀβαπτίστως πολυθέου Θωμᾶ Ἀκινάτου, «Ἀλλὰ ἡ θεία οὐσία ὑπάρχει δι’ ἑαυτῆς ὡς μία μοναδικῶς ὑπάρχουσα ἐξατομικευμένη μέσα ἀπὸ τὸν ἑαυτὸ τῆς, γιατί, ὅπως ἔχουμε δείξει, δὲν εἶναι σὲ καμία περίπτωση κάποια ὕλη.»[6]
Ὀρθοδόξως ἡ τρισυπόστατος θεία οὐσία καί φύσις θεολογεῖται ἀγένητη «Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος, ἤτοι ἄκτιστος»[7] ὡς αὐτοῦ τούτου τοῦ Θεοῦ[8] , τοῦ ἀγενήτου προσδιοριζομένου συμφώνως τοῦ μήτ΄ ἀφ΄ ἑαυτοῦ καί μήδ΄ ἐξ ἑτέρου τρόπου τοῦ ΕΙΝΑΙ ὑπό τοῦ μεγάλου Βασιλείου «ὅτι ὁ ἀγέννητος οὐ γεγέννηται, οὔτε αὐτὸς ὑφ᾽ ἑαυτοῦ, οὔτε ὑφ᾽ ἑτέρου”[9] , τοῦ θελογοῦντος ἀγένητη τὴν θεία οὐσία , «φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν»[10], καί πάλιν θεολογοῦντος τὸ ἀφ΄ ἑαυτοῦ αὐτογεννήτως αὐθύπαρκτον ὡς σκότος, «Σκότος, οὐ παρ´ ἑτέρου τὸ εἶναι ἔχον, ἀλλὰ κακὸν αὐτογέννητον.»[11], καὶ κακή δύναμη «Τὸ γὰρ σκότος [...] δύναμιν κακὴν, μᾶλλον δὲ αὐτὸ τὸ κακὸν, παρ´ ἑαυτοῦ τὴν ἀρχὴν ἔχον»[12] , ἡ ὁποία θεολογικῶς δέν συνιστᾶ αἰτία φωτός, «οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ»[13].
Ἡ λατινική πίστις εἰς δι΄/ἀφ΄ ἑαυτῆς ὑπαρκτῆς θείας οὐσίας,
θέτει τὴν πίστι τοῦ Βατικανοῦ πρός ἀλλότριο θεό, καί ἀποδεικνύει τὴν αἱρετική ἐνοχή
τῶν οἰκουμενιστῶν τῆς ὀρθοδοξίας, κἄν ὡς πατριαρχῶν καί ἀρχιεπισκόπων ἤ συνόδου
Κολυμπαρίου.
[1]«Εὔκαιρον γὰρ ἐκ τοῦ βορβόρου
τῶν ἐκεῖθεν λόγων προσπτύσαι τῇ βδελυρίᾳ τοῦ δόγματος. καὶ γὰρ καὶ τὸ ἕτερον μέρος
τῶν κατὰ τὸ διλήμματον τεθέντων αὐτῷ τῆς ἴσης ἔχεται παραπληξίας. ἢ μίαν, φησί,
καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει
περιγράφοντες αὐτὴν παρ᾽ ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε. τίς αὕτη
πάλιν ἡ καινὴ τερατολογία; πῶς αὐτός τις ὑφ᾽ ἑαυτοῦ γεννᾶται, ἑαυτὸν πατέρα ἔχων
καὶ υἱὸς ἑαυτοῦ πάλιν γινόμενος; τίς ἡ ναυτία, τίς ἡ παραφορά, στρέφεσθαι ἑαυτοῖς
ἐπὶ τὸ κάτω τὸν ὄροφον καὶ ὑπὲρ κεφαλῆς τὸ ἔδαφος ἔχειν; ὃ οἱ ὑπὸ μέθης καρηβαροῦντες
νομίζουσι καὶ βοῶσι καὶ διατείνονται μήτε τὴν γῆν αὐτοῖς πεπηγέναι φεύγειν τε καὶ
τοὺς τοίχους καὶ ἐν κύκλῳ περιδινεῖσθαι τὰ πάντα καὶ μηδεμίαν ἔχειν τὰ φαινόμενα
στάσιν. τάχα τοίνυν ἐν τοιούτῳ σάλῳ τὴν ψυχὴν ἔχων ὁ λογογράφος συνέγραφε καὶ ἐλεεῖν
προσήκει μᾶλλον ἐπὶ τοῖς γεγραμμένοις αὐτὸν ἢ βδελύττεσθαι. τίς γὰρ οὕτω τῶν θείων
δογμάτων ἀνήκοος, τίς οὕτω πόρρω τῶν τῆς ἐκκλησίας μυστηρίων ἐστίν, ὡς τὴν τοιαύτην
ἔν νοιαν κατὰ τῆς πίστεως δέξασθαι; μᾶλλον δὲ μικρὸν ἴσως τὸ τοιοῦτον λέγειν, τὸ
μηδένα κατὰ τῆς πίστεως τὴν ἀτοπίαν ταύτην ὑπονοῆσαι.» ἁγίου Γρηγορίου Νύσσης Ἀντιρητικὀς
κατ΄ Εύνομίου Α΄ ΕΠΕ 91(2) ,226
[2] «ια'. Χωρὶς δέ τῶν εἰρημένων,
εἰ δύο αἰτία ἐν τῇ θεαρχικῇ καί ὑπερουσίῳ Τριάδι καθορᾶται, ποῦ τὸ τῆς μοναρχίας
πολυΰμνητον καὶ θεοπρεπές κράτος; Πῶς οὐχί τὸ τῆς πολυθεΐας ἄθεον νῦν ἐπικωμάσει;
Πῶς δ’ οῦκ ἐν προσχήματι Χριστιανισμοῦ ἡ δεισιδαιμονία τῆς ἑλληνικῆς πλάνης τοῖς
ταῦτα λέγειν τολμῶσιν οὐ συνεισελάσει;» ἁγίου καὶ μεγάλου Φωτίου, Περὶ τῆς τοῦ ἁγίου
Πνρύματος Μυσταγωγίας, ΕΠΕ 133(4), 346
[3] «Ἀρειανοί μέν οὖν τόν Υἱόν
ἔλεγον θελήσει τοῦ Πατρός εἰς τό εἶναι προελθεῖν ἐκ τοῦ μή ἀθελήτως ἐκ Πατρός τό
εἶναι λαβεῖν τοῦτο δῆθεν κατασκευάζοντες. Λατῖνοι δέ θελήσει τοῦ Πατρός ἤ καί τοῦ
Υἱοῦ προελθεῖν εἰς τό εἶναι δεικνύουσι τό Πνεῦμα τό ἅγιον τοῦ τήν ἐκπόρευσιν εἶναι
νομίζειν ἀποστολήν κατ᾿ εὐδοκίαν καί θέλησιν. Ἐροῦμεν οὖν καί ἡμεῖς πρός αὐτούς,
ὅπερ καί ὁ μέγας Ἀθανάσιος πρός τούς Ἀρειανούς, ὅτι «τοῦ βούλεσθαι τό κατά φύσιν
ὑπέρκειται˙ καί ἡ φύσις οὐχ ὑπόκειται βουλήσει». Ὡς οὖν ἡ γέννησις εὐδοκία καί θέλησις
οὐκ ἔστιν, ἀλλ᾿ ὑπέρ εὐδοκίαν καί θέλησιν (φύσει γάρ δείκνυσιν ἐκ Πατρός ὄντα τόν
Υἱόν ὡς αὐτῷ γνήσιον καί ὁμοούσιον, ἀλλ᾿ οὐ θελήσει καθά τά κτίσματα) οὕτως οὐδέ
τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἀποστολή καί εὐδοκία καί θέλησίς ἐστι˙ φύσει γάρ ἡ ἐκπόρευσις
δείκνυσι τό Πνεῦμα τό ἅγιον ἐκ τοῦ Πατρός, ὡς αὐτῷ γνήσιον καί ὁμοούσιον, ἀλλ᾿ οὐ
θελήσει κατά τά κτίσματα.» ἁγίου Γρηγορίου Παλαμᾶ, Περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου
Πνεύματος, Λόγος Β΄, ΕΠΕ 51, 224
«(98.) Εἰ μηδὲν διαφέρει ἡ θεία οὐσία τῆς θείας ἐνεργείας,
οὐδὲ τῆς θελήσεως διενήνοχε, καὶ ἔσται ὁ μόνος ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεγεννημένος,
καὶ ἐκ τῆς θελήσεως κατ᾽ αὐτούς, ὡς ἔοικε, πεποιημένος.» ἁγίου Γρηγορίου Παλαμᾶ
, Κεφάλαια ἐκατόν πεντήκοντα, ΕΠΕ 121,196
[4] «Σοφίας καὶ τέχνης καὶ
δυνάμεως, ἀλλ᾽ οὐχὶ τῆς οὐσίας ἐνδεικτικά ἐστι τὰ ποιήματα, φησὶν ὁ μέγας
Βασίλειος τῷ Εὐνομίῳ ἀντιφθεγγόμενος ἐκ τῶν κτισμάτων δείκνυσθαι λέγοντι τὴν οὐσίαν
τοῦ θεοῦ. τοιγαροῦν καὶ ἄκτιστός ἐστιν ἡ ἀπὸ τῶν ποιημάτων δεικνυμένη τοῦ θεοῦ ἐνέργεια
καὶ οὐσία οὐκ ἔστι· καὶ οἱ κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον μηδὲν διαφέρειν
λέγοντες τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν Εὐνομιανοί εἰσι σαφῶς.» ἁγίου
Γρηγορίου Παλαμᾶ , Κεφάλαια ἐκατόν πεντήκοντα, ΕΠΕ 121, 178
[5] «κοινοποιηθέντος ἤδη τoῦ
χαρακτηρίζοντος αὐτὸν ἰδιώματος, καὶ εἰς ἐν πρόσωπον τῶν δύο
συναλειφομένων θεαρχικῶν ὑποστάσεων, καὶ ἀναβλαστήσει πάλιν ἠμῖν ὁ Σαβέλλιος, μᾶλλον
δέ τι τέρας ἕτερον ἡμισαβέλλειον» ἁγίου καὶ μεγάλου Φωτίου, De S. Spiritus Mystagogia,
PG 102,289AB
"Τοῦτ᾿ αὐτό κατασκευάζει καί φανερῶς ἀπαγορεύων
κοινάς ἀκτίστους ἐνεργείας εἶναι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου
Πνεύματος, ἐξ ὧν ἁπάντων, διπρόσωπόν τι καί δυσξύμβολον τέρας, Ἀρείου καί
Σαβελλίου φέρον εἶδος, ἐφ᾿ ἡμῶν ἀναπέφηνε." ἁγίου Γρηγορίου Παλαμᾶ, Πρὸς
Παῦλον Ἀσλάνην, ΕΠΕ 63, 174
[6] «Sed divina essentia est
per se singulariter existens et in seipsa individuata: cum non sit in aliqua
materia, ut ostensum est.» Sancti Thomae Aquinatis Doctoris Angelici, Opera Omnia,
Iussu Edita Leonis Xiii P. M. Tomus Decimus Tertius Summa Contra Gentiles,
Romae, Typis Riccardi Garroni,Mcmxviii, σελ 64
«But the divine essence exists through itself as a
singular existent and individuated through itself; for, as we have shown, it is
not in any matter. The divine essence is predicated of God, therefore, so that
we may say: God is His essence» CONTRA GENTILES, BOOK ONE: GOD, translated by
Anton C. Pegis, https://isidore.co/aquinas/english/ContraGentiles1.htm
[7] ἁγίου Ίωάννου Δαμασκηνοῦ, De
Fide Orthodoxa Lib. IV, PG 94, 1113B
[8] «Τί οὖν, ἡ ὑπερούσιος οὐσία
τοῦ θεοῦ ἐκ τοῦ Θεοῦ ἐστίν; Ὄντως τοῖς κατηλογημένοις ἀναπλασμοῖς τῆς οἰκείας διανοίας
δύο θεούς ἐδημιούργησαν καί διθεΐᾳ περιέπεσον ἀθεΐας χείρονι. Εἰ γὰρ ἡ ὑπερούσιος
οὐσία, ἥv φασιv οὗτοι, ἐκ Θεοῦ ἔχει τὸ εἶναι, οὐχ ἡ τρισυπόστατός ἐστιν αὕτη οὐσία,
ἥν μόνην Θεὸv ἀληθῆ δοξάζομεv ἡμεῖς· αὕτη γὰρ οὐδαμόθεν ἔχει τὸ εἶναι, ἀλλ΄
αὐτή ἐστι τὸ εἶναι.» Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, Περὶ θείων ἐνεργειῶν, ΕΠΕ
61(3), 182-184
[9] ἁγίου καὶ μεγάλου Βασιλείου
Adversus Eunomium Lib. I, PG 29,516C
[10] ἁγίου καὶ μεγάλου Βασιλείου
Epistolarum Classis III, Epist CCCLXII, PG 32, 1101B
[11] ἁγίου καὶ μεγάλου Βασιλείου
Homilia II IN Hexaemeron, PG 29,36C
[12] ἁγίου καὶ μεγάλου Βασιλείου
Homilia II IN Hexaemeron, PG 29,36B
[13] ἁγίου καὶ μεγάλου Βασιλείου
Homilia II IN Hexaemeron, PG 29,37C
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου