Τρεῖς
Νεομάρτυρες ῞Αγιοι:
῾Ιερομάρτυς Κωνσταντῖνος ὁ ἐκ Περιστέρας
(Τσιάσι),
Πολύζος ὁ ἐκ Διάβας (Πρεβέντας) καί ̉Αθανάσιος ὁ ἐκ Θεόπετρας (Κωβέλτσι).
(Εʹ Κυρ. τῶν Νηστειῶν)
Στό ὑπ̉ ἀριθ. 297 χειρόγραφο πού φυλάσσεται στήν Ἱ. Μ. Βαρλαάμ τῶν
῾Αγίων Μετεώρων ὑπάρχει μία ἐνθύμηση, γραμμένη ἀπό χέρι ἀνωνύμου, ἀπό τήν ὁποία
πληροφορούμεθα ὅτι τόν 18ο αἰ.(πιθανότατα
μεταξύ τῶν ἐτῶν 1767-1770) μαρτύρησαν χάριν τῆς Πίστεως στήν περιοχή τῶν Τρικάλων
τρεῖς, ἄγνωστοι Νεομάρτυρες: ὁ Νεομ. Πολύζος (Πολυζώης) ἀπό τήν Διάβα (Πρεβέντα),
ὁ ῾Ιερομάρτ. Κωνσταντῖνος ἀπό τήν Περιστέρα (Τσιάσι) καί ὁ Νεομάρτυς Ἀθανάσιος ἀπό
τήν Θεόπετρα (Κωβέλτσι).
Ἡ σπουδαῖα αὐτή ἐνθύμηση βρίσκεται στό 11β’
φύλλο τοῦ χειρογράφου καί ἔχει τή μορφή ἄτεχνου μεγαλυναρίου, χωρίς χρονολόγηση,
πρός τιμήν τριῶν πιστῶν χριστιανῶν τῆς περιοχῆς, «ἀδίκων κρεμασθέντων», ὅπως
γράφει, ἀπό τόν Τοῦρκο κατακτητή. Τούς τρεῖς αὐτούς Νεομάρτυρας ὁ λαός τοῦ Θεοῦ
κατέταξε εἰς τήν χορείαν τῶν Νεομαρτύρων τῆς Πίστεως. Τό μεγαλυνάριο ἀναφέρει:
«Δεῦτε εὐφιμίσομεν οἱ πιστοί* τούς τρεῖς ἀθλοφώρους τόν Πολύζο Πρεβεντινόν* καί
τόν παπᾶ-Κώστα τόν Τζαισινόν* σύν ̉Αθανασίῳ
ἐκ κῶμης Κωβελτζίου* ἀδίκως κρεμαστέντες πάνταις τιμίσομεν».
῾Ο ἀπαγχονισμός τῶν τριῶν Νεομαρτύρων πρέπει
νά ἔγινε στά Τρίκαλα διότι οἱ Τουρκικές Διοικητικές καί Δικαστικές Ἀρχές εἶχαν
τήν ἕδρα τους στήν πόλη τῶν Τρικάλων.
῾Η μνήμη τους ἐορτάζεται τήν Εʹ Κυριακή τῶν Νηστειῶν στόν φερώνυμο Ναό πού ὑπάρχει στό χωριό Διάβα (Πρεβέντα) Καλαμπάκας Τρικάλων.
Παρακλητικὸς
Κανὼν
εἰς τοὺς
Νεομάρτυρας: ῾Ιερέα Κωνσταντῖνον τὸν ἐκ Τσιάσι, Πολύζον
τὸν ἐκ Πρεβέντας, καὶ ̉Αθανάσιον τὸν ἐκ
Κωβελτσίου.
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τοὺς Νεομάρτυρας Χριστοῦ συνελθόντες,* ἐν ἐγκωμίοις καταστέψωμεν πόθῳ,* μετ̉ εὐφροσύνης λέγοντες Χριστῷ τῷ Θεῷ˙* σκέπασον ἐν τῇ δυνάμει σου* τοὺς θερμούς ὑμνητὰς αὐτῶν,* νίκας χορηγῶν αὐτοῖς* κατὰ τοῦ ἀρχεκάκου˙* σὺ γὰρ ὑπάρχεις πάντων τῶν πιστῶν,* δόξα καὶ κλέος* καὶ δύναμις ἄμαχος.
Δόξα Πατρὶ… ̉Απολυτίκιον. Ἦχος δʹ.
Ταχὺ προκατάλαβε.
Χριστὸν ἠγαπήσατε* ἐκ μέσης καρδίας, σεπτοί,* δι̉ Αὐτὸν ἀγχόνην ἐδέχθητε* ἐν Τρίκκῃ, Νεομάρτυρες ἔνδοξοι,* ὅθεν ὑμᾶς τιμῶμεν,* ἱερεῦ Κωνσταντῖνε,* σὺν τὼ ̉Αθανασἰῳ* καὶ γενναίῳ Πολύζῳ,* ὡς θείους ἡμῶν προστάτας* καὶ πρέσβεις πρὸς Κύριον.
Καὶ νῦν καὶ ἀεί…
Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. ῾Υγρὰν
διοδεύσας...
Εἰρήνην, ὁμόνοιαν καί χαράν* δῶτε σοῦς ἱκέταις* Νεομάρτυρες πανσθενεῖς,* ἵνα τόν Λυτρωτὴν καὶ Δεσπότην,* ἐνθέρμως πάντες πίστει δοξάζωμεν.
Πολύζον τιμήσομεν ἀδελφοί,* σὺν ̉Αθανασίῳ* καὶ Κωνσταντίνῳ τῷ ῾Ιερεῖ,* οἵτινες αἰτοῦσι* ἐκ Θεοῦ εἰρήνην,* ἣν πᾶσι παρέχει ὁ ῞Υψιστος.
Τὴν σοι προστασίαν ἐπιζητῶ* ὁ τάλας, Πολύζε, νεομάρτυς θαυματουργέ,* καὶ σὲ πρέσβυν προβάλλω τῷ Κτίστῃ,* ὃν καταπράϋνον τάχος, σοῦ δέομαι.
Θεοτοκίον.
Τὰ πάθη ἐκύκλωσαν τὴν ψυχήν,* ἐμοῦ τοῦ ἀθλίου,* ὦ Θεόνυμφε Μαριάμ* διὸ σὴν βοήθειαν αἰτοῦμαι,* ὅπως ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
῾Ικετεύομεν πάντες θερμῶς ̉Αθανάσιε,* ἐχθροῦ τὰς παγίδας λιταῖς σου* μάκαρ, διάλυσον* καὶ ἁπάντων ἡμῶν* τῶν προστρεχόντων σοι πίστει* τὰς αἰτήσεις πλήρωσον,* ὦ Θεοδόξαστε.
῾Υγιείαν παρέχεις,* θαυματουργὲ ἅγιε,* τοῖς σοι καταφεύγουσι πίστει* καὶ ἀνακράζουσι* παρακαλοῦμεν θερμῶς* σὲ ̉Ορθοδόξων προστάτα,* Κωνσταντῖνε πάντιμε,* φρούρει ἱκέτας σου.
̉Εκ τροχαίου ἱκέτας,* σύ διαφύλαττε,* ̉Αθανάσιε Νεομάρτυς,* σὲ ἱκετεύομεν,* ὡσαύτως δίδου ἡμῖν,* τοῖς σοι προσφεύγουσι πίστει* ἀνεπαίσχυντα τέλη* ὡς καὶ ἀνώδυνα.
Θεοτοκίον.
Προστασίαν οὐκ ἔχω παρ̉ οὐδενός, ῎Αχραντε,* διὸ σοι καταφεύγω ὁ τάλας,* Κόρη πανύμνητε,* καὶ ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, Μῆτερ,* ἣν σὺ παράσχου, Δέσποινα,* τάχος ἱκέτῃ Σου.
Διάσωσον* ἐκ τῶν κινδύνων ἱκέτας Τριὰς ῾Αγίων,* ὅτι πάντες μετὰ Θεὸν* εἰς σὲ καταφεύγομεν,* ὡς ἔχουντας τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ
ὁ Χορός τὸ Κύριε, ἐλέησον (δωδεκάκις) καὶ τὸ
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Πρεσβείας ὑμῶν* ποθοῦμεν, Νεομάρτυρες,* ἡμῶν καταφύγια ἐδείχθητε, ῞Αγιοι˙* ἐκτενῶς βοῶμεν ἅπαντες* ἐκ τῶν κινδύνων ῥύσατε ἡμᾶς* τοῦ Χριστοῦ ὁπλίται, Θεοδόξαστοι.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε...
Τῶν παθῶν μου τὸν τάραχον,* πάτερ Κωνσταντῖνε, τάχος κατάπαυσον* καὶ νοὸς μου τὴν σκοτόμαιναν* ταῖς λιταῖς σου, Νεομάρτυς ἔπαρον.
Τὰς παγίδας τοῦ ὄφεως,* Νεομάρτυς ̉Αθανάσιε, ταχὺ διάλυσον* καὶ ἀξίωσον ἱκέτην σου* σὺν ̉Αγγέλοις ἄσω τῷ Κυρίῳ μου.
Σοῦ Πολύζε δεόμεθα* ἡμεῖς οἱ ἀνάξιοι γόνυ κλίνοντες* τὸν Κριτὴν τοῦ κόσμου ἱκέτευε,* ὅπως δωρίσει ἡμῖν μετάνοιαν.
Θεοτοκίον.
̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
Νόσων ἰατροί* ἀνεδείχθητε, Μακάριοι,* διὸ ὑμῖν πάντες προσφεύγομεν θερμῶς* καὶ αἰτούμεθα παρασχεῖν ὑγείαν, ἔνδοξοι.
Παῦσον τὰς ὀρμὰς* τῶν παθῶν μου, ̉Αθανάσιε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.
Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ εἰρήνην σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Πολύζε ἔνδοξε.
Θεοτοκίον.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
Προστάτην σε τῶν πτωχῶν ἐπίσταμαι* καὶ ἀκοίμητον φρουρόν, Κωνσταντῖνε,* τοὺς πειρασμοὺς διαλύεις ταχέως* καὶ τοῦ ἐχθροῦ μηχανάς, Θεοδόξαστε,* διό σοι πιστῶν ἡ πληθύς,* Λειτουργὲ τοῦ ῾Υψίστου, προσφεύγουσι.
̉Απίστων τὰς μηχανὰς παρίδετε* καὶ Χριστὸν ὁμολογήσατε σθένει* καὶ τὴν ἀγχόνην ὑμεῖς, Θεηγόροι,* μετὰ χαρᾶς τε καὶ θάῤῥους ἐδέχθητε˙* διὸ σαῖς πρεσβεῖες πιστοὶ* ἐξαιτοῦσι, σεμνοὶ Νεομάρτυρες.
̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Πολύζε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.
Θεοτοκίον.
Θανάτου τοῦ αἰφνιδίου ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην, Παρθένε,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν ἱκέτην διάσωσον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας Τριὰς ῾Αγίων,* ὅτι πάντες μετὰ Θεὸν* ὑμῖν καταφεύγομεν,* ὡς ἔχοντας τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
῾Υμεῖς προστάται τῶν Χριστιανῶν ἀκαταίσχυντοι* καὶ μεσίται πρὸς τὸν Ποιητὴν ἀμετάθετοι·* μὴ παρίδῃτε* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεύσατε, θαυματουργοί,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶν ἱκετῶν ὑμῶν·* δέξαστε ἡμῶν πρεσβείας* καὶ ῥύσατε ἐκ τῶν κινδύνων,* Νεομάρτυρες σεμνοί, ἰσχυρά* τῶν ̉Ορθοδόξων κατάφύγια.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς ῾Αγίοις Αὐτοῦ. (δίς)
Στίχος. Τοῖς
Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί
σου.
῾Ο ῾Ιερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12–19)...
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι,
παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν
τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν,
μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται
ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ
γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται·
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τῶν Νεομαρτύρων* πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ.
β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπετε* τῶν ̉Ορθοδόξων προστάται* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαστε δέησιν τοῦ ἱκέτους σας˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστοι,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω ἄλλην.* Σπεύσατε, φωσφόροι,* καὶ γίνατε προστάται καὶ φρουροί* καὶ βακτηρία ἀκλόνητος* ἐμοῦ, Νεομάρτυρες.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν
σου…
῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Ορθοδόξων κατέστης* ἰατρὸς ἀλάνθαστος καὶ ἀνάργυρος,* παμμάκαρ Κωνσταντῖνε,* καὶ πάντων ὁδοδείκτης* ἀκλινὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν βοηθὸς* ἀκοίμητος καὶ ῥύστης.
Τῶν ἀτέκνων ὑπάρχεις* καταφύγιον μέγα σύ, ̉Αθανάσιε,* καὶ πάντων τῶν ποθοῦντων* ἰδεῖν Θεοῦ τὴν δόξαν* ἀρωγός, διὸ κράζωμεν,* Νέομάρτυς Χριστοῦ,* πιστῶν σύ βακτηρία.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Κωνσταντῖνε τρισμάκαρ, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Θεοτοκίον.
Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤῥος ὁμολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμεν Σέ* τὸ εὔχος τῶν ̉Αγγέλων.
ᾨδὴ η’. Τόν Βασιλέα…
Τοὺς ̉Ορθοδόξους* Τριὰς τῶν Νεομαρτύρων* βοηθήσατε πάντες αἰτοῦμεν,* ὅπως λυτρωθῶμεν* ἐκ βελῶν τοῦ πλάνου.
Τοὺς Πολυζώην* καὶ Κωνσταντῖνον τὸν νέον,* Λειτουργὸν τοῦ ῾Υψίστου ὑμνεῖτε* καὶ δοξολογεῖτε* χοροὶ τῶν ̉Ορθοδόξων.
̉ Αθανασίου* τὰς ἱκεσίας αὶτοῦμεν* πρὸς τῶν πάντων Δεσπότην καὶ Πλάστην,* ἵνα λυτρωθῶμεν* ἐκ νόσων δυσιάτων
Θεοτοκίον.
Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δοξάζομέν σε.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
̉Αγάπην καὶ εἰρήνην,* ̉Αθανάσιε μάρτυς,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Τοὺς ὄγκους θεραπεύεις,* μάρτυς Κωνσταντῖνε,* καὶ πιστοῖς τάχος παρέχεις ὑγείαν, σοφέ,* διὸ λιταῖς σου αἰτοῦμεν* ἡμεῖς, Μακάριε.
Λιμὴν σὺ καὶ προστάτης,* τῶν σοι προσφευγόντων, * γενοῦ, Πολύζε, καὶ τεῖχος ἀπόρθητον,* καταφυγή τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.
Θεοτοκίον.
̉Εξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Πάντων τῶν νοσοῦντων οἱ ἰατροί* καὶ τῶν ἐν ἀνάγκαις οἱ προστάται καὶ βοηθοί˙* χηρῶν τε καὶ πενήτων* ἀπάνεμοι λιμένες* Τριὰς Νεομαρτύρων* ὑμεῖς ἐδείχθητε.
Χαίρεις ̉Αθανάσιε θαυμαστέ* σὺν τῷ Πολυζώῃ* καὶ Κωνσταντίνῳ τῷ ἱερεῖ˙* Χαίρετε προστάται ἡμῶν τῶν ὑμᾶς ὑμνοῦντων* καὶ τῶν ̉Ορθοδόξων τὰ καταφύγια.
Πάντες, Νεομάρτυρες, εὐλαβῶς* ὑμῶν τὰς δεήσεις* αἰτοῦμε πρὸς τὸν Κριτήν,* ἵνα ὑγιείαν* μετάνοιαν καὶ πίστιν* ἡμῖν τάχος παράσχῃ,* ὁ Παντοδύναμος.
Τοὺς Τρεῖς Νεομάρτυρας τοῦ Χριστοῦ* ἐκ μέσης καρδίας* ἀνυμνήσομεν ἀδελφοί* οὗτοι τοῖς αἰτοῦσι* παρέχουσι ἰάσεις* καὶ ἐκ βελῶν Βελίαρ* πάντας φυλάττουσι.
Σὺν ̉Αθανασίῳ πανευλαβῶς* ὑμνήσομεν πάντες* Κωνσταντῖνον τὸν ἱερὸν* καὶ τὸν Πολύζώην* Χριστοῦ τόν στρατιώτην* οἳ ἔλαβον τὴν χλαίναν* τοῦ Νεομάρτυρος.
Πάντες ἀνυμνήσομεν εὐλαβῶς* Πολύζον τὸν θεῖον,* ̉Αθανάσιον τὸν κλεινὸν* σὺν τῷ Κωνσταντίνῳ* ποιμένα Περιστέρας * παρὰ τοῦ Κυρίου οὔτοι* στεφάνους ἔλαβον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… καὶ ὁ Χορός: ̉ Αμήν.
Εἶτα τὸ ̉̉̉Απολυτίκιον. Ἦχος δʹ. Ταχὺ προκατάλαβε.
Χριστὸν ἠγαπήσατε* ἐκ μέσης καρδίας, σεπτοί,* δι̉ Αὐτὸν ἀγχόνην ἐδέχθητε* ἐν Τρίκκῃ, Νεομάρτυρες ἔνδοξοι,* ὅθεν ὑμᾶς τιμῶμεν,* ἱερεῦ Κωνσταντῖνε,* σὺν τὼ ̉Αθανασἰῳ* καὶ γενναίῳ Πολύζῳ,* ὡς θείους ἡμῶν προστάτας* καὶ πρέσβεις πρὸς Κύριον.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ
ἡ μικρὰ ἀπόλυσις.
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος
βʹ.
Πάντων τῶν πενθοῦντων ἡ χαρὰ* καὶ ἀδικουμένων προστάται* καὶ ὀρφανῶν βοηθοί,* ἄλλους γὰρ οὐκ ἔχομεν* Χριστιανοὶ ὡς φρουρούς˙* οἱ δεινῶς χειμαζόμενοι* ὑπὸ ποικίλων παθῶν.* Μάρτυρες Χριστοῦ φωτοφόροι,* ὅθεν ὑμῖν προσπίπτωμεν πάντες* ῥώμην ἐξαιτούμενοι, Πανόλβιοι.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου