3 Οκτ 2026

῞Αγιος Νεόφυτος Βʹ ̉ Επίσκοπος Τρίκκης (1559)

῞Αγιος Νεόφυτος Βʹ

̉ Επίσκοπος Τρίκκης (1559)

(῾Η μνήμη του ἑορτά­ζεται ἐν Τρίκκῃ  τῇ Θετταλικῇ τὴν 1ῃ Κυριακὴ  τοῦ μηνὸς  ̉ Οκτωβρίου)

῞Αγιος Νεόφυτος Βʹ ὁ Τρίκκης

῾Ο ῞Αγιος Νεόφυτος Βʹ  ̉Επίσκοπος Τρίκκης ἦ­ταν ἀνιψιὸς τοῦ ῾Αγίου Βησ­σαρίωνος καὶ δεύτερος κτήτορας τῆς ῾Ιερᾶς Μονῆς Δουσί­κου. Καταγόταν ἀπὸ πλούσιους γο­νεῖς, οἱ ὁποίοι ἐπίσης ἔγιναν μοναχοί.

   Κατ̉  ἀρχὰς ἐξελέγει ἐπίσκοπος Σταγῶν καὶ ἀργότερα προήχθη σὲ Μητροπολίτη Λαρίσης μετὰ τὴν οἰκειοθελὴ παραίτηση τοῦ προκατό­χου του Νεοφύτου τοῦ Αʹ (1540-1550). ῏Ηταν ἱεράρχης μὲ σημαντικότατο ἔργο, ἐφάμιλλο τοῦ ἔργου τοῦ ἁγίου Βησσαρίωνος. Σύμφωνα μὲ τὴ σχετικὴ κτητορικὴ ἐπιγραφή, ὁ Νεόφυτος ἔκτισε, στὴ θέση τοῦ καθολικοῦ ποὺ εἶχε κτίσει ὁ ἅγιος Βησσαρίων, τὸ ση­μερινὸ καθολικὸ καὶ τμῆμα τῶν κελιῶν τῆς μονῆς Δουσί­κου, γι̉ αὐτὸ θεωρεῖται δεύτερος κτήτορας. Στὸν ἴδιο ὀφείλεται καὶ ἡ ἁγιογράφηση τοῦ καθολικοῦ, τὸ 1557.

   ῾Ο ἅγιος Νεόφυτος εἶναι ὁ πρῶτος Μητροπολίτης ποὺ ἔ­λαβε ἀπό τὸν Οἰκουμενικὸν Πατριάρχην  ̉Ιωάσαφ, λόγῳ τῶν πολλῶν ἀρετῶν του τὸ προνόμιον «τοῦ φορεῖν σάκκον ἱερόν».

   Κοιμήθηκε τό 1568 στὴν Κωνσταντινούπολιν, ὅπου εἶχε προσκληθεῖ, λόγῳ τῆς σοφίας καὶ τῆς ἀρετῆς του ἀπὸ τὸν Πατριάρχην ὡς συνεργάτης του. ῾Η μνήμη του ἑορτά­ζεται ἐν τῇ Τρίκκῃ τῇ Θετταλικῇ τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς  ̉Οκτωβρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Οσιον Νεόφυτον  ̉ Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Ε

ὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὅ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς: 

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τ

ῷ  ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁ­μαρ­τωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθη­σον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ με­σίτην,* Νεόφυτε ἔχομεν. 

Δόξα Πατρὶ... Τὸ αὐτὸ ἤ τὸ ̉ Απολυτίκιον

῏Ηχος πλ. α’. Τόν συνάναρχον Λόγον.

Τ

ὸν Τρικκαίων τήν δόξαν καί θεῖον καύχημα* τῶν Λα­ρισαίων τό κλέος* καί  ̉Αρχιθύτην λαμπρόν,* ἀ­νυμνήσομεν Νεόφυ­τον ῾Ιεράρχην,* ὅτι κατέστη σο­φός οἰακοστρόφος τῶν πιστῶν* καὶ φύλαξ τῶν  ̉Ορθο­δόξων* καὶ νῦν ἀ­παύστως πρεσβεύει* τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Καὶ νῦν καὶ ἀεὶ ...  Θεοτοκίον.

Ο

ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος. 

ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας[1]…

Τ

ὰς χείρας μου αἴρω δεητικῶς* πρὸς σὲ  ̉Αρχιθύ­τα* τῶν Τρικκαίων ἡ καλλονὴ* καὶ τὴν σὴν βοή­θειαν αἰτοῦμαι,* ἣν σοι παράσχου μοι τάχος, Νεόφυ­τε.   

Τ

ὰ τέλη τοῦ βίου σῶν ἱκετῶν,* Νεόφυτε μάκαρ,*  ̉Ορ­θοδόξων ἡ χαρμονὴ* βοήθει δεόμεθα ἁπαύ­στως* εἰσὶ ἀνώδυνα καὶ ἀνεπαίσχυντα. 

Σ

ωτήραν καὶ Πλάστην καὶ Λυτρωτήν,* ἱκέτευε πά­ντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως παράσχῃ ἡμῖν γαλήνην,* ἵνα διάγωμεν βίον ἀκύμαντον. 

Θεοτοκίον.

Π

ροστάτις ἀκοίμητος καὶ φρουρὸς* ἡμῶν ἀνε­δεί­χθῃς, Θεοδόξαστε Μαριάμ,* διὸ σοι προσφεύγω­μεν ἱκέται* καὶ ἐξαιτοῦμεν τὴν χάριν Σου, ῎Α­χραντε.   

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Ικετεύω σέ, Πάτερ,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον,* σὺ γάρ, Νε­όφυτε,* τὸν Λυτρωτήν καὶ  Σωτήραν,* ἐκ  παι­δὸς  ἠγά­πησας* Πανευωδέστατε.

̉Εκ τροχαίου, Θεόφρων,* σὺ διαφύλαξον* πά­ντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ  ἐξαιτοῦντας θερμῶς*  τὴν  σὴν  βοήθειαν πίστει,* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ Νεόφυτε.

̉Ανεργίαν λιταῖς σου,* θαυματουργὲ ῞Αγιε,* διώ­κει ὁ Πλάστης, ταχέως* ἀπὸ τῶν τέκνων Του˙* διὸ γο­νυ­κλινεῖς* σοι καταφεύγομεν πίστει* καὶ αἰ­τοῦμεν ἅ­παντες* τὴν μεσιτείαν σου.

Θεοτοκίον.

Τοῦ πυρὸς τὴν μανίαν,* καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις, Παντά­νασ­­σα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι πό­θῳ* καὶ αἰτοῦσι ἅπαντες* τὴν προστασία Σου.   

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

̉Επιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σοφέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βο­ῶμέν σοι,* Νεόφυτε πάντιμε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ  πί­στει  προσφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,  ̉Αρχιθύ­τα Νεόφυτε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πό­θῳ καὶ πίστει προστρέχουσι.

Τὰ λοιμώδη νοσήματα* καὶ τοὺς ὄγκους τάχος ἴασε, Νεόφυτε,* καὶ ἡμᾶς τοὺς σοι  προσπίπτο­ντας* ὑγιείαν δίδου, τρισμακάριστε.

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν δια­γνώσεις καλὰς, Νεόφυτε.

Θεοτοκίον.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Μαρία Θεόνυμφε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Δέχου προσευχὰς*  ̉Ορθοδόξων, Θεοπρόβλητε,* καὶ προσάγαγε αὐτὰς τῷ Λυτρωτῇ,* ἵνα ῥυσθῶ­μεν κινδύνων καὶ πόνων, ἔνθεε.

Κύριον θερμῶς* καθικέτευε, Νεόφυτε,* ὅπως παρά­σχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴ­κοις ἡ­μῶν, πανάριστε. 

Ζῆλον τοῦ Θεοῦ* σοι παράσχου μοι, ἀήττητε,* καὶ ὀ­φθαλῶν παιδαγωγίαν ταχὺ* τῷ σῷ ἱκέτῃ* παρά­σχου, Νεόφυτε, δέομαι.

Θεοτοκίον.

Φόβον τοῦ Θεοῦ* τῇ καρδία μου ἐμφύτευσον* καὶ καρποὺς μετανοίας δίδου μοι* τῷ ἀναξίῳ ἱκέτῃ Σου, ῾Οδηγήτρια.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, Νεό­φυτε μάκαρ,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δε­όμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, εὔσημε. 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Νεόφυτε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύ­ριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθο-δόξων οἱ χοροί, θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις, φω­σφόρε,* σὲ ὀνομάζομεν, μάκαρ Νεό-φυτε,* δεόμε­θά σου, ἀγαθέ,* ἐκ παθῶν καὶ κιν-δύνων διάσωσον.

Θεοτοκίον.

Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλο­δόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τήν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου*  τοὺς καταφεύγο­ντας πρὸς σέ,*  ̉Αρχιθύτα Νεόφυτε. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγε-λίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰ­σέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσε­ται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχε­ται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵ­να ζω­ὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑ­πὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεω­ρεῖ τὸν λύ­κον ἐρχόμε­νον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύ­γει καὶ ὁ λύ­κος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθω­τὸς φεύγει, ὅτι μισθωτός ἐ­στιν καὶ οὐ μέ­λει αὐ­τῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰ­μι ὁ ποιμὴν ὁ κα­λός, καὶ γινώ­σκω τὰ ἐμὰ καὶ γινώ­σκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γι­νώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πα­τέρα˙ καὶ τὴν ψυχήν μου τί­θημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύ­της˙ κἀκεῖ­να δεῖ με ἀ­γαγεῖν καὶ  τῆς φωνῆς μου ἀ­κού­σουσιν καὶ γενή­σονται  μὶα ποίμνη, εἷς  ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…  

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων. 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

καὶ τὸ Προσόμοιον.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμού­με­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον,  ̉Αρχιθύτα* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία, Νεόφυτε,* πάντων τῶν τι­μῶντων σε. 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοῦ σεισμοῦ τὴν μανίαν* λιταῖς σου, ὁ Πλάστης, κα­ταπαύει, Νεόφυτε,* διὸ πιστῶν τὰ πλήθη* αἰ­τοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέο­νται,* τὸν  Ζωο­δότην Χριστόν, εὐμένισον λιταῖς Σου. 

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεο­δόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμε­θα ἁ­παύστως* διὸ σοι καταφεύγομεν,* Νεό­φυτε θαυ­μα­στέ,* πιστῶν ἡ βακτηρία. 

̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύ­λαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χρι­στοῦ,* Νεόφυτε φωσφόρε.  

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀ­νάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνα­κράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειρα­στοῦ* καὶ τῶν αἰρετιζόντων.   

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου,  Νεόφυτε τρισμάκαρ,* καὶ πιστοῖς παρέχει* εὐκρά­τους τοὺς ἀέρας.

Τοὺς πειρασμοὺς σὺ* τοῦ ἀρχεκάκου διώκεις* καὶ  παθῶν  τὰς  ἐφόδους, Θεόφρον,* διὸ σε ὑμνοῦ­μεν εἰς πάντας τοὺς αἰῶνας.

̉ Α δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, πάτερ.

Θεοτοκίον.

Σέ, Θεομήτωρ,* τῶν ̉Ορθοδόξων χορείαι* σὺν τοῖς  ̉Αγγέλοις πόθω ὑμνοῦσι* καὶ δοξολογοῦ­σι* ἀ­παύ­στως, Θεοτόκε.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, θαυματουργέ,* καὶ  ̉Ορ­θοδό­ξους, Νεόφυτε,* σκέπε δεόμεθα. 

Εἰρήνην καὶ γαλήνην,* πίστιν καὶ ἐλπίδα* ὡς καὶ μετάνοια δίδου, ἱκέταις σοφέ,* καὶ σαῖς πρεσβεῖ­ες ἐκ νόσων πάντας ἀπάλλαξον.

Νεόφυτε τρισμάκαρ,* δίδου ὑγιείαν* γονυπετεῖς σὲ ἱκετεύομεν ἅπαντες* καὶ αἰτοῦμεν ἀπαύ­στως τὴν σκέπην σου, ἔνδοξε.

Θεοτοκίον.

Σοὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς  ̉Ὀρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ κεκοι­μη­μένοις λιταῖς σου* δίδου ἀνάπαυσιν. 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

Χαίροις, τῶν Τρικάλων ὁ θησαυρός,* Νεόφυτε μά­καρ,*  ̉Ορθοδόξων ἡ χαρμονή.* Χαίροις, τῆς ῾Ελλά­δος* ἀγλάϊσμα καὶ δόξα* καὶ πάντων τῶν πενή­των* τὸ καταφύγιον.

Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρ­κίνου* καὶ ἐκ νόσων παντοειδῶν* ὡς καὶ τὴν ψυ­χὴν μου* ἐκ τῶν παθῶν, θεόφρων,* Νεόφυτε τρισμά­καρ,* πιστῶν τὸ στήριγμα.

Χαίροις ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις* καταφύγιον ἰσχυρόν.* Χαίροις, τῶν Τρικ­καίων*  ἀγλάϊσμα  καὶ  κλέος* καὶ  τῶν  πιστῶν  προστάτης* Πάτερ Νεόφυτε.

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,* Νεόφυτε μάκαρ,* σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυκλοῦ­ντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λι­ταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.

῎ᾼδωσι ἀπαύστως σεμνοπρεπῶς* μοναζόντων τά­ξεις*  ̉Ορθοδόξων τε οἱ χοροὶ* καὶ ἀνεφημοῦ­σι* σέ, μάκαρ ῾Ιεράρχα,* τὸν καλὸν ποιμένα* τῆς Τρίκ­κης, ῞Οσιε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Ο­τι Σοῦ... ὁ Χορός:  ̉Α­μήν.  Εἶ­τα τὸ

̉̉̉Απολυτίκιον. ῏Ηχος πλ. αʹ. Τόν συνάναρχον…

Τὸν Τρικκαίων τήν δόξαν καί θεῖον καύχημα* τῶν Λα­ρισαίων τό κλέος* καί  ̉Αρχιθύτην λαμπρόν,* ἀ­νυμνήσομεν Νεόφυ­τον ῾Ιεράρχην,* ὅτι κατέστη σο­φός οἰακοστρόφος τῶν πιστῶν* καὶ φύλαξ τῶν  ̉Ορθο­δόξων* καὶ νῦν ἀ­παύστως πρεσβεύει* τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ποι­εῖ τὴν ἀπόλυσιν. 

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* Νεὀφυτε ἔνδοξε,* δίδου σὺ μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνω­σιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέ­ος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν  ̉Ορθο­δόξων καταφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψε­ως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

̉Α­μήν.


[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com