(12 Οκτωβρίου)
Ο Άγιος Λεόντιος
Αρχιεπίσκοπος Ζαχουμίου & Ερζεγοβίνης
|
Ο |
῞Αγιος Λεόντιος γεννήθηκε τό 1835 καί βαφτίστηκε μέ τό ὄνομα Λουκᾶς. Σπούδασε στο Μόσταρ τό 1844 – 1849. ̉Αργότερα φοίτησε στό θεολογικό σεμινάριο τοῦ Βελιγραδίου, ἀλλά ἀναγκάστηκε νά τό ἐγκαταλείψει λόγω ἀσθενείας. Τό 1856 ἐκάρη μοναχός καί πῆρε τό ὄνομα Λεόντιος. Τήν ἴδια χρονιά χειροτονήθηκε íεροδιάκονος καί ἱερομόναχος.
Τήν 1η Μαΐου 1888 ἐξελέγη καί χειροτονήθηκε Μητροπολίτης Ζαχόλμης καί ̉Ερζεγοβίνης. ̉῎Εγινε ὁ πρῶτος Σέρβος ἐπίσκοπος, μετά ἀπό μία σειρά ῾Ελλήνων, τήν καταγωγή, ῾Ιεραρχῶν. ̉Επειδή ὅμως «ὅλη του ἡ ζωή ἦταν γεμάτη ἀγώνα, ἀγωνία καί προσπάθεια, πολύ νωρίς ἔχασε τήν ὑγεία του, τήν ὁποία ποτέ δέν μπόρεσε ξανααποκτήσει.
῾Ο ῞Αγιος κοιμήθηκε στίς 12 ̉Οκτωβρίου 1888 καί τάφηκε στόν Καθεδρικό Ναό τῆς ῞Αγίας Τριάδος τοῦ Μόσταρ. Τά λείψανα τοῦ Μητροπολίτη Λεοντίου μεταφέρθηκαν ἀργότερα στόν παλιό ̉Ορθόδοξο ναό τῆς Γεννήσεως τῆς Υπεραγίας Θεοτόκου τοῦ Σεράγεβο, εἶναι ὁ σημαντικότερος Σερβικός ναός στήν κοιλάδα τοῦ Νερέβτα ποταμοῦ, πού πυρπολήθηκε καί στή συνέχεια ναρκοθετήθηκε. ῾Η λάρνακα μέ τά ἱερά λείψανα τοῦ ῾Αγίου Λεοντίου τοποθετήθηκε σέ τιμητικό χῶρο στόν παλαιό ̉Ορθόδοξο ναό γιά νά τά προσκυνοῦν οἱ πιστοί. Μετά τήν ἀναστήλωση τοῦ Καθεδρικοῦ ναοῦ, τῆς ῾Αγίας Τριάδος θά ἐναποτεθεῖ ξανά ἐκεῖ.
Παρακλητικός Κανών
εἰς τόν ῞Οσιον Λεόντιον
ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΖΑΧΟΥΜΙΟΥ - ΕΡΖΕΓΟΒΙΝΗΣ
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
|
Τ |
ῷ ̉Αρχιθύτῃ τοῦ Χριστοῦ, Λεοντίῳ,* ἐν κατανύξει οἱ πιστοὶ δεηθῶμεν* καὶ αὐτῷ βοήσωμεν ἐκ βάθους ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας, λοιμικῆς ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Χριστὸν λιταῖς σου θαυμαστέ,* σὺ εἶ Σερβίας προστάτης ἀνύστακτος.
Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος α’.
|
Ζ |
αχουμίου τὸ κλέος καὶ ̉Ερζεγοβίνης τὸν πρόεδρον* τῶν πρώτων Πατέρων μιμητὴν καὶ ὁμότροπον,* Λεόντιον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς πίστει ἀνακράζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ ἀναδείξαντι σέ ἡμῶν πρέσβυν ἀκοίμητον.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας…
|
Ο |
῾ τάλας προσπίπτω δεητικῶς* πρός σέ ̉Αρχιθύτα* καί αἰτοῦμαι σήν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* τοῦ Ζαχουμίου ποιμήν ὁ ἀνάργυρος.
|
Λ |
εόντιε, δέξου τὰς προσευχάς,* ἡμῶν τῶν ἀχρείων καὶ προσάγαγε τῷ Θεῷ* καὶ αἴτησαι δοθεῖναι ἱκέταις* μετάνοια, ̉Αρχιθύτα, πανένδοξε.
|
Α |
̉ γάπην, εἰρήνην, ὑπομονήν* καί πίστιν λιταῖς σου,* ὦ Λεόντιε θαυμαστέ,* παρέχει ὁ Πλάστης, ̉Αρχιθύτα* τοῖς σοι προσφεύγουσι πόθῳ, Μακάριε.
Θεοτοκίον.
|
Π |
ανάσπιλε, κόρη τῆς Ναζαρέτ* πρὸς σὲ κατάφεύγω,* ὁ ἀχρεῖος, γονυκλινὴς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
υτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* ὦ ̉Αρχιθύτα, Κυρίου* τῶν πιστῶν Λεόντιε,* τεῖχος ἀπόρθητον.
οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, ̉Αρχιθύτα, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατάφύγιον.
̉ ρφανά τε καὶ χήρας,* Θαυματουργέ, φύλαττε* ἐκ τῶν κακοβούλων ἀνθρώπων* καὶ πάσης θλίψεως* καὶ ἡμᾶς, θαυμαστέ,* τοὺς σοι προσπίπτοντας πίστει* ἐκ τῶν νόσων, ῞Οσιε,* πάντας προστάτευσον.
Θεοτοκίον.
|
Ο |
̉ ρθοδόξων ἐδείχθης, καταφυγὴ ῎Αχραντε, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθενούντων ἀεί, σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων, Λεόντιε, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντα τῷ Θεῷ παῤῥησία.
|
Ε |
̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις καὶ ὁ Χορὸς μεθ̉ ἑκάστην αἴτησιν
ψάλλει τὸ Κύριε ἐλέησον (τρίς).
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ...
|
Σ |
ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Λεόντιε ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
|
Τ |
έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Θαυματουργὲ Λεόντιε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
|
Τ |
ούς πιστούς διαφύλαττε* σοῦ δεόμεθα ἅπαντες, Λεόντιε,* ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος* καί ὑγιείαν δίδου, χριστόδρομε.
|
Φ |
όβον τοῦ Θεοῦ, ἔνδοξε,* τῇ καρδίᾳ μου ἐμφύτευσον δέομαι* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ, Λεόντιε.
Θεοτοκίον.
̉ κ τροχαίου προστάτευσον* τοὺς ἱκέτας Σου, Δέσποινα Πανύμνητε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Θεονύμφευτε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
|
Υ |
῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
όσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.
ύτρωσαι ἡμᾶς,* Ἱεράρχα παμμακάριστε,* ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως* καὶ ἱκέτας σου μετανοίας καταξίωσον.
Θεοτοκίον.
῎ μπλησον χαρᾶς,* Θεοτόκε θεοδόξαστε,* καὶ διαφύλαττε ἡμᾶς, Μαριάμ,* ἐκ πάσης βλάβης* καὶ στενώσεως δεόμεθα.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, Θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, μάκαρ Λεόντιε,* δεόμεθά σου ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
|
Ν |
εότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Λεόντιε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
|
Λ |
εόντιε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς τῶν πιστῶν σύ ἀνάδειξον.
Θεοτοκίον.
|
Ω |
῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, Φωτοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν ἅπαντες, ῎Αχραντε,* δεόμεθά σου, Μαριάμ,* ἐκ τῶν παθῶν ἱκέτας διάσωσον.
ιάσωσον* ἀπὸ κινδύνων, Λεόντιε, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
|
Α |
῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ ἐν συνεχείᾳ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία.
|
Σ |
ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε·* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* φωτοφόρε Λεόντιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
|
Τ |
ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
|
Τ |
ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
|
Τ |
ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
|
Τ |
αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
|
Τ |
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
ὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, ̉Αρχιθύτα* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τιμῶντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉ Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
|
Τ |
οῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, μάκαρ Λεόντιε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν,* εὐμένισον λιταῖς Σου.
ῶν πτωχῶν σέ τροφέα* ὀνομάζομεν πάντες, σοφέ Λεόντιε,* καὶ τῶν ἀβοηθήτων* βοήθεια καὶ σκέπη·* διὸ ἅπαντες ψάλλομεν* Χαῖρε, πιστῶν χαρμονὴ* καὶ δόξα τῶν ̉Αγγέλλων.
|
Θ |
ελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, ὄντος σεμνέ, δυσώπησον* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοῖς ἐν πίστει κραυγάζουσι·* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
|
Λ |
ειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ βοῶμεν σοι˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
ὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.
|
Τ |
ὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* καθικέτευε, Λεόντιε μάκαρ,* ὅπως οἱ ἀχρείοι* ῥυσθῶμεν τῆς γεένης.
|
Τ |
ὴν μαρτυρίαν* τοῦ ̉Ιησοῦ τοῖς ἀνθρώποις* βοήθει, ̉Αρχιθύτα, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
Θεοτοκίον.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
νάργυρος θεράπων* πάντων τῶν νοσοῦντων* καί τῶν πιστῶν βακτηρία* Τριάς σέ ἀνέδειξε,* Λεόντιε μάκαρ,* πιστῶν τό στήριγμα.
̉ ξίωσον ἱκέτην,* Λεόντιε πάτερ,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
|
Α |
̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Θεοτοκίον.
|
Σ |
οὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς ̉Ὀρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ κεκοιμημένοις λιταῖς σου* δίδου ἀνάπαυσιν.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
|
Α |
῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
|
Φ |
ύλαττε, Λεόντιε θαυμαστέ,* ἡμᾶς τοὺς ̉Ορθοδόξους* ἐκ κινδύνων καὶ συμφορῶν* καὶ τοῖς ἐξαιτοῦσι* βοήθειαν σὺ δίδου,* ἵνα τὸν Πλάστην πάντες θερμῶς δοξάζωμεν.
|
Ο |
̉ ρφανῶν προστάτης καὶ βοηθός,* πενήτων τροφέας* καὶ νοσοῦντων ὁ ἰατρός,* μοναστῶν τὸ κλέος, Λεόντιε, ἐδείχθῃς* διὸ σέ, ̉Αρχιθύτα,* πάντες δοξάζομεν.
έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* Λεόντιε Θεόφρων,* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
|
Π |
άντας τοὺς προστρέχοντας ἐπί σε* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλά συ παράσχου* Λεόντιε Χριστόφρων* ὑγείαν, σωφροσύνην*
καὶ βίον ἔνθεον.
ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Πάτερ ἡμῶν καὶ ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν ἡ βασιλεία … Εἶτα τὸ
̉̉̉Απολυτίκιον. ῏Ηχος α’.
|
Ζ |
αχουμίου τὸ κλέος καὶ ̉Ερζεγοβίνης τὸν πρόεδρον* τῶν πρώτων Πατέρων μιμητὴν καὶ ὁμότροπον,* Λεόντιον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς πίστει ἀνακράζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ ἀναδείξαντι σὲ ἡμῶν πρέσβυν ἀκοίμητον.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως, ἐν συνεχείᾳ ποιεῖ μικρᾶν ἀπόλυσιν καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…
άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* φωσφόρε Λεόντιε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Θεόφρων, τῆς Σερβίας τὸ κλέος,* χηρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.
῏Ηχος πλ. δ’.
|
Δ |
έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β’.
|
Τ |
ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
̉ Αμήν
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου