3 Σεπ 2026

Αγία ῾Ερμιόνη ἡ Παρθενομάρτυς καί ̉Ανάργυρος ̉Ιατρός (4 Σεπτεμβρίου)

Αγία ῾Ερμιόνη

ἡ Παρθενομάρτυς καί  ̉Ανάργυρος  ̉Ιατρός (4 Σεπτεμβρίου)

῾Η ῾Αγία ῾Ερμιόνη

῾Η ῾Αγία Ερμιόνη ἦταν μία ἀπό τίς τέσσερις κόρες τοῦ ἀποστόλου Φιλίππου, πού εἶχε κι αὐτή τό προφητικό χάρισμα (Πράξ. κα’ 8) καί ἀφοσιώθηκε στό ἀποστολικό ἔργο.

῞Όταν πῆγε μαζί μέ τήν ἀδελφή της Εὐτυχίδα στήν ῎Εφεσο γιά νά συναντήσει τόν ἅγιο ̉Ιωάννη τόν Θεολόγο, βρῆκε ἀντ' αὐτοῦ, πού εἶχε κοιμηθεῖ, τόν μαθητή του Πετρώνιο, ἀπό τόν ὁποῖο διδάχτηκε καί στηρίχτηκε περισσότερο στό εὐαγγελικό ἔργο. Λέγεται μάλιστα, ὅτι κάποτε πέρασε ἀπό τήν ῎Εφεσο ὁ Τραϊανός γιά νά πάει νά πολεμήσει τούς Πέρσες, ὅταν ἄκουσε πολλά γιά τό προφητικό χάρισμα τῆς ῾Ερμιόνης τήν κάλεσε γιά νά τοῦ πεῖ, ἄν θά νικήσει τούς Πέρσες. ῾Η ῾Ερμιόνη τοῦ εἶπε ὅτι θά νικήσει τούς Πέρσες, ἀλλά τή βασιλεία τῶν Ρωμαίων θά καταλάβει ὁ γαμπρός του ̉Αδριανός, ὅπως κι ἔγινε. ̉Επειδή ἡ προφητεία ἐπαληθεύτηκε, ὁ Τραϊανός διέταξε νά βασάνισαν σκληρά τήν ῾Ερμιόνη. Κατόπιν τήν παρέδωσε στούς δήμιους γιά νά τή θανατώσουν, ἀλλά αὐτοί πίστεψαν στόν Χριστό καί τήν ἄφησαν ἐλεύθερη. ῎Ετσι ἡ ῾Ερμιόνη πέθανε εἰρηνικά καί τάφηκε στήν ῎Εφεσο.

   Ναοί πρός τιμήν της ὑπάρχουν εἰς τήν: ῾Ερμιόνη  ̉Αργολίδος, εἰς τήν νῆσο Χίο ὑπάρχουν ναοί στά χωριά: Καπέλα, Καταρράκτης, Καλαμωτή, Μεστά, ̉Εμπορειός καί Πυργί μέ δύο ναούς, στό Παλαιόκαστρο Σάμου καί στή Στυλίδα Φθιώτιδος.

   ῾Η μνήμη της ἐορτάζεται στίς 4 Σεπτεμβρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὴν ῾Αγίαν ῾Ερμιόνην

 τὴν Παρθενομάρτυρα καὶ ̉Ανάργυρον ̉Ιατρὸν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς: 

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τὴν καλληπάρθενον ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶ­ντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχο­ντας,* ῾Ερμιόνη θεόφρον,* πάσης πε­ριστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χρι­στὸν λιταῖς σου, θαυμα­στή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος γʹ.

Παρθενομάρτυς καὶ ἰατρέ, ῾Ερμιόνη,* πρέσβευε τῷ ἐλεήμονι Θεῷ,* ἵνα ὑγείαν καί πταισμάτων ἄφε­σιν,* παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐ­στασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ το­σούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δει­νῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ.  Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας[1]

Πρὸς σὲ καταφεύγω ἱκετικῶς,* ῾Ερμιόνη μάρ­τυς,  ̉Ορθοδόξων  καταφυγὴ* καὶ  τὴν σὴν  βοή­θειαν αἰ­τοῦμαι,* ἣν σὺ παράσχου ἐμοὶ, Θεοδόξαστε. 

Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐ­στόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χο­ρηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.

῾Ικέτευε, δέομαι εὐλαβῶς* τὸν Πλάστην τοῦ Κό­σμου,* ῾Ερμιόνη θαυματουργέ,* ὅπως ἡμῖν τὰ τέλη παράσχῃ * εἰρηνικὰ καὶ ἀνώδυνα, ἔνδοξε.

Θεοτοκίον.

Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴ­ρω, Θεοτόκε, δεητικῶς* καὶ τὴν σὴν βοήθειαν αἰ­τοῦ­μαι* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

 ̉Ορφανῶν ἀνεδείχθης* καταφυγή, ἔνδοξε,* καὶ τῶν ἐν ἀνάγκαις προστάτις ἀκαταμάχητος,*  διὸ  σοι προ­σέρχονται* τῶν  ̉ Ορθοδόξων  χορείαι*  καὶ  αἰ­τοῦσιν ἅ­πα­ντες* τὴν προστασίαν σου. 

Τὴν νεότητα, μάρτυς* καλῶς διαφύλαττε* καὶ ἐκ τῶν χειρῶν, ῾Ερμιόνη,* τοῦ πολεμήτορος* ῥῦ­σαι τάχος ἁγνή,* ἵνα  ὑμνοῦμεν  ἁπαύστως* ἡμεῖς οἱ ἀνάξιοι* σὲ τὴν πανάριστον.

῾Ικετεύω σέ, Μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* τάχος ἐξάρπασον˙* Κόρη, δύνασαι σύ* ὡς ἀγαπήσασα Πλάστην* ἐκ βρέφους ἀήττητε* καί Θαυματόβρυτε.

Θεοτοκίον.

̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ παρη­γορίαν οὐκ ἔχω* ὁ τάλας, εὔσημε,* διὸ πρὸς Σε τα­πεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθει­αν,* Νύμφη ἀνύμφευτε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ερμιόνη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* τὸ καύ­χημα πάντων τῶν  ̉Ορθοδόξων.

̉Ε πιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν κα ἴ­ασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνή,* καὶ πιστῶν καταφύγιον* ἐ­κτε­νῶς βο­ῶμεν σοί,* ῾Ερμιόνη ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πίστει  προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…

Τοὺς πολέμους κατάπαυσον,* μάρτυς ῾Ερμιόνη, πιστῶν τὸ στήριγμα* καὶ  εἰρήνην  ταῖς  ἱκέταις σου* σὺ παράσχου, κόρη Θεοδόξαστε.

Τοὺς πτωχοὺς σὺ προστάτευσας* ἐν τῷ βίῳ σου, ῾Ερμιόνη ἔνδοξε,* καὶ ἡμᾶς πίστει δε­όμεθα* ἀ­ξίωσον ποιεῖσαι, Πανένδοξε.

̉Εκ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνα­σον* τῶν παθῶν μου, ῾Ερμιόνη πάμφωτε.

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* ὃν ἐκυοφόρησας κατά­πράϋ­νον* καὶ εὐμένεισον σοῦ δεόμεθα,* ἵνα φύ­γωμεν τὸ πῦρ τῆς κολάσεως.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων, Θεοδόξαστε,* καὶ ὑ­γιείαν παράσχου τοῖς πιστοῖς,* σύ ῾Ερμιό­νη,* πι­στῶν φρουρὸς ὁ ἀκοίμητος.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ῾Ερμιόνη ἰατρέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι. 

Λύτρωσαι ἡμᾶς,* ῾Ερμιόνη παμμακάριστε,* ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως* καὶ σοῦ ἱκέ­τας μετανοίας καταξίωσον.

Θεοτοκίον.

Δέσποινα, θερμῶς* ἱκετεύω σε ὁ ἄθλιος* ὁμό­νοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις πάντων ἡμῶν* πα­ράσχου, Θεόνυμφε.

ᾨδὴ στʹ. Τὴν δέησιν…

Εἰρήνην τῇ ̉Εκκλησίᾳ ἐξαίτει* καὶ οἰκίαις πιστῶν τὴν γαλήνην* τοὺς δὲ προστρέχοντας πόθῳ καὶ πίστει* τῇ ἱερᾷ σου εἰκόνι προστάτευσον* ἐκ πάντων τῶν ἀσθενειῶν* καὶ ἐκ τῆς ἀνεργίας διά­σωσον. 

Τῶν  ̉Ορθοδόξων τὰ πλήθη, ἔνδοξε* σοῦ θερ­μῶς δέονται, κόρη, ἀπαύστως˙* ῥῦσαι ἱκέτας, μάρ­τυς ῾Ερμιόνη,* ἐκ τῶν ποικίλων ἰώσεων τά­χιον* καί Κύριον τῶν οὐρανῶν* ἐξευμένησον πάντες δεόμεθα.

῾Ως τεῖχος καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδό­ξων οἱ χοροὶ, Χριστονύμφη,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν ἅπαντες, πά­ντιμε,* δεόμεθά σου ταπεινῶς,* ἐκ τῶν παθῶν σὺ πάντας ἀπάλλαξον.

Θεοτοκίον.

 ̉Ορθόδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀκοί­μητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ στίφη διώ­κεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πι­στῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σὲ, ῎Αχραντε. 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ερμιόνη,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* τὸ καύ­χημα πάντων τῶν  ̉Ορθοδόξων.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν  ἡμερῶν  τεκοῦσα  δυσώπησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…

Σὲ προστάτιν τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεο­μένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλά­νης* καὶ σῶ­σον ἐκ τοῦ καρκίνου* τοὺς κατά­φεύγο­ντας πρὸς σέ,* ῾Ερμιόνη θεοδόξαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ. εʹ. 24-34) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ πα­θοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλε­γον αὐ­τῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέ­πετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβη­θεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶπεν αὐ­τῶ πά­σαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐτή: Θύ­γατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τῆς  ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Κα νῦν …  

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μ ὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας,* ῾Ερμιόνη πάνσεμνε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­τους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρχεκάκου τὰ τοξευματα·* σκέπην οὐ κέκτη­μαι,* οὐ­δὲ καταφύγιον, Πάντιμε,* πάντο­θεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μοναζό­ντων* καὶ δόξα  ̉Ορθο­δόξων, θαυμαστέ,* μὴ μοῦ παρί­δῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

 ̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτις καὶ φύ­λαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑ­γείαν καὶ  σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χρι­στοῦ,* Θεόφρον ῾Ερμιόνη.

Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυ­ματόβρυτε,* καὶ πάντων τῶν ποθούντων* υἱ­οὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι·* ὦ ῾Ερμιόνη σεμνή,* πιστῶν ἡ βακτηρία.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης,  λιταῖς σου, ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰ­τοῦσι σαῖς πρεσβεῖαις* καὶ  γονυκλινῶς σοῦ  δέο­νται,* τὸν Ζωο­δότην Χριστόν, εὐμένισον, Φωσφό­ρε.

Θεοτοκίον.

Παναγία Παρθένε,* ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐγκατα­λείπῃς,* ἵνα πάντες βοῶμεν σοι·* Χαῖρε, τοῦ Πλάστου τροφὲ* καὶ τῶν  ̉Αγγέλων δόξα.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα σὺ καθικέτευε πάντες* σοῦ δεόμε­θα, μάρτυς ῾Ερμιόνη,* ὅπως καταπαύσῃ* τὴν τοῦ πυ­ρὸς μανίαν.

Τ ὴν νεολαίαν ἐξ ἐθισμῶν ὀλεθρίων* διαφύ­λαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ Κτίστου.

Τοὺς ἀλλοδόξους καὶ ἀλλοπίστους, σὺ μάρτυς,* ῾Ερμιόνη, δίδου εὐκαιρίας, * ὅπως  ̉Εκκλησίας* πιστὰ μέλη γενέσθαι.

Θεοτοκίον.

Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες*  ̉Ορθοδό­ξους φὐλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων*  καὶ πάσης ἄλλης νόσου.

ᾨδὴ στʹ. Κυρίως Θεοτόκον...

Νοσήματα λοιμώδη* τάχος ἀπελαύνεις* σὺ καὶ τοὺς ὄγκους ἰᾶ,   Θεοπρόβλητε,* διὸ  πιστῶν  αἱ χορείαι* εἰς σὲ προσφεύγουσι.

῾Ημᾶς τοὺς  ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Δεσπότου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρεί­οι,* Πανεωδέστατε.

Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χει­ρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀ­παύστως* Σέ, Θαυματόβρυτε.

Θεοτοκίον.

̉Αξίωσον ἱκέτην,* Δέσποινα, τοῦ κόσμου* ἀκα­τακρί­τως λαβεῖν  τὴν  Μετάληψιν* τῶν  Μυ­στηρίων  τῶν Θείων,* ἵνα γεραίρω σε.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν ἀδιαφθόρως Θεὸν Λό­γον τεκοῦ­σαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Πάντας τοὺς προστρέχοντας ἐπί σε* μὴ ἐγκατα­λείπεις* εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλὰ συ παράσχου, θεόφρον ῾Ερμιόνη,* ὑγείαν, σω­φροσύ­νην* καὶ βίον ἔνθεον. 

Πάντων τῶν νοσοῦντων ἡ ἰατρός,* μάρτυς ἀνε­δείχθης,* ῾Ερμιόνη θαυματουργέ,* διὸ πρὸς σὲ πάντες* οἱ ἐν τῇ κλίνῃ ὄντες* προσφεύγουσι αἰ­τοῦντες* τὴν σὴν βοήθειαν.

Χαίροις  ̉Ορθοδόξων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις τῶν ἐν θλίψει*  καὶ  ἐν  στεναχωρίᾳ,*  παμμάκαρ  ῾Ερμιό­νη,* τὸ καταφύγιον.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς* τῇ σῇ προστασίᾳ,* δίδου, μάρτυς, ὑπομονήν,* ἀκλό­νητον πίστιν,* ὑγείαν, σωφροσύνην* καὶ τόν ἁ­πάντων Πλάστην,* ὑμνεῖσαι δέομαι.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς) Δόξα Πατρὶ… Καὶ νῦν… Πα­ναγία τριάς,… Κύριε ἐλέησον  (τρίς)  Δόξα Πατρὶ… Καὶ νῦν… Πάτερ ἡμῶν,… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ …

Εἶτα τὸ  Ἀπολυτίκιον. Ἦχος γʹ.

῾Οσιοπαρθενομάρτυς καί ἰατρέ, ῾Ερμιόνη,* πρέ­σβευε τῷ ἐλεήμονι Θεῷ,* ἵνα πταισμάτων ἄφε­σιν,* παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καί ἐν συνεχεία ̉Απόλυσιν, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς ἱερὰς εἰκό­νας ψάλ­λομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνος,* ῾Ερμιόνη, δόξα πιστῶν* δί­δου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτι­σμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγε­λον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη,  ̉Εκ­κλησίας τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορ­θοδόξων κα­τάφύγιον.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῏Ηχος αʹ.

Τῇ πρεσβεία Κύριε,* πάντων τῶν ἁγίων,* καὶ τῆς Θεοτόκου,* τὴν σὴν εἰρήνην δὸς

ἡμῖν,* καὶ ἐλέ­η­σον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θε­οῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…    

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com