4 Δεκ 2025

Όσιος Σάββας ο Ηγιασμένος (5 Δεκεμβρίου)

῞Οσιος Σάββας ὁ ἡγιασμένος

(5 Δεκεμβρίου)

    ῾Ο ῞Αγιος Σάββας ὁ ῾Ηγιασμένος γεν­νή­θηκε τὸ 439  στὴν Καππαδοκία. Σὲ ἡλι­κία δεκαοκτὼ ἐτῶν πῆγε στὰ ῾Ιεροσόλυ­μα ὅ­που γνώρισε τὸν ἅγιο Εὐθύμιο ὁ ὁ­ποῖος τὸν ὁδήγσε στὸ κοινόβιο τοῦ Θεό­κτιστου. Τὸ 473, μετὰ τὴν κοίμηση τοῦ ὁσί­ου Εὐθυ­μίου, ἀποσύρθηκε στὴν ἔρη­μο. ̉Αργότερα ὑπο­χρεώθηκε νὰ γίνει κλη­ρικός καὶ ἡγού­μενος πολλῶν κοινοβίων. ῞Ιδρυσε διάφο­ρα κοινό­βια μὲ πιὸ γνω­στὸ τὸ κοινόβιο τῆς Μεγά­λης Λαύρας τὸ 483. ῾Ο ἅγιος Σάβ­βας ὑπο­στήριξε ἐνεργὰ τὶς ἀποφάσεις τῆς Δ’ Οἰ­κουμενικῆς Συνόδου κατὰ τῶν Μονοφυσι­τῶν.  Μάλιστα πῆγε δύο φορὲς στὴν Κωνσταντινούπολη γιὰ νὰ ὑποστηρίξει ἐκκλησιαστι­κὰ ζητήματα.

   ῾Ο ἅγιος Σάββας κοιμήθηκε στὶς 5 Δεκεμβρίου του 532. Τὸ 584 μ.Χ., τὸ λείψανο τοῦ ἁγίου Σάββα βρέθηκε ἀδιά­φθορο ὅταν ἀνοίχθηκε ὁ τάφος του γιὰ νὰ ἐνταφιαστεῖ ὁ ἡγούμενος Κασσιανός.  ̉Αρχικά διαφυλάχθηκε στὴ Μονὴ του καὶ στὴ συνέχεια μεταφέρθηκε στὴν Βασιλεύουσα. Τὸ 1257 μ.Χ. οἱ Βενετοὶ τὸ μετέφεραν στὴ Βενετία. Τὸ 1965 μ.Χ. τὸ ἱερὸ λεί­ψανο ἐπέστρεψε στὴ Μονὴ του ὅπου καὶ φυλάσ­σεται ἀδιά­φθορο. Μικρὰ τεμάχια ἱερῶν λειψάνων τοῦ ὁσί­ου φυλάσσονται σὲ διάφορες μονὲς τῆς πατρίδας μας.

   Τὴ νύχτα τοῦ Σαββάτου 30 Σεπτεμβρίου / 13  ̉Οκτωβρίου 2018 τὸ ἅγιον λείψανο τοῦ ὁσίου Σάββα τοῦ ἡγιασμένου  τοποθετήθηκε  σὲ νέα λάρνακα 

Παρακλητικὸς Κανὼν

 εἰς τὸν

῞Οσιον Σάββαν τὸν ἡγιασμένον

τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής: 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τ

ὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύ­ξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προ­στρέχο­ντας,* Σάββα ἡγιασμένε,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυ­μαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχο­μεν. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

̉ Απολυτίκιον  Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.

T

ῶν ὁσίων ἀκρότης* καὶ ἀγγέλοις ἐφάμιλλος* ὡς γὰρ ἡγιασμένος ἐδείχθης* ἐκ παιδός, Σάββα ὅσι­ε.* Οὐράνιον γὰρ βίον ἀπελθῶν,* πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς* διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς,* τοὺς πίστει ἐκβοῶντας σοι.* Δόξα τῷ δεδοκότι σοι ἰ­σχύν,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ ἐνεργοῦ­ντι διὰ σοῦ* πᾶσιν ἰάματα.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτόκιον.

Ο

ὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς  γὰρ  δού­λους  σώζεις αε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Π

ροσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, ἀθλοφό­ρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ,* Σάββα, πιστῶν σὺ φρουρὸς ὁ ἀκοί­μητος. 

Τ

ὰς χείρας μου αἴρω ἱκετικῶς* καὶ γόνατα κλί­νω,* μάκαρ Σάββα θαυματουργέ,* καὶ τὴν σὴν βοήθει­αν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως 

Τ

οὺς ὄγκους ὁ Πλάστης, θαυματουργέ,* ἰάται λι­ταῖς σου* καὶ ὑγείαν δίδει ταχύ˙* διὸ οἱ νοσοῦ­ντες, ἀθλοφόρε,* σοὶ καταφεύγουσι, Σάββα μακάριε.  

Θεοτοκίον.

Π

ανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ κα­τά­φεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν Σὴν βοή­θει­αν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

Ι῾ κετεύω ὁ τάλας τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀ­θυμίας τὴν ζάλην* τάχος ἐκδίωξον* σὺ γὰρ, μα­καριε,* τὸν Λυτρωτὴν τῶν ἀνθρώπων* ἀπὸ  βρέφος  ἠγάπησας,* Σάββα πανύμνητε.

Σ

ὺ παρέχεις ἰάσεις, Σάββα ἱερώτατε,* ἡμῖν τοῖς πι­στῶς δεομένοις* καὶ ἀνακράζουσι˙* σπεῦσον καὶ σῶσον πιστοὺς* ἐκ τῶν δεινῶν νοσημάτων* καὶ ἐξ ὄγκων, ῞Αγιε,* πάντας ἀπάλλαξον.

Σ

οῦ δεόμεθα, Σάββα, τὸν Πλαστουργὸν Κύριον* καὶ τὸν Ποιητὴν τῶν ἁπάντων* σὺ ἐξευμένισον,* ἵνα ῥυσθῶμεν ἡμεῖς* ἐκ τῶν ποικίλων παγίδων* τοῦ δολίου δράκοντος,* πανοσιότατε. 

Θεοτοκίον.

Ρ

῾αθημίας κατέστην ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι* σπεῦ­σον ταχύ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην* καὶ Υἱ­ὸν σου, Δέ­σποινα,* σὺ ἐξευμένισον.

Δ

ιάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Σάβ­βα,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέγαν τῶν ̉ Ορθοδόξων προστάτην. 

Ε

̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι* τῆς ψυχῆς μου τὸ ἄλγος. 

Εἶτα ὁ ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεὸς…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος… 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμή.

Σ

 ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ κόσμου καταφύγιον,* ἐκτε­νῶς βο­ῶμεν σοί,* μάκαρ Σάββα πάντιμε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πό­θῳ καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…

Τ

ὰς ἰώσεις θεράπευσον* καὶ τοὺς ποικίλους ὄγκους τάχος ἴασον,* σοῦ δεόμεθα, πανένδοξε,* καὶ ὑγεί­αν δίδου τοῖς ἱκέταις σου. 

Σ

ὲ προστάτην καὶ πρόμαχον* τῶν ἐν κινδύνοις ὄ­ντων, θεόφιλε,*  ὀνομάζομεν ἱκέταις σου˙* διὸ εἰς σέ, Σάββα, καταφεύγομεν.   

Τ

ὴν χαρὰν τὴν οὐράνιον* μὴ στερήσῃς, μάκαρ, ἀ­πὸ τῶν δούλων σου* καὶ τὰ νέφη τὰ σκοτίζοντα* τὰς ψυχὰς μας ταχέως διάλυσον.

Θεοτοκίον.

Ω῏, Παρθένε θεόνυμφε,* τὸν Υἱὸν Σου σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν Σέ,  Θεοκοινώνητε

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...

Δ

ίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι    γίνου   θεραπευτής,* Πατἐρων   κλέος*  καὶ τῶν πιστῶν ἀληθές, Σάββα, καταφύγιον. 

Κ

ύριον θερμῶς* καθικέτευε, πανέφημε,* ὅπως πα­ράσχῃ ἡμῖν ὑπομονήν,* ὡς καὶ εἰρήνην τοῖς οἶ­κοις ἡμῶν, πανάριστε. 

Δ

έχου προσευχὰς* ἱκετῶν σου, Θεοδόξαστε,* καὶ αὐτὰς σὺ προσάγαγε τῷ Θεῷ,* ἵνα δοξάζω ἀ­παύστώς σε, Θαυματόβρυτε.

Θεοτοκίον.

Ν

όσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ...

Τ

οὺς ὄγκους καὶ τὰς ἰώσεις, ἔνδοξε,* ὡς καὶ ὑγιείαν παρέχει νοσοῦσι* καὶ τῆς ψυχῆς τὰς πληγὰς ἐ­πουλώνει* ταῖς ἱκεσίαις σου, Σάββα, ὁ Κύριος˙* διὸ πρὸς σέ, θαυματουργέ,* οἱ ̉Ορθόδοξοι πίστει προ­σφεύγουσι.

Δ

εήσεις καὶ παρακλήσεις σὺ δέχου,* θεόφιλε Σάβ­βα ἡγιασμένε,* καὶ τῷ Δεσπότῃ προσάγαγε ταύ­τας,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ δίδου ἡμῖν ταχυνῶς* ὑγιείαν καὶ ῥώμην. τρισένδοξε.  

Θ

ανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* τὸν ἀνάξιον ἱ­κέτην σου, Σάββα,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος διάσωσον,* ὦ κλέος τῶν Χριστιανῶν* ἐκ παθῶν καὶ κινδύνων με λύτρωσον.

Θεοτοκίον.

Π

ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν, Θεομή­τωρ,* τοὺς ἀλλοδόξους ὁδήγησον δέομαι,* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Σάβ­βα,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.

Α

χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως: ̉Ελέησον ἡμᾶς…῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις) καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σ

ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος,*μὴ παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι.* Τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης, σθενα­ρός,* Σάββα, πάντων τῶν τιμῶντων σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Ο

ἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. (δίς) 

Στίχος: Καυχήσονται  ῞Οσιοι ἐν  δόξῃ καὶ  ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 

Ο

ἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ. στʹ 17-23) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐ­τοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀ­χλού­μενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύο­ντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύ­ναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐ­τὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθη­τὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐ­στὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελά­σετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄν­θρω­ποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι  τὸ ὄνομα  ὑμῶν ὡς  πονηρὸν ἕνεκα  τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός. Δὀξα σοι, Κύριε, δόξα σοι. 

Δόξα Πατρὶ καὶ Υἱῷ… 

Τ

αῖς τοῦ Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων. 

Καὶ νῦν καὶ ἀεὶ…

Τ

αῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μ

ὴ ἐγκαταλίπῃς με* σὺ τοῦ Χριστοῦ στρατιώτα,* Σάββα πανσεβάσμιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱ­κέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρχε­κάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτη­μαι,* οὐ­δὲ κα­ταφύγιον, ῞Αγιε,* πάντοθεν πολεμούμε­νος* καὶ παρα­μυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος τῶν ῾Οσίων* καὶ δόξα ̉̉Ορ­θοδόξων, θαυμαστέ,* μὴ μου πα­ρίδῃς τὴν  δέησιν,* τὸ συμφέρον ποίησον.  

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος σου, Σάββα θεομακάριστε,* παράσχου ὑγιείαν,* τα­πείνωσιν καὶ πίστιν,* ἵνα πάντες δοξάζωμεν,* τὸν  ̉Α­ναστάντα Χριστόν,* εἰς πάντας τοὺς αἰῶνας 

Τ

ὴν ἀνωθεν εἰρήνην* οἴκοις ἱκετῶν σου* παρά­σχου, μακάριε,* καὶ πᾶσι σὺ δίδου* πίστιν καὶ ἐλ­πίδα* ἵνα πόθῳ κραυγάζομεν˙* χαῖρε, πιστῶν χαρμο­νή,* Σάββα ἡγιασμένε.

Τ

ῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θε­οδόξαστε,* καὶ πάντων τῶν πλεόντων* καὶ τῶν ὁδοιποροῦντων* ἀρωγὸς  διὸ  κράζωμεν˙* χαῖρε,  προστάτα ἡμῶν,* καί πάντων ὁδοδείκτα. 

Θεοτοκίον.

Μ

ητροπάρθενε Κόρη* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξο­λογοῦντων* καὶ ἁπαύστως βοώντων σοι˙* Χαῖρε, ὦ Μῆτερ Θεοῦ,* πιστῶν ἡ βακτηρία.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τ

ὸν Βασιλέα καὶ ποιητὴν τῶν ἁπάντων* καθικέ­τευε, Σάββα φωσφόρε,* ὅπως λυτρωθῶμεν* που­ρὸς τοῦ αἰωνίου.

Σ

ὲ τὸν προστάτην καὶ ἰατρόν τῶν νοσοῦντων* ἱ­κετεύομεν  πάντες  ἁπαύστως,*  δίδου   ὑγιείαν* Σάββα, πνευματοφόρε.

Τ

ὴν ἀνεργίαν καὶ τὴν πενίαν, τρισμάκαρ,* σοῦ πρεσβείες ὁ Πλάστης, διώκει* καὶ εἰς  τοὺς  πο­θοῦ­ντας* παρέχει ἐργασίαν. 

Θεοτοκίον.

Σ

ὲ Θεοτόκε, τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἱκετεύ­ουσι πίστει βοῶντες* φύλαττε ἐκ πλάνης ἡ­μᾶς τοὺς ἀ­ναξίους.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον

Π

ρὸς σέ, Σάββα, προσπίπτω* καὶ σοι καταφεύγω* τοὺς ἀσθενοῦντας θεράπευσον δέομαι* καὶ τὴν νεότητα, μάκαρ,* σὺ καθοδήγησον. 

Τ

ὴν χώραν τῶν ῾Ελλήνων* μὴ ἐγκαταλείπεις* ἀλ­λὰ προστάτευσον, Σάββα, δεόμεθα* καὶ τὴν εἰρή­νην τοῖς οἴκοις* λιταῖς σου δώρησαι.

Τ

οὺς ῾Ιεραποστόλους* φύλαττε, θεόφρον,* ἐκ τῶν ποικίλων κινδύνων καὶ θλίψεων* καὶ τοὺς ἀγώ­νας τους, μάκαρ* Σάββα, εὐλόγησον.

Θεοτοκίον.

Π

ανάχραντε Παρθένε,* Μῆτερ τοῦ ῾Υψίστου* τοὺς ̉Ορθοδόξους διάσωσον  δέομαι* ἐκ  τοῦ  πυρὸς τὴν μανίαν* καὶ τῆς κολάσεως. 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

 Α ῎ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦ­σαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. 

Σ

άββα, θεοδόξαστε ἀσκητὰ* δόξα τῆς Μονῆς σου* καὶ ἀσύλητος θησαυρός,* τῶν δὲ ἐνασκουμέ­νων* ἁπανταχοῦ τῇ κτίσῃ* τὸ πρότυπον καὶ κλέος* καὶ κα­ταφύγιον.   

Χ

αίροις, μοναζόντων ὑπογραμμὸς* καὶ τῶν ἀσθε­νοῦντων ἀνάργυρος ἰατρός.* Χαίροις, τῶν πε­νήτων προστάτης καὶ τροφέας* καὶ τῶν πιστῶν τὸ κλέος, Σάββα τρισένδοξε. 

 

῎Ε

λαβες τὴν χάριν παρὰ Θεοῦ* παντοειδεῖς ὄ­γκους* θεραπεύειν ὁλοτελῶς,* διὸ οἱ νοσοῦ­ντες  προστρέχουσι  σοι, Σάββα,* καὶ  πόθῳ  ἐξαιτοῦσι  τὴν προστασίαν σου.  

Ο

̉̉ ρφανῶν προστάτης τε καὶ φρουρός,* πεινῶντων τροφέας καὶ νοσοῦντων ὁ ἰατρὸς* καὶ τῶν Ὀρ­θοδόξων σύ, Σάββα, ὁδοδείκτης* καὶ καύχημα ἐδεί­χθης* καὶ καταφύγιον.

Τ

ὴν ῾Ελλάδα σκέπε, θαυματουργέ,* Σάββα μυρο­βόλε, σοῦ δεόμεθα ταπεινῶς* καὶ ἐκ τῶν κυκλοῦ­ντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον  λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον. 

Ν

εότητος φύλακα καὶ φρουρὸν* καὶ τῶν ἐν ἀνά­γκαις ἀντιλήπτορα καὶ τροφόν˙* καὶ τῶν ἐν ἐν­δείᾳ σὲ κραταιὸν προστάτην,* Σάββα πνευματοφόρε, Χριστὸς ἀνέδειξε.

Τ

έκνα ̉Ορθοδόξων Χριστιανῶν* φύλαττε λιταῖς σου,* Σάββα, κλέος σὺ τῶν πιστῶν,* ἐκ τῆς ἀπι­στίας* καὶ μεγαλομανίας* καὶ πλάνης διαβόλου* πά­ντες δεόμεθα. 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς. 

Α

῞ γιος ὁ Θεός,...(τρίς) Δόξα Πατρὶ… Καὶ νῦν… Πα­ναγία τριάς… Κύριε ἐλέησον (τρίς) Δόξα Πα­τρὶ…  Καὶ νῦν…

Π

άτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθή­τω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἅ­φες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀ­φειλέταις ἡμῶν˙ καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς  πειρα­σμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πο­νηροῦ.

῾Ο ῾Ιερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία …

Εἶτα τὸ  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου.

T

ῶν ὁσίων ἀκρότης* καὶ ἀγγέλοις ἐφάμιλλος,* ὡς γὰρ ἡγιασμένος ἐδείχθης* ἐκ παιδός, Σάββα ὅσι­ε.* Οὐράνιον γὰρ βίον ἀπελθῶν,* πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς* διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς,* τοὺς πίστει ἐκβοῶντας σοι.* Δόξα τῷ δεδοκότι σοι ἰ­σχύν,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ ἐνεργοῦ­ντι διὰ σοῦ* πᾶσιν ἰάματα.

῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς ὁ Θεός … καὶ μνημονεύει τὰ   ὀνόματα, ὑπὲρ  ὧν  τελεῖται ἡ  Παράκλησις καὶ ποιεῖ μκρὰν ἀπόλυσιν. Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε … ῾Ο Χορός. Δόξα Πατρὶ καὶ Υἱῷ… Καὶ νῦν καὶ ἀεὶ… Κύ­ριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν: 

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Π

ᾶσι τοῖς προστρέχουσι πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* Σάββα, πιστῶν χαρμονή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ,  ̉Εκκλησίας τὸ κλέ­ος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν  ̉Ορ­θοδόξων καταφύγιον.

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος βʹ.

Τ

 ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.  ̉Αμήν.



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν… .   

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com