῞Οσιος Κυπριανὸς ̉Επίσκοπος Τρίκκης (1330)
(῾Η μνήμη του τιμᾶται ἐν Τρικάλοις τὴν 1ῃ Κυριακὴ τοῦ μηνὸς ̉ Οκτωβρίου)
῞Οσιος Κυπριανός
Ο ῾ ῞Οσιος Κυπριανός γεννήθηκε στὴ Λάρισα γύρω στὰ μέσα τοῦ 13ου αἰ. μ. Χ. Σὲ νεαρὴ ἡλικία πῆγε στὴ Μονὴ τοῦ ῾Αγίου Δημητρίου Μαρμαρινῶν, σημαντικὸ μοναστήρι τῆς Θεσσαλίας. Σ̉ αὐτὴ τὴ μονὴ ἔγινε ἱερέας σὲ ἡλικία 30 ἐτῶν. Μόνασε γιὰ μικρὸ χρονικὸ διάστημα στὸ ῞Αγιον ῎Ορος μετὰ ἐπέστρεψε στὴ Λάρισα, ὅπου ἔγινε ἡγούμενος τῆς μικρῆς Μονῆς τοῦ ῾Αγίου Νικολάου.
Τὸ 1318 ἐξελέγη μητροπολίτης Λαρίσης, ἀλλά, λόγω πολιτικῆς ἀστάθειας καὶ κοινωνικῆς ἀναταραχῆς στὴν περιοχή, ἀναγκάστηκε νὰ ἐγκατασταθῇ στὰ Χάρμαινα (χωριό τῆς Καρδίτσης), καὶ μετὰ ἀπὸ λίγο στὰ Τρίκαλα, ἀπ̉ ὅπου ποίμανε τὸ ποίμνιό του ὡς τὸ θάνατό του (πιθανότατα τέλη 1332 μὲ ἀρχὲς 1333).
…………….
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Κυπριανὸν ̉ Επίσκοπον Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ̉Αρχιποίμενι οἱ πιστοὶ νῦν προσδράμωμεν,* οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν,* ἐν εὐσεβεία κράζοντες, ἐκ βάθους ψυχής,* ῞Αγιε, βοήθησον,* τοὺς προστρέχοντας πίστει,* πρόφθασον καὶ λύτρωσαι ἐκ παντίων κινδύνων* μὴ παραβλέψῃς δέησιν οἰκτράν* τῶν προσφευγόντων τῇ σκέπῃ σου, πάντιμε.
Δόξα Πατρὶ... Τὸ αὐτὸ ἤ τὸ
̉ Απολυτίκιον ῏Ηχος γ’. Θείας πίστεως.
Τρίκκης, ἔνδοξε, Τριὰς ῾Αγία* σὲ ἀνέδειξε ὡς Ποιμενάρχην* καὶ κατέστησε αὐτῆς φρουρὸν τε καί φύλακα.* Κυπριανὲ ̉Αρχιθύτα μακάριε,* σὺ ̉Ορθοδόξως τὴν ποίμνην ἐποίμανας* καὶ Χριστὸν* πιστοῖς διεκήρυξας,* ὃν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας…
Πῦρ τὸ κατακαῖον δάση, ἀγρούς,* θνητῶν τὰς οἰκίας καὶ γεννήματα τῶν πιστῶν* κατάπαυσον τάχος, ̉Αρχιθύτα,* γονυκλινῶς σοῦ δεόμεθα ἅπαντες.
Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.
Θεοτοκίον.
Νοῦν καί καρδίαν πάντων ἡμῶν* λιταῖς σου, Παρθένε,* ἐναρμόνησον ταπεινῶς* δεόμεθα πόθῳ οἱ ἱκέται* ταῖς τοῦ Υἱοῦ Σου ἐντεύξεισι, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...
Τῶν Τρικκαίων κατέστης* ποιμὴν ὁ φιλόστοργος* καὶ τῆς νεολαίας προστάτης* καὶ καταφύγιον˙* διὸ πάντες θερμῶς* σοι καταφεύγομεν πίστει* καὶ σοῦ, σοφέ, δεόμεθα* σκέπε ἱκέτας σου.
Ο ̉ ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος* ἀκατανίκητος.
Ταῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* τὴν εἰρήνην παράχει* τοῖς ἐμπολέμοις ἔθνεσι* καὶ τὴν ἀγάπην ἀεὶ* καὶ τὴν ὁμόνοιαν, Πάτερ,* τοῖς ἀνθρώποις δίδωσι,* ὁ Πολυέσπλαχνος.
Θεοτοκίον.
Ε ̉ κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
Εʹ πίβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως. ῾Ο Χορὸς μεθ̉ ἑκάστην αἴτησιν ψάλλει τὸ Κύριε ἐλέησον (τρίς).
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Κυπριανέ, Τρίκκης ὁ πρόμαχος* ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοὶ πόθῳ καὶ πίστει προσφεύγοντας.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Κυπριανέ πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Π αρεστῶς τοῦ Παντάνακτος,* θρόνῳ αἰωνίῳ τοὺς ἀνυμνοῦντάς σε,* Κυπριανέ, ἐλευθέρωσον,* ἐκ παντὸς κινδύνου ἱκεσίαις σου.
Θεοτοκίον.
Ο ῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη ῾Οδηγήτρια.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Κ ύριον θερμῶς* ̉Αρχιθύτα, καθικέτευε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονήν* ὡς καί εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανάριστε.
Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Κυπριανέ θαυμαστέ,* καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Θεοτοκίον.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Τ ὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Τρίκκης τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς,* Κυπριανέ, πιστῶν καταφύγιον.
Ε ̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Κυπριανέ, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.
Ω ῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, θεοφόρε,* καὶ ἰατρὸν τῶν νοσοῦντων, παμμάκαρ,* σὲ ὀνομάζομεν, Ὅσιε πάντιμε,* δεόμεθά σου ταπεινῶς* ἐκ τῶν παθῶν ἱκέτας διάσωσον.
Θεοτοκίον.
Π ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Δ ιάσωσον* ἡμᾶς ἐκ νόσων ποικίλων,* Κυπριανὲ ̉Αρχιθύτα,* ὅτι πάντες ἱκετικῶς πρὸς Σε καταφεύγομεν,* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.
Α῎ χραντε* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσόν συ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* Κυπριανέ, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τ ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Τ αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Μ ὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* καὶ τῆς Τρίκκης πρόμαχε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, ̉Αρχιθύτα* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τιμῶντων σε.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
Ὁ χορός: Κύριε, ἐλέησον (δωδεκάκις).
Ὁ Ἱερεύς: Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ …
Ὁ χορός: ̉ Αμήν.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
Ο ̉ ρθοδόξων κατέστης* ἰατρὸς ἀλάνθαστος καὶ ἀνάργυρος,* Κυπριανέ παμμάκαρ* καὶ πάντων ὁδοδείκτης* ἀκλινὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν σὺ φρουρὸς* ἀκοίμητος καὶ ῥύστης.
Τ ῶν τυφλῶν βακτηρία* ὀνομάζουσι πάντες σέ, Θεοδόξαστε,* καὶ τῶν ἀβοηθήτων* βοήθειαν καὶ σκέπην˙* διό ἅπαντες ψάλλομεν˙* Χαῖρε, πιστῶν χαρμονὴ* καὶ δόξα τῶν ̉Αγγέλλων.
Θεοτοκίον.
Α ̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* ὦ Μῆτερ τοῦ ῾Υψίστου.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Σ έ, ̉Αρχιθύτα,* καθικετεύομεν πάντες* τὸν Δεσπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν πατρίδα* ἡμῶν περιφρουρήσῃ.
Α ̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, Πάτερ.
Θεοτοκίον.
Σ ὲ τῶν ῾Ελλήνων* καὶ ̉Ορθοδόξων χορείαι* ἀνυμνοῦσιν ἀπαύστως, Παρθένε,* καὶ πόθῳ αἰτοῦσιν* ἰδεῖν Υἱοῦ σου δόξαν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Η ῾ μᾶς τοὺς ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Δεσπότου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Δ ιάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι,* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Θεοδόξαστε.
Τοὺς ὄγκους θεραπεύεις,* νόσους ἀπελαύνεις* καὶ τοῖς ἱκέταις παρέχεις ἰάσεις, Σοφέ,* διὸ πρὸς σε, ̉Αρχιθύτα* πάντες προστρέχομεν.
Θεοτοκίον.
Θερμῶς σὲ ἱκετεύω,* Μῆτερ τοῦ Δεσπότου,* ἐκ τῶν παθῶν, ἱκέτην, ἀπάλλαξον* καὶ ἐκ χειρῶν τῶν δαιμόνων* σὺ με διάσωσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Δ έχου παρακλήσεις σῶν ἱκετῶν* δέχου ἱκεσίας,* ̉Αρχιθύτα Κυπριανέ,* καὶ τοὺς ἐν τῇ Τρίκκῃ* οἰκοῦντας καθοδήγει* εἰς τὰς νομὰς Κυρίου,* ὦ Θεοδόξαστε.
Δ αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτήρμονος.
Τ ῆς Τρίκκης ἐδείχθης, Κυπριανέ,* φρουρὸς καὶ προστάτης* καὶ ἀνύστακτος ἰατρός˙* διό, ̉Αρχιθύτα,* πιστοὶ ἀκαταπαύστως* προστρέχουσί σοι χάρι* Χριστὸν δοξάζοντες.
Δ εῦτε οἱ τῆς Τρίκκης Χριστιανοί˙* καὶ ἐκ τῆς ῾Ελλάδος* οἱ ποθοῦντες ἰδεῖν Χριστόν˙* δεῦτε τῆ εἰκόνι* τοῦ θείου ῾Ιεράρχου* καὶ τοῦτον μετὰ πόθου* καθικετεύσατε.
Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς: Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος ̉Αθάνατος ἐλέησον ἡμᾶς. (τρίς)
Δ όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ̉Αμήν.
Π αναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπισκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κ ύριε ἐλέησον (τρίς)
Δ όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ̉Αμήν.
Π άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν ἡ βασιλεία …
Ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸ ̉Απολυτίκιον. ῏Ηχος γ’. Θείας πίστεως...
Τ ρίκκης, ἔνδοξε, Τριὰς ῾Αγία* σὲ ἀνέδειξε ὡς Ποιμενάρχην* καὶ κατέστησε αὐτῆς φρουρὸν τε καὶ φύλακα.* Κυπριανὲ ̉Αρχιθύτα μακάριε,* σὺ ̉Ορθοδόξως τὴν ποίμνην ἐποίμανας* καὶ Χριστὸν* πιστοῖς διεκήρυξας,* ὃν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δ έησις ὑπὸ τοῦ ῾Ιερέως˙ μετὰ τὸ πέρας της ὁ ῾Ιερεὺς ποιεῖ τὴν ἀπόλυσιν· μεθ̉ ἣν ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου…
Π άντας τοὺς προστρέχοντας πιστῶς* τῇ σῇ κραταιᾷ προστασία* καὶ ἀντιλήψει, σοφέ,* ῥῦσαι καὶ διάσωζε ἐκ ποικίλων παθῶν* καὶ πενθοῦσι παράσχου σὺ* χαρὰν τοῦ Κυρίου,* ἣν ποθοῦμεν ἅπαντες διακαῶς, θαυμαστέ.* Σῶσον σοῦ ἀχρείους ἱκέτας,* σύ, Κυπριανέ ̉Αρχιθύτα,* ἐκ νόσων καὶ πάσης περιστάσεως.
Ἦχος πλ. δ΄.
Δ έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι̉ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν.
[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου