3 Δεκ 2025

Άγιος Σεραφεὶμ Αρχιεπίσκοπος Φαναρίου &ʹ Νεοχωρίου (4 Δεκεμβρίου)

῞Αγιος Σεραφεὶμ

̉Αρχιεπίσκοπος Φαναρίου &ʹ Νεοχωρίου

(4 Δεκεμβρίου)

   ῾Ο ῞Αγιος Σεραφεὶμ γεννήθηκε στὴν Πεζούλα πε­ρὶ τὰ μέσα τοῦ 16ου αἰ. ἀπὸ γονεῖς εὐσεβεῖς καὶ ἐνάρετους, τὸν Σωφρόνιο καὶ τὴ Μαρία. Ἀπὸ μικρὸ παιδὶ διακρί­νονταν γιὰ τὸν καλό του χαρακτή­ρα, τὴν ἀγάπη του πρὸς τὴν Ἐκκλη­σία, τὶς φιλομοναχικές του τάσεις, γι’ αὐτὸ καὶ πῆγε νὰ μονάσει στὴν Ἱ. Μ. Κορώ­νας. Νωρὶς ἔγινε ἡγού­μενος τῆς Μονῆς καὶ ἀργότερα ἀρ­χιεπίσκοπος Φαναρί­ου καὶ Νεοχωρίου, γεγονὸς ποὺ τοῦ ἔ­δωσε τὴ δυνατότητα νὰ προσφέρει πολλὲς ὑπη­ρεσίες στὴν Ἐκκλησία καὶ τὸ δοῦλο γένος.  ῾Η δράση του προκάλεσε τὸ μίσος τῶν ἀγάδων τῆς περιοχῆς, οἱ ὁποῖοι μὲ τὴν εὐ­καιρία τοῦ ἐπαναστατι­κοῦ κινήματος, ποὺ ἔκανε τὸ 1601 ὁ Μη­τροπολίτης Λαρίσης Διονύσιος ὁ Φιλόσοφος ἢ Σκυλόσο­φος τὸν κατηγόρησαν ὡς συνεργὸ του. Τοῦ ζήτησαν νὰ ἀλλαξοπιστήσει γιὰ νὰ ἀπαλλαγεῖ ἀπὸ τὴν κατηγορία ποὺ τὸν βάρυνε Αὐτὸς ἀρνήθηκε καὶ κατά­δικάστηκε σὲ θάνατο δι̉ ἀποκεφαλι­σμοῦ, ἀφοῦ προη­γουμένως ὑπέστη φοβερὰ μαρτύρια μέχρι ποὺ τὸν ἔγδαραν ζωντανὸ. Ἔτσι στὶς 4 Δεκεμβρίου 1601 ὁ Ἅγιος ἀποκεφαλίστηκε καὶ παρέ­δωσε τὴν ἁγία του ψυχὴ στὸν ἀθλοθέτη Χριστὸ.

   Ἡ Ἐκκλη­σία τὸν κατέταξε στὴ χορεία τῶν ἁγίων καὶ ἡ μνήμη του τιμᾶται στὶς 4 Δεκεμβρίου, ἡ δὲ ἁγία κάρα του φυλάσσεται στὴν Ἱερὰ Μονὴ Κορώνας ὡς πολύτιμος θη­σαυρὸς.

Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Σεραφεὶμ

̉Αρχιεπίσκοπον Φαναρίου &ʹ Νεοχωρίου

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Μ ονῆς Κορώνης τὸν φρουρὸν καὶ προστάτην* καὶ τῶν πιστῶν ἰατρὸν καὶ τροφέα* καθικετεύ­σομεν πάντες ἐκ μέσης ψυχῆς,* Σεραφεὶμ ἀξιάγαστε  ̉Αρχι­θύτα Κυρίου,* πρόφθασον καὶ λύτρωσον* τοὺς δει­νῶς θλι­βομένους* καὶ ὑγιείαν δώρησε πιστοῖς* σὲ γὰρ προ­στάτην καὶ φύλακα ἔχομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ… Ἀπολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.

Τ ῆς Μπεζούλας τὸν γόνον,* Φαναρίου τὸν φύλα­κα* καὶ Μονῆς Κορώνης θερμὸν ἀντιλήπτορα,* Σερα­φείμ, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλη­τήν˙* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλα­βῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χρι­στῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείττονα.

Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.

Ο ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς  δὲ   διεφύλαξεν  ἔως  νῦν   ἐλευθέ­ρους;* Οὐκ  ἀποστῶμεν,  Δέσποινα,  ἐκ   σοῦ˙*  σοὺς  γὰρ    δούλους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τ ὰς χείρας μου αἴρω ἱετικῶς* πρὸς σε ̉Αρχιθύτα* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ᾓν τάχος παράσχου σῷ ἱκέ­τῃ,* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με.

Ι  ̉ ώσεις ποικίλας, θαυματουργέ,* ταχὺ θεραπεύ­εις* διὸ σπεύδω γονυκλινῶς* πρὸ τῆς ἁγίας σου εἰκό­νος* καὶ ἐκζητῶ σὴν βοήθειαν, Πάντιμε.

Τ ὸν νοῦν μου ἐσκότησεν ὁ ἐχθρός,* Χριστοῦ  ̉Αρχι­θύτα,* διὸ τρέμω καὶ δειλιῶ* καὶ σοι προσφεύ­γω ὡς ἱκέτης* ἐκζητῶν, Σεραφείμ, τὴν προστασίαν σου.

Θεοτοκίον.

Η῾ μέραν καὶ νύκτα, ὦ Θαυμαστή,* Δεσπότου τὸ σκεῦος,* ἱκετεύομεν ταπεινῶς* δυσώπει Υἱὸν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψε­ων.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

Σ υνειδήσεως, Μάρτυς, τὰς τύψεις διάλυσον* καὶ τῆς μετανοίας τὰ δῶρα* τάχος παράσχου μοι,* Σε­ραφεὶμ θαυμαστέ,* Μονῆς Κορώνης προστά­της* καὶ πι­στῶν τὸ στήριγμα* καί καταφύγιον.

Τ ῆς ῾Ελλάδος ἐδείχθης φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν ἀσθενῶν ὁ θεράπων* καὶ καταφύγιον˙* διὸ πρὸς σέ, Σεραφείμ,* τῶν  ̉Ορθοδόξων τὰ πλήθη* σοι προσφεύγουσι πίστει* καὶ σὲ δοξάζουσι. 

Ε ̉ ργασίαν εὑρίσκεις, θαυματουργὲ ῞Αγιε,* τοῖς σοι προσφεύγουσι πίστει* καὶ ἀνακράζουσι* βοή­θει τάχος ἡμᾶς* σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀ­νεργίαν* παῦσον δεόμεθα.

Θεοτοκίον.

Τ οῦ πυρὸς τὴν μανίαν, καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις, Παντά­νασ­­σα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι πό­θῳ* καὶ αἰτοῦσι ἅπαντες* τὴν προστασία Σου.    

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου  ̉Αρχιθύτα,* ὅ­τι πάντες μετὰ Θεόν* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα ὁ ῾Ιερεύς. ̉Ελέησον ἡμᾶς ὁ Θεὸς …

῾Ο Χορός. Κύριε, ἐλέησον (δωδεκάκις).

῾Ο ῾Ιερεύς. ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος … καὶ τὸ

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σ ὺ πρέσβυς θερμὸς* καὶ φρουρὸς ὁ ἀκοίμητος,* ἐλέ­ους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶ­μέν σοι*,  ̉Αρχιθύτα Σεραφείμ, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πίστει σοι, μάρτυς, καταφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε...

Ι ̉ ατρὸς ὁ ἀλάνθαστος* ἀνεδείχθης, πάντιμε καὶ ἀ­νάργυρος˙* διὸ σοι πάντες προσέρχονται,* Σερα­φείμ, Μονῆς Κορώνης κλέϊσμα.

Ο ̉ ρθοδόξους διάσωσον* ἐκ τῆς ἀνεργίας πάντες δε­όμεθα* καὶ προφύλαξον ἱκέτας σου* ἐκ ποι­κίλων νόσων τε καὶ θλίψεων.

Τ ῆς ζωῆς μου τὸ πέλαγος* καλῶς διαβῆναι Σὺ κα­ταξίωσον,* ̉Αρχιθύτα, καὶ διάλυσον* τῆς ψυ­χῆς τὰ πάθη, Θεοπρόβλητε.

Θεοτοκίον.

Τ ὸν Υἱὸν σου ἱκέτευε,* Θεοτόκε ῎Αχραντε, σοῦ δεό­μεθα* θεραπεύσαι τὰς ψυχὰς ἡμῶν* ἐκ ῥο­πῶν ποι­κίλων καὶ στενώσεων.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...

Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,*  ̉Αρχιθύτα Σεραφείμ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Ι῎ ασον ταχὺ* ἐκ τῶν νόσων τὸν ἱκέτην σου* καὶ τὴν  καρδίαν μου ἔμπλησον χαρᾶς* τῆς οὐρανί­ου,* Σε­ραφείμ,  πιστῶν τὸ καύχημα.

Υ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Θεοτοκίον.

Ν όσων ἰατρὸς* ἀνεδείχθης, Παμμακάριστε,* διὸ πρὸς  σὲ καταφεύγομεν  θερμῶς* καὶ  ἐξαι­τοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Θ ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν πα­ράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέ­της* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσόν με Σεραφείμ,* διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.

Τ ὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, Σε­ραφεὶμ φωσφόρε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον,* δε­όμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, πάντι­με.

Ε ̉  κ βλάβης τῶν φρενῶν σὺ προστάτευσον,* Σερα­φεὶμ ῾Οσιομάρτυς, ἱκέτας* καὶ ἐκ ποικίλων παγί­δων ἁπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον,* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι καὶ δόλιοι, εὔσημε.

Θεοτοκίον.

Π αράσχου τὴν σὴν βοήθειαν, Μῆτερ,* ἀφειδῶς ἐ­μοὶ τῷ ἀθλίῳ ἱκέτῃ* καὶ Σὸν Υἱόν, Πανάχραντε κόρη,* τῇ μεσιτείᾳ σου τάχως ἱλέωσαι,* ἵνα μὴ βληθῶ εἰς τὸ πῦρ* ὁ ἀχρεῖος ἱκέτης σου, Δέσποινα.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου ̉Αρχιθύτα,* ὅτι πάντες μετὰ Θεὸν* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως: ̉Ελέησον ἡμᾶς … καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία.

Σ ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δε­ομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* Σεραφεὶμ θαυματουργέ, ἰσχυ­ρὸν* τῶν  ̉Ορθοδό­ξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. (δίς)

Στίχος: Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐ­πὶ τῶν κοιτῶν αὐτῶν.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ…

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉  Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ. ιʹ 1 καὶ 5-8) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τ ῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐ­ξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐ­τὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακί­αν. Τού­τους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐ­τοῖς λέ­γων˙ Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πό­λιν Σα­μαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμε­νοι δὲ κηρύσσετε, λέγοντες˙ ῞Οτι ἤγγικεν ἡ βα­σιλεία τῶν οὐρανῶν. ̉Ασθενοῦντας θεραπεύετε, λε­προὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλ­λετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ αῖς τοῦ  ̉Αρχιθύτου πρεσβείαις, Ἐλεῆμον,* ἑξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.  

Καὶ νῦν…

Τ αῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔ­λε­ός σου…

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μ ὴ ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω, Πανάριστε,* πά­ντοθεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον,  ̉Αρχιθύτα* καὶ γίνου σὺ προ­στάτης καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τι­μῶντων σε.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός, τὸν λαὸν σου … 

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις) 

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Ο ̉ ρθοδόξων κατέστης* ἰατρὸς ἀλάνθαστος καὶ ἀ­νάργυρος,* Σεραφεὶμ ἀθλοφόρε,* καὶ πάντων ὁ­δοδείκτης* ἀκριβὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν βοηθὸς* ἀκοίμητος καὶ ῥύστης.

Λ ειτουργοὺς τοῦ ῾Υψίστου,* Σεραφεὶμ  ̉Αρχιθύτα, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν  καὶ ῥώσιν,* ἵνα πόθῳ δοξάζωμεν·* τὸν Βασιλέα Χρι­στῷ* εἰς πάντας τοὺς αἰῶνας.

Ν ικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θε­οδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεό­μεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Σερα­φεὶμ Θαυ­μαστέ,* πιστῶν ἡ βακτηρία. 

Θεοτοκίον.

Α̉  τεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακά­ριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγα­τέρας* ἱ­κετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡ­μῖν,* ὦ Μῆ­τερ τοῦ ῾Υψίστου.

ᾨδὴ ηʹ. Τὸν Βασιλέα...

Τ ὸν Βασιλέα* σύ, Σεραφεὶμ  ̉Αρχιθύτα,* καθικέ­τευε πίστει αἰτοῦμεν,* ὅπως καταπέμψῃ* ἡμῖν τὴν Θεί­αν Χάριν.

Τ οὺς ἀσθενοῦντας* ταῖς σαῖς λιταῖς ἰατρεύει* καὶ σαρκὸς τὰς ὁδύνας, ὁ Πλάστης,* διὸ σοι προσφεύ­γω,* ῾Οσίαθλε, ὁ τάλας. 

Τ ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Σεραφεὶμ Νεομάρτυς,* καὶ πιστοῖς  παρέ­χει* ὑγείαν καὶ εἰρήνην.

Θεοτοκίον.

Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκ­δι­ώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλ­πίδα ἐμφυτεύεις.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Τ ὴν χώραν τῶν ῾Ελλήνων* μὴ ἐγκαταλείπεις* ἀλ­λὰ προστάτευσον, μάρτυς, δεόμεθα* καὶ τὴν εἰ­ρή­νην τοῖς οἴκοις* λιταῖς σου δώρησαι.

Δ ιάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χειρῶν ἀρχεκάκου* ταῦτα ἐξάρπασον* ἵνα ὑ­μνοῦ­μεν ἁπαύστως* σέ, Θεοδόξαστε.

Τ οὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, σεμνέ Σεραφείμ,* καὶ  ̉Ορθο­δόξους ἀπαύστως* σκέπε δεόμεθα.

Θεοτοκίον.

Α ̉ ξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατακρί­τως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτό­κον σὲ μεγαλύνομεν.

Κ έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώ­σιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰ­δεῖν ἀξίωσον.

Π άντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλεί­πεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγά­πην,*  ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.

Δ αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώ­νων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δο­χεῖον* Πνεύματος ῾Αγίου* καί, ῾Οσιομάρτυς,* τοῦ Πανοικτήρμονος.

Χ αίροις, τῆς Κορώνης ὁ θησαυρὸς* καὶ τῆς Θεσσα­λίας* ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, τῶν νο­σούντων ἀνάργυρος θεράπων* καὶ τῶν πιστῶν τὸ κλέος* καὶ καταφύγιον.  

Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν,…῾Ο ῾Ιερεύς. ῞Οτι σοῦ ἐστὶν … καὶ τὸ

̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου...

Τ ῆς Μπεζούλας τὸν γόνον,* Φαναρίου τὸν φύλα­κα* καὶ Μονῆς Κορώνης θερμὸν ἀντιλήπτορα,* Σερα­φείμ, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλη­τήν˙* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλα­βῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χρι­στῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείττονα.

῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς…, μνημονεύει τὰ ὀνό­ματα καὶ ποιεῖ τὴν Ἀπόλυνσι, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...

Π άντας τούς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* θαυματουργὲ Σεραφείμ,* δί­δου τά­χος μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτι­σμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ,  ̉Εκκλησίας τὸ κλέ­ος,* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν  ̉Ορ­θοδό­ξων καταφύγιον.

῏Ηχος πλ. δʹ.

Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ι­η­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com