19 Οκτ 2025

Αγία Κλεοπάτρα (19 Οκτωβρίου)

 ΚΛΕΟΠΑΤΡΑ (2) (Κλεοπάτρα, Πάτρα, Πατρούλα, Κλειώ) | Εορτολόγιο 2025

Αγία  Κλεοπάτρα

   ῾Η ῾Αγία Κλεοπάτρα ἔζησε περὶ τὸ 304 μ. Χ. Τὸ  ὄνομά της εἶναι ἀρ­χαῖο ἑλληνι­κὸ καὶ σημαίνει: «αὐτὴ ποὺ προέρ­χεται ἀπὸ ἔνδοξο πατέ­ρα» καὶ ἔχει τὶς ρίζες του στὶς λέ­ξεις κλέ­ος+πατήρ. Περιποιήθηκε τὸν ῞Αγιο Οὔαρο, ὅταν τὸν βασά­νιζαν. Μετὰ τὸν θάνατο τοῦ ῾Αγίου Οὔρου, ἡ Κλεοπάτρα πῆρε τὰ λεί­ψανα του καὶ τὰ ἐνταφἰασε στὴν Παλαιστίνη ὅπου ἔκτισε μεγαλο­πρεπὴ Ναὸ ἀφι­ερωμένο στὸν ῞Α­γιο.

   ῾Η Κλεοπάτρα εἶχε ἕναν μονά­κριβο γιὸ ὁ ὁποῖος ἦταν ἀ­ξιωματοῦχος στὴν αὐλὴ τοῦ βα­σιλιά. Κάποτε ὅμως ἀρρώ­στησε βαριὰ καὶ πέθανε. Τότε ἡ Κλεοπάτρα ἔτρεξε στὸν Ναὸ τοῦ ῾Αγίου Οὔαρου καὶ τὸν παρακάλεσε εἶτε νὰ ἀ­ναστήσει τὸν γιὸ της εἴτε νὰ πάρει καὶ αὐτὴ μαζὶ μ̉ ἐκεῖ­νον. ῾Η Κλεοπάτρα, ἐξαντλημένη κοιμήθηκε καὶ εἶδε στὸν ὕ­πνο της τὸν ῞Αγιο Οὔαρο μαζὶ μὲ τὸν γιὸ της στολι­σμένους μὲ λαμπρὰ ἐνδύματα νὰ τῆς λένε παρηγορητικὰ λόγια. ῞Οταν ξύπνησε, γέμισε ἀπὸ χαρὰ διότι κατάλαβε ὅ­τι ὁ γιὸς της ἦταν στὸν Παράδεισο. Πῆρε, λοιπόν, τὸ νεκρὸ σῶμα τοῦ γιοῦ της καὶ τὸ ἔθαψε κοντὰ στὸν τάφο τοῦ ῾Αγί­ου Οὔ­αρου.  ̉Αφοῦ διαμοίρασε τὴν περιουσία της στοὺς φτω­χούς, ἔμεινε κοντὰ στὸν Ναὸ καὶ ἔκανε πολλὲς ἀγαθοερ­γίες καὶ ἀφοῦ πέρασαν ἑπτὰ χρόνια, κοιμήθηκε ἐν εἰρήνη.

Παρακλητικὸς Κανὼν

εἰς τὴν ῾Οσίαν Κλεοπάτραν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉   τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὴν καλληπάρθενον ὑμνήσωμεν πάντες* τῶν  ̉Ορ­θο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατά­νύξει βοῶ­ντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχο­ντας,* Κλεοπάτρα θεόφρον,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμα­στή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ… ̉ Απολυτίκιον. Ἦχος δʹ. Ταχὺ προκατάλαβε...

Ο῾ σίως τὸν βίον σου,* διαγαγοῦσα σεμνή,* τὴν χά­ριν ἐτρύγησας,* ἐκ τῆς ἁγίας σοροῦ,* Οὐάρου τοῦ Μάρτυρος·* ὅθεν τῆς οὐρανίου* μετασχοῦσα εὐκλεί­ας,* πρέσβευε τῷ Σωτῆρι,* Κλεοπάτρα Ὁσία,* δοθῆ­ναι ἡμῖν πᾶσι,* πταισμάτων συγχώρησιν.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρε­σβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὺγρὰν διοδεύσας.[1]

Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σέ, Κλεοπά­τρα,* ̉Ορθοδόξων καταφυγή,* εὐμένισον δέομαι ὁ τάλας* τὸν Πανοικτήρμονα  κτίστην τοῦ σύμαντος.

 

Παρέχεις συζύγοις ὑπομονήν,* ἐλπίδαν, εἰρήνην* καὶ τελείαν ὑπακοήν,* διό σοι προσφεύγομεν ἱκέ­ται* καὶ ἐξαιτούμεθα πάντες τὴν σκέπην σου.

 

Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.

Θεοτοκίον.

Πανάχραντε, Δέσποινα Μαριάμ,* θερμῶς ἱκετεύ­ω Σὲ ὁ τάλας καὶ δυσσεβὴς* μετάνοια δί­δου σῷ ἱκέ­τῃ,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, Κλεοπάτρα, καὶ οἰκίας* σὺ διαφύλα­ξον,* ἵνα ὑμνοῦσι σε* τῶν ̉Ορθοδόξων τά πλήθη* τῶν πι­στῶν τὸ στήριγμα* καὶ καταφύγιον. 

Ε ̉ κ τροχαίου, Θεόφρων,* σὺ διαφύλαξον* πά­ντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ  ἐξαιτοῦντας  θερμῶς*  τὴν  σὴν  βοήθει­αν  πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Πανευωδέ­στατε.

Ο ̉ ρφανά τε καὶ χήρας,* Θαυματουργέ, φύλατ­τε* ἐκ τῆς τῶν δαιμόνων μανίας* καὶ πάσης θλίψε­ως* καὶ ἡμᾶς, θαυμαστέ,* τοὺς σοι προσπί­πτο­ντας πί­στει* ἐκ τῶν νόσων, δέομαι,* πάντας προ­στά­τευσον.

Θεοτοκίον.

Θ εοδόξαστε Κόρη,* χριστιανῶν καύχημα* μὴ ἐγκα­ταλείπεις ἱκέτας* χερσὶ τοῦ δράκοντος,* ἀλ­λὰ πα­ράσχου ἡμῖν* τὴν σῇ  θερμῇ προστασία* καὶ πιστοὺς διάσωσον* ἐκ τῆς κολάσεως.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Κλεοπά­τρα,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.

Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα ὁ ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεὸς…

῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος…

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμή.

Π ρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι˙* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* κα θερμῶς βοῶσι σε,* Κλεοπάτρα, σκέπασον ἅπαντας* κα ἐκ  τροχαίων  φύλαττε  ἡμᾶς* τοὺς σοι θερμῶς ἀεκατα­φεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε.

Τ έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Κλεοπά­τρα  πανάριστε,*  καὶ  παράσχου ῥώσιν  ἅπασι*τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τ ῶν παθῶν μου τὸν τάραχον,* Κλεοπάτρα ἔνδοξε, τάχος κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.

Τ οῦ πυρὸς σὺ τὴν ἔντασιν* λιταῖς σου κατάσβεσον, ἀξιάγαστε,* ἀ­γροὺς τε καὶ τοὺς ἡμῶν οἴκους* σὺ διαφύλα­ττε, Θεοδόξαστε.

Θεοτοκίον.

Ε ̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποι­να Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας* ὑ­γιείαν δίδου, Παναμώμητε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς ...

Λ ύτρωσαι ἡμᾶς, Κλεοπάτρα θεοδόξαστε, ἐκ πά­σης νόσου καὶ πικρὰς θλίψεως, καὶ τοὺς ἱκέτας μετα­νοίας καταξίωσον.

Ν όσων ἰατρὸς* ἀνεδείχθης, Καλλιπάρθενε,* διό σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαι­τοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.

Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν  ταῖς Γραφαῖς, Κλεοπάτρα θαυμαστέ,* καὶ βι­ώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.

Ε῎ μπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ πάσης βλά­βης* καὶ στενώσεως δεόμεθα.

ᾨδὴ στʹ. Τὴν δέησιν...

Τ ῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέ­τευε δεόμεθα πάντες,* ἵνα ῥυσθῶμεν ἐξ ὄγκων ποικί­λων* καὶ πάσης ἄλλης στενώσεως, ἔνδοξε,* καὶ δί­δου λιταῖς σου ἡμῖν* ἀνεπαίσχυντα τέλη, θεόφιλε. 

Τ ὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας ἀπαύστως* καὶ ταῖς λιταῖς σου ὑγεί­αν παράσχου* καὶ εἰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Κλεοπάτρα, πιστῶν κα­τα­φύγιον.

Ε ̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Κλεοπάτρα, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλεινῶς,* ἡμεῖς οἱ πρός σέ θερμῶς προσφεύ­γοντες.

Θεοτοκίον.

Π ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Κλεοπά­τρα,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγο­μεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.

Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Εἶ­τα καὶ πάλιν ὁ ῾Ι­ε­ρεύς μνη­μο­νεύ­ει τὰ ὀνόματα καὶ ὁ Χορὸς ψάλ­λει τὸ Κύ­ρι­ε ἐλέησον (τρίς). Καὶ τὸ

 Κοντάκιον. Ἦχος βʹ. Προστασία.

Σ ὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος,*μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν  πιστῶς   δεομένων σοι.* Τάχυνον  εἰς  πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτις, σθενα­ρός,* καὶ φρουρὸς ὁ ἀκοίμητος.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί­ου,... (Κεφ. εʹ. 24-34)

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τ ῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖ­ρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τ αῖς τῆς Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας...

Τ αῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μ ὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας,* Κλεοπάτρα ἔνδοξε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μια,* ἀρχεκάκου τὰ τοξευματα·* σκέπην οὐ κέκτη­μαι,* οὐ­δὲ καταφύγιον, Πάντιμε,* πάντοθεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου,* κλέος μοναζό­ντων*  καὶ  δόξα  ̉Ορθοδόξων, θαυμαστέ,*  μὴ μοῦ πα­ρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

 Ὁ Ἱ­ε­ρεύς  Σῶ­σον  ὁ Θε­ὸς  τὸν λα­όν  σου …

Ὁ Χο­ρός: Κύ­ρι­ε, ἐ­λέ­η­σον (δωδεκάκις).

Ὁ Ἱ­ε­ρεύς: Ἐ­λέ­ει, καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ …

Ὁ Χο­ρός: ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉Ιουδαίας ...

Ρ ῾ αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱ­κεσίαις σου,* Θεόφρον Κλεοπάτρα,* προστρέχο­ντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντα˙* ὁ τῶν Πα­τέρων

ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Τ ῶν τυφλῶν βακτηρίαν* ὀνομάζουσι πάντες σέ, Καλλιπάρθενε,* καὶ τῶν ἀβοηθήτων* βοήθειαν καὶ σκέπην·* διὸ   ἅπαντες  ψάλλομεν*  Χαῖρε, πιστῶν χαρμονὴ* καὶ δόξα τῶν ̉Αγγέλλων.

Λ ειτουργοὺς τοῦ ῾Υψίστου,* Κλεοπάτρα θεόφρον, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν καὶ ῥώσιν,* ἵνα πίστει κραυγάζωμεν˙* ῾Ο τῶν Πατέ­ρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀ­νακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πει­ραστοῦ* καὶ τῶν αἰρετιζόντων. 

ᾨδὴ ηʹ. Τόν Βασιλέα…

Τ ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Κλεοπάτρα  θεόφρον,* καὶ  πιστοῖς  παρέχει* ὑγεί­αν καὶ εἰρήνην.

Α ̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, Κόρη.

Τὸν Κύριόν μου* καὶ τῆς ψυχῆς μου Σωτήρα* σύ εὐ­μένησον δέομαι, Κόρη,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Αὐτοῦ τὴν δόξαν.

Θεοτοκίον.

Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδι­ώκεις,  Παρθένε  Μαρία,*  καὶ  εἰς  τὰς  ψυχὰς  μας ἐλπίδαν ἐμφυτεύεις.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Δ ιάσωσον ἐκ πλάνης* τέκνα Ορθοδόξων* καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι*  ἵνα ὑμνοῦμεν σέ* συνόμιλε ̉Αγγέλων

Α ̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφύος τὰ ἄλγη* λιταῖς σου ἴασον.

Τ οὺς ὄγκους θεραπεύεις,* νόσους ἀπελαύνεις* καὶ πιστοῖς παρέχεις τάχος τὰ κρείττονα,* ̉Αθλοφόρε Κλεοπάτρα,* διὸ τιμῶμεν σε.

 Θεοτοκίον.

Η ῾ μᾶς τοὺς  ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.

Μεγαλυνάρια.

Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

Χ αίροις, Κλεοπάτρα θαυματουργέ,* κλέος  ̉Ορθοδό­ξων* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις,  τῶν  νο­σοῦντων* ἀνάργυρος  θεράπων*  καὶ  πάντων  τῶν  ἐν  θλίψει*  τὸ καταφύγιον.

Κ έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώ­σιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰ­δεῖν ἀξί­ωσον.

Π άντας τούς προστρέχοντας ἐπί σέ* μή ἐγκαταλεί­πεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγά­πην,* ὑγείαν, σωφροσύνην* καὶ τῆς Τριάδος δόξαν* ἰδεῖν βοήθησον.

Π λοῦτον ἀπηρνήθης, θαυματουργέ,* καὶ χαίρου­σα τοῦτον* σὺ διένειμες τοῖς πτωχοῖς* διὸ ἠξιώ­θης* ἰδεῖν τοῦ Παραδείσου* τὰ κάλλη, Κλεοπάτρα* πανευωδέστατε.

Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: τὸ Τρισάγιον, Δόξα Πατρὶ… Πάτερ ἡμῶν... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν…

Τὸ  ̉Απολυτίκιον. Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Ο ῾ σίως τὸν βίον σου, διαγαγοῦσα σεμνή,* τὴν χά­ριν ἐτρύγησας, ἐκ τῆς ἁγίας σοροῦ,* Οὐά­ρου τοῦ Μάρ­τυρος·* ὅθεν τῆς οὐρανίου* μετασχοῦσα εὐκλεί­ας,* πρέσβευε τῷ Σωτῆρι,* Κλεοπάτρα Ὁσία,* δοθῆ­ναι ἡ­μῖν πᾶσι,* πταισμάτων συγχώρησιν.

῾Ο ῾Ι­ε­ρεύς μνη­μο­νεύ­ει τὰ ὀνόματα καὶ ποι­εῖ ἀπόλυ­σιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλο­μεν τὰ ἑξῆς:

Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Χ αῖρε Κλεοπάτρα θαυμαστέ,* χαῖρε τῆς Αἰγύπτου τὸ κλέος,* καὶ τῶν πιστῶν θησαυρέ,* ἄλλην γὰρ οὐκ ἔχομεν πρεσβευτὶν πρὸς Θεόν,* οἱ ποθοῦντες Παράδεισον,* ἀλλὰ δειλιῶντες,* ὡς κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* Δόξα ̉Εκκλησίας ἐδείχθης* διό σοι προσπίπτομεν πόθῳ,* πάντες οἱ Ὀρθόδοξοι ἀτίμητε.

῏Ηχος πλ. δʹ.

Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

῏Ηχος βʹ.

Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δ ι̉ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.

Ἀμήν.



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Α­γία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com