ΑΓΙΟΣ ΑΕΙΘΑΛΑΣ Ο ΜΑΡΤΥΣ (3
Νοεμβρίου)
῾Ο Μάρτυς
῞Αγιος ̉Αειθαλᾶς
|
Ο |
Ο
῞Αγιος ̉Αειθαλᾶς καταγόταν ἀπό τήν πόλη ῎Αρβηλα τῆς Περσίας, τή σημερινή πρωτεύουσα τοῦ ̉Ιρακινοῦ Κουρδιστάν, καί
ἦταν ἐπίσκοπος.
῾Η θερμή καί ζωντανή πίστη του, τόν ὠθοῦσε
νά κηρύττει καθημερινά τό Εὐαγγέλιο καί νά ἔλκῃ ψυχές στόν Σωτήρα Χριστό. Τόν
κατήγγειλαν στόν Πέρση βασιλιᾶ, Σαπώρ Β', κι ἀφοῦ ἔμεινε ἀκλόνητος στή
χριστιανική πίστη, μετά ἀπό φρικτά βασανιστήρια. Συγκεκριμένα τόν μαστίγωσαν
σκληρά κι ἔπειτα τόν κρέμασαν μέ τό κεφάλι πρός τά κάτω. ῾Ο ῞Αγιος παρέδωσε τή
μακάρια του ψυχή ἀφοῦ τόν ἀποκεφάλσαν. (330 μ. Χ.)
῾Ο ῞Αγιος Νικόδημος ὁ ῾Αγιορείτης, μᾶς πληροφορεῖ
ὅτι ὁ ̉Αειθαλᾶς ἦταν πρῶτα ῾Ιερεύς τῶν εἰδώλων καί κατηχήθηκε στή χριστιανική
πίστη ἀπό τόν ἐπίσκοπο κάποιας πόλεως, πού ἦλθε καί θεραπεύτηκε ἀπό αἱμορραγία.
῾Η ̉Ορθόδοξη ̉Εκκλησία τιμᾶ τή μνήμη του στίς 3
Νοεμβρίου.
Παρακλητικὸς Κανὼν
εἰς τὸν Μάρτυρα ῞Αγιον ̉Αειθαλᾶ
Ποίημα τοῦ κ. Γεωργίου Θ.
Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται
ὁ Ψαλμὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ… (τετράκις).
Εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ…
Τ ὸν
Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι
τοὺς ἱκέτας σου,* ̉Αειθαλᾶ φωσφόρε,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* καὶ τὸν Χριστὸν εὐμένισε, σοφέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου…
Τ ῆς Περσίας τὸν γόνον καὶ πιστῶν καταφύγιον* τῶν ̉Ορθοδόξων τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμητον,* ̉Αειθαλᾶν, δοξάσομεν πιστοί,* τὸν μέγαν τοῦ
Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙*
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ στεφανώσαντι˙* Δόξα τῷ παρέχοντι ἡμῖν*
διὰ σου τὰ κρείττονα.
Καὶ νῦν… Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ
Θεοτόκε,* τὰς δυναστείας σου
λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδή α´. ῾Υγράν διοδεύσας...
Προσέρχομαι,
μάρτυς, δεητικῶς* πρὸς σέ ὁ ἀχρεῖος* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου, σῷ ἱκέτῃ* ̉Αειθαλᾶ, ̉Εκκλησίας τό καύχημα.
Νεότητα
φύλαττε ἐκτενῶς* δεόμεθα πάντες, φωτοφόρε
̉Αειθαλᾶ,* καὶ σῶσον λιταῖς σου πρὸς τὸν Κτίστην,* ἐκ τοῦ πυρός τοῦ ἀσβέστου
ἱκέτας Σου.
Καρδίαν
σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν
Σωτήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν.
Θεοτοκίον.
̉Ελπίδα, ἀγάπην, ὑπομονήν,* πραότητα, πίστιν καὶ μετάνοιαν ἀληθή,*
παράσχου ἱκέτας Σου, Παρθένε,* καὶ Παραδείσου τὰ κάλλη ἰδεῖν ἀξίωσον.
ᾨδή γ´. Οὐρανίας ἁψῖδος…
Ορθοδόξους σὺ σκέπε, θαυματουργὲ ῞Αγιε,*
καὶ ἐκ τῶν χειρῶν ἀρχεκάκου πάντας διάσωσον,* ἵνα δοξάζωμέν σε* τῆς ̉Εκκλησίας τὸ κλέος* τῶν πιστῶν τὸ στήριγμα*
καὶ καταφύγιον.
Ι῾
κετεύομεν πάντες τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην τάχος ἐκδίωξον˙*
ἵνα ὑμνοῦμεν θερμῶς* σὲ ̉Ορθοδόξων τὸ
κλέος* καὶ πενήτων, ῞Αγιε,* τροφὸν καὶ φύλακα.
̉Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Αγιε,* ὁ τῶν οὐρανῶν
Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυκλινῶς, θαυμαστέ,* τὰς χείρας αἴρουμε πόθῳ*
καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου.
Θεοτοκίον.
Θεοτόκε
Παρθένε χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου* ἐκ τῶν
χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰρήνην δώρησαι* τοῖς σοι
προστρέχουσι.
Διάσωσον*
ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αθλοφόρε,* ὅτι
πάντες, ̉Αειθαλᾶ,* εἰς σὲ καταφεύγομεν*
ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ
τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις καὶ τὸ Κάθισμα Ἦχος
β΄. Τὰ ἄνω ζητῶν...
Πρεσβείαν
τὴν σὴν* ποθοῦμεν, Θεοδόξαστε,* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* καὶ
πόθῳ βοῶσι σε,* ̉Αειθαλᾶ, σκέπασον ἅπαντας*
καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς* τοὺς σοι θερμῶς καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
Ο ̉ρθοδόξους
διάσωσον* ἐκ τῆς ἀνεργίας πάντες δεόμεθα* καὶ προφύλαξον ἱκέτας σου* ἐκ ποικίλων
νόσων τε καὶ θλίψεων.
Τῆς ζωῆς
μου τὸ πέλαγος* καλῶς διαβῆναι Σὺ καταξίωσον,*
̉Αθλοφόρε, καὶ διάλυσον* τῆς ψυχῆς μου πάθη, Θεοπρόβλητε.
Τ έκνα
τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αειθαλᾶ
πανάριστε,* καὶ παράσχουῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Τ ὸν Υἱὸν
σου ἱκέτευε,* Θεοτόκε ῎Αχραντε, σοῦ δεομεθα* θεραπεύσαι τὰς ψυχὰς ἡμῶν* ἐκ ῥοπῶν
ποικίλων καὶ στενώσεων.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...
Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν
ταῖς Γραφαῖς, ̉Αειθαλᾶ θαυμαστέ,* καὶ
βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Υ ῞πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου
πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Ι῎
ασον πιστοὺς* ἐκ τῶν ὄγκων σύ, Πανάριστε,* καὶ τὰς καρδίας ἡμῶν ἔμπλησον χαρᾶς*
τῆς οὐρανίου,* ̉Αειθαλᾶ, ̉Αγγέλων σύσκηνε.
Θεοτοκίον.
Φ όβον
τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ
σου, Θεομακάριστε.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ...
Τ ὰ τέκνα τῶν
̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς
σου, ̉Αειθαλᾶ φωσφόρε,* εἰς τὰς νομὰς τοῦ
Κυρίου ὁδήγησον,* δεόμεθά σου ταπεινῶς,* σὲ τῶν πιστῶν προστάτην καὶ
φύλακα.
Θ
ανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκδίωξον κἀμοῦ, ̉Αρχιθύτα,* τῆς ὀλεθρίου φιλίας τῶν κάτω* καὶ
ἀμελείας δεινῆς, Πανσεβάσμιε,* ἐκσώζουσα ἐκ πειρασμῶν* ταῖς λιταῖς σου, ̉Αειθαλᾶ θεόληπτε.
Θ
ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ
ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυματουργέ,*
διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.
Θεοτοκίον.
Π
ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε
ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες
δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Δ
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,
̉Αθλοφό-ρε,* ὅτι πάντες, ̉Αειθαλᾶ,*
εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α῎
χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον Ἦχος β´. Προστασία.
Σ ὲ
προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν
σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς
τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον
ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σε,*
̉Αειθαλᾶ τρισμακάριστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τ ίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου
αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…
῾Ο
Χορός: Κύριε ἐλέησον
(τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…
῾Ο
Χορός: Καὶ τῷ
Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου… (Λουκᾶ ιβʹ
8-12) τὸ ἀνάγνωσμα Πρόσχωμεν.
῾Ο
Χορός: Δόξα σοι,
Κύριε, Δόξα σοι.
Ε ἶπεν ὁ Κύριος˙ πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν
τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων
τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται
ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς
ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα
βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ
προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε
πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ
῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
῾Ο
Χορός: Δόξα σοι,
Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Τ αῖς
τοῦ ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον
τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Τ αῖς
τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μ ὴ ἐγκαταλείπῃς
με* εἰς τῶν δαιμόνων τὰς χείρας,*
̉Αειθαλᾶ ἔνδοξε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* νόσοι κατέλαβον ὅλον
μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς καὶ τῶν ἀνθρώπων
περίγελων·* πάντοθεν πολεμούμενος* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου.* Μάρτυς
τοῦ Κυρίου,* ἀκοίμητος προστάτης καὶ φρουρός,* σύ ἀνεδείχθης, θεσπέσιε,* καὶ
πιστῶν τὸ κλέϊσμα.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉Ιουδαίας…
Ε
̉ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ
παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χριστοῦ,* ̉Αειθαλᾶ φωσφόρε.
Ι ̉
ατρὸς ἀνεδείχθης* λοιμωδῶν
νοσημάτων, Θεοειδέστατε,* διὸ
πιστῶν τὰ πλήθη* προσέρχονται
ἀσμένως* καὶ αἰνοῦσι
σε ᾄδοντας˙* Χαῖρε, πιστῶν χαρμονή* καὶ δόξα τῶν
̉Αγγέλων.
Ν
ικητάς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν
Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* ̉Αειθαλᾶ θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
Α ̉
τεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς
καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* ὦ Μῆτερ τοῦ ῾Υψίστου.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τ ὸν
Κυβερνήτην τῆς ̉ Εκκλησίας δυσώπει,*
̉Αειθαλᾶ φωσφόρε, ἀπαύστως,* ὅπως καταστείλῃ αἰρέσεων τὰς
φλόγας.
Ε ἰς
τοὺς συζύγους* διὰ τῶν λιτῶν σου, παμμάκαρ,* ἀπογόνους δωρίζει ὁ Πλάστης* διὸ
σοι οἱ ποθοῦντες* προσφεύγουσι, Θεόφρον.
Τ ὴν ἀνεργίαν*
ταῖς σαῖς λιταῖς, Θεηγόρε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει*
ταχέως ἐργασίαν.
Θεοτοκίον.
Σ ὲ τῶν ῾Ελλήνων* καὶ ̉Ορθοδόξων χορείαι* ἀνυμνοῦσι
ἀπαύστως, Παρθένε,* καὶ πόθῳ αἰτοῦσιν* ἰδεῖν Υἱοῦ σου δόξαν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Α ̉ ειθαλᾶ παμμάκαρ,* φύλαττε ἱκέτας* ἐκ πάσης
νόσου, ἀνάγκης καὶ θλίψεως* καὶ ἐξ ἀνθρώπων δολίων,* μάρτυς διάσωσον.
Η῾ μῶν
τῶν ̉Ορθοδόξων* πρότυπον κατέστεις,* καὶ
τῶν νοσοῦντων, ἀνάργυρος ἰατρός ˙* διὸ οἱ ποθοῦντες ὑγείαν* σοι καταφεύγουσι.
Λ ιμὴν σὺ καὶ προστάτης,* ̉Αειθαλᾶ, ἐδείχθης* καὶ τῶν ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,* καταφυγὴ τε
καὶ σκέπη* καὶ ἀγαλλίαμα.
Θεοτοκίον.
Η ῾μᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει*
καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α ῎ ξιόν ἐστιν
ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ
μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον* σὲ
μεγαλύνομεν.
Δ
όξα ̉Εκκλησίας καὶ χαρμονή,* μάκαρ, ἀνεδείχθης*
καὶ προστάτης χριστιανῶν* καὶ τῆς νέολαίας* φρουρὸς καὶ ποδηγέτης* καὶ πάντων
τῶν νοσοῦντων* τὸ καταφύγιον.
Χ
αίροις, τῆς Περσίας γόνος λαμπρός* καὶ τῶν
̉Ορθοδόξων* ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, μοναζόντων τὸ πρότυπον καὶ
κλέος* καὶ τῶν πιστῶν προστάτης* καὶ φύλαξ, ἔνδοξε.
Φ
ύλαττε τὰ τέκνα σῶν ἱκετῶν* ἐκ πάσης κακίας,* ἐφαρμάτων συνηθειῶν* καὶ ἐκ τῆς
μανίας* τοῦ γυμνισμοῦ, Χριστόφρων,*
̉Αειθαλᾶ τρισμάκαρ,* πιστῶν τὸ καύχημα.
Π
άντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκαταλείπεις* ἀλλὰ δίδου ὑπομονήν,*
πίστιν καὶ ἀγάπην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.
Π ᾶσαι
τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*
̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε
πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορός
τό Τρισάγιον, Πάτερ ἡμῶν…καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν….
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Τ ῆς Περσίας
τὸν γόνον καὶ πιστῶν καταφύγιον* τῶν
̉Ορθοδόξων τὸ κλέος καὶ φρουρὸν τὸν ἀκοίμητον,* ̉Αειθαλᾶν, δοξάσομεν πιστοί,* τὸν μέγαν τοῦ
Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζου-σι˙*
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ στεφανώσαντι˙* Δόξα τῷ παρέχοντι ἡμῖν*
διὰ σου τὰ κρείττονα.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ στὴν συνέχεια ποιεῖ μικρὰν ἀπόλυσιν:
Δόξα σοι Χριστὲ ὁ Θεὸς, … Τῶν πιστῶν ἀσπαζομένων
τὰς ἱερὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.
Π
άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ
τῆς ἱερᾶς σου εἰκόνος,* ̉Αειθαλᾶ θαυμαστέ,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον* καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν νοσοῦντων προστάτης* καὶ τῆς νεολαίας ἐδείχθης* κλέος καὶ προπύργιον,
πανένδοξε.
῏Ηχος πλ. δ´.
Δ
έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.
῏Ηχος β´.
Τ ὴν πᾶσαν ἐλπίδα
μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῏Ηχος α´.
Τ ῇ πρεσβεία Κύριε,* πάντων τῶν ἁγίων,* καὶ τῆς Θεοτόκου,* τὴν σὴν εἰρήνην δὸς ἡμῖν* καὶ ἐλέησον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δ ι̉ εὐχῶν
τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν
[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς
λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα
Πατρὶ…, Καὶ νῦν….
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου