῞Οσιος Διονύσιος ὁ
̉Ελεήμων Επίσκοπος Τρίκκης
(῾Η μνήμη του ἑορτάζεται τὴν 12ην Νοεμβρίου)
|
Ο |
῞Οσιος Διονύσιος ὁ Ἐλεήμων ἦταν Μητροπολίτης Λαρίσης, μὲ ἕδρα τὰ Τρίκαλα. ῾Η ἀρχιερατεῖα του, στὴν Μητρόπολιν Λαρίσης (μὲ ἕδρα τὰ Τρίκαλα) πρέπει νὰ τοποθετηθεῖ μετὰ τὸ 1489 – 1490 καὶ πρὶν τὸ 1499 καὶ θὰ ἦταν μικρῆς διάρκειας.
῾Ως μητροπολίτης
Λαρίσης ὁ Διονύσιος κατήργησε τὸ πρωτάτο ἀπὸ τὴν ἐξασθενημένη σκήτη
τῆς Δούπιανης καὶ ἔδωσε τὸν τίτλο τοῦ ἡγουμένου στὸν
προεστῶτα τοῦ Μεγ. Μετεώρου. Ἔκτοτε πρωτεύοντα ρόλο στὴν μετεωρίτικη
πολιτεία εἶχε ἡ σκήτη τοῦ Μετεώρου. Τὸ ἔτος 1499 ὁ ῞Αγιος Διονύσιος παραιτήθηκε καὶ ἀποσύρθηκε στὴν ῾Ι. Μονή ῾Αγ. Νικολάου ̉Αναπαυσᾶ.
῾Ο ῞Αγιος εἰκονίζεται σὲ
τοιχογραφία τοῦ 1627 στὸ ἀριστερὸ κλίτος τοῦ ναοῦ τῶν ῾Αγίων ̉Αναργύρων Τρικάλων. Ἡ ἐπιγραφὴ τῆς
τοιχογραφίας (῞Αγιος Διονύσιος ὁ Ἐλεήμων ῾Αρχιεπίσκοπος [λαρίσις]), μαρτυρεῖ ὅτι
ὁ ῞Αγιος καταξιώθηκε στὴ συνείδηση τοῦ πιστοῦ ποιμνίου του καὶ συγκαταριθμήθηκε
στὴν τιμητικὴ χορεία τῶν τοπικῶν ῾Αγίων τῆς περιοχῆς. ῾Η ἐπωνυμία Ἐλεήμων ποὺ
τοῦ ἀποδόθηκε, ἀποδεικνύει τὴν πλούσια προσφορά του στὸν Ἐκκλησιαστικὸ ὅσο καὶ
στὸν κοινωνικὸ τομέα.
῾Ο
῞Οσιος Διονύσιος κοιμήθηκε τὴν
Μεγ. Πέμπτη τοῦ ἔτους 1510.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Διονύσιον τὸν ἐλεήμονα
̉ Επίσκοπον Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος
τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
Τ ῷ ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς˙* ῞Αγιε, βοήθησον καὶ διάσωσον πάντας˙* ἐκ παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέ-ψῃς ἱκέτας κενούς˙* σὲ γὰρ μεσίτην,* Διονύσιε, ἔχομεν.
Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος γ’.Θείας
πίστεως…
Τ ρίκκης Πρόεδρος καὶ τῆς Λαρίσης,* καὶ ἀκοίμητος* φρουρὸς ἐδείχθης,* ̉Αρχιθύτα ἐλεήμων Διονύσιε˙* ̉Αναπαυσᾶ τὴν Μονὴν σὺ ἀ-νήγειρας* καὶ ἐν αὐτῇ θεαρέστως ἐβίωσας,* Θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε* δωρή-σασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
Ο ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ
Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος
πλ. δ'. Ὑγρὰν διοδεύσας[1]…
Δ ιονύσιε, κλέος χριστιανῶν* πρὸς σὲ καταφεύγω ὁ ἀνάξιος ταπεινῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ἥν, ̉Αρχιθύτα Τρικκαίων,* παράσχου μοι.
Τ ὸν πλοῦτον ὃν δέδωκέ μοι Θεὸς* ἀφρόνως ὁ τάλας ἐδαπάνησα, θαυμαστέ,* διὸ σοί, Διονύσιε, σπεύδω* καὶ ἐξαιτῶ ταῖς λιταῖς σου,* πανάριστε.
Κ αρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σωτήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν.
Θεοτοκίον.
Υ ῾ ψώνω τὰς χείρας ἱκετικῶς* πρὸς σέ, Θεοτόκε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* ἵνα ῥυσθῶ τῆς κολάσεως, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Τ οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, ̉Αρχιθύτα, καὶ οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμέν σε* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
Ο ̉ ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσούντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος,* ὧ Διονύσιε.
Ε ̉ κ
τροχαίου, Παμμάκαρ,* σὺ
διαφύλαξον* πάντας
τοὺς προστρέχοντας πόθῳ* πρὸ
τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας
θερμῶς* τὴν
σὴν βοήθειαν, Πάτερ,* καὶ Χριστὸν δοξάζοντες,* ὦ Διονύσιε.
Θεοτοκίον.
Σ υνειδήσεως, Κόρη,* τὰς τύψεις διάλυσον* καὶ τῆς μετανοίας τὰ δῶρα* τάχος παράσχου μοι,* Μαριὰμ θαυμαστή,* τῶν ἀσθενῶν ἡ προ-στάτις* καὶ πιστῶν τὸ στήριγμα,* Θεογεννήτρια.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε ̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος
β΄. Πρεσβεία…
Σ ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεπτέ,* καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* μάκαρ Διονύσιε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...
Τ οὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.
Ο ̉ ρθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσεως, Διονύσιε,* καὶ ταπείνωσιν παράσχου μοι,* ἵνα λάβω ἄφεσιν καὶ ἔλεος.
Τ έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Διο-νύσιε πάντιμε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Ο ῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Ν όσων ἰατρὸς* ἀνεδείχθης, Διονύσιε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.
Σ κέπασον ἡμᾶς* ὑπὸ τὴν σκέπην σου, Διονύσιε,* καὶ τὴν Μονὴν σου διαφύλαξον* ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, Θεομακάριστε.
Υ ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
Φ όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Θεονύμφευτε.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Π
ροστρέχω πρὸ τῆς εἰκόνος σου πόθῳ* καὶ αἰτῶ τὴν σὴν βοήθειαν, Μάκαρ.* Μὴ ἀποῤῥίψῃς
ἱκέτην ἀχρεῖον,* ἀλλὰ καρποὺς μετανοίας μοι δώρησον* σοῦ δέομαι καὶ νῦν θερμῶς*
τὸν Υἱὸν
τῆς Παρθένου εὐμένισον.
Α ̉ παύστως σὲ ἱκετεύω ὁ τάλας,* μὴ παρίδῃς τὸν ἱκέτην, Θεόφρον,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆρος, Πανένδοξε.
Ε ̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Διονύσιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα σου ταπεινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.
Θεοτοκίον.
Ο ̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Παναμώμητε,* διὸ μοναζόντων χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέσποινα.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.
Σ ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* ̉Αρχιθύτα Διονύσιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι.
Τ ίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου
αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…
῾Ο
Χορός: Κύριε ἐλέησον
(τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…
῾Ο
Χορός: Καὶ τῷ
Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν ...
῾Ο
Χορός: Δόξα σοι,
Κύριε, Δόξα σοι.
Τ ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ
̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ
πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον
ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων
ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις
παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς
τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ
Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν
ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ
ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Τ αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Τ αῖς
τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα… καὶ τὸ
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μ ὴ ἐγκαταλείπῃς με,* εἰς τῶν δαιμόνων τὰς
χείρας,* ̉Αρχιθύτα ἔνδοξε,* ἀλλὰ σκέπε,
῞Αγιε, τὸν ἱκέτην σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* τῶν δαιμόνων τὰ
τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλι-ος,* πάντοθεν πολεμούμενος,*
καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου˙* Μάκαρ Διονύσιε,* ἐλπὶς σὺ καὶ προστάτης τῶν
πιστῶν,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
῾Ο
Χορός: Κύριε, ἐλέησον
(δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς. ᾨδὰς τοῦ
Κανόνος
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Τ οῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Διονύσιε ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον λιταῖς Σου.
Τ ῶν Τρικκαίων ἐδείχθης* ποιμήν, Διονύσιε μάκαρ, ἀκοίμητος,* καὶ κτίτωρ καὶ οἰκήτωρ,* ̉Αναπαυσᾶ καὶ κλέος,* διὸ παντες δεόμεθα˙* δίδου ἱκέταις, σεμνέ,* εἰρήνην καὶ ὑγείαν.
Θ ελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, ̉Αθλητά δυσώπησον,* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τῶν ἐν πίστει βοώντων σοι˙* Χαῖρε, Τρικκαίων ποιμὴν* καὶ δόξα Μετεώρων.
Θεοτοκίον.
Θ εοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τ ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Διονύσιε μάκαρ,* καὶ πιστοῖς παρέχει* εὐκράτους τοὺς ἀέρας.
Α ̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, μάκαρ.
Τ ὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε, Διονύσιε μάκαρ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.
Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Κεχαριτωμένη,* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Ι ̉
ώσεις θεραπεύεις,* ὄγκους ἀπελαύνεις* καὶ νόσους, Διονύσιε, διώκεις ταχύ,* διὸ
ἀπαύστως νοσοῦντες* σοι καταφεύγουσι.
Λ ιμὴν σὺ καὶ προστάτης,* Διονύσιε, ἐδείχθης* καὶ τῶν ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,* καταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.
Δ ιάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ
χειρῶν τοῦ ἀλάστορος δέομαι,* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Διονύσιε.
Θεοτοκίον.
Π ανάχραντε Παρθένε,* Μῆτερ τοῦ ῾Υψίστου* τοὺς σοι προσφέγοντας ῥῦσαι δεόμεθα* ἐκ τοῦ πυρὸς τὴν μανίαν* καὶ τῆς κολάσεως.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χ αίροις, τῶν Τρικκαίων ὁ θησαυρὸς* καὶ τῶν Λαρισαίων* ποιμενάρχης ὁ ἐκλεκτός.* Χαίροις, ̉Αναπαυσᾶ* ὁ κτίτωρ καὶ οἰκήτωρ* καὶ τῶν πιστῶν ἡ δόξα,* ὦ Διονὐσιε.
Χ αίροις, Διονύσιε θαυμαστέ,* Μονῆς τοῦ ῾Αγίου* Νικολάου ὁ οἰκιστής˙* χαίροις, τῶν ἐν θλίψει* ἀκοίμητος προστάτης* καὶ τῶν ἀνέργων μάκαρ,* τὸ καταφύγιον.
Π άντες, Διονύσιε θαυμαστέ,* προσπίπτομεν πόθῳ* τῇ εἰκόνι σου τῇ σεπτῇ* αἰτοῦντες εἰρήνην* μετάνοιαν καὶ πίστιν* ἃ σὺ παρέχεις τάχος* τοῖς σοι προστρέχουσι.
Σ πεύδεις εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παρέχεις,* Διονύσιε θαυμαστέ,* ἀκλόνητον ὑγείαν* μετάνοιαν καὶ πίστιν* διὸ σὲ εὐγνωμόνως* πάντες δοξάζομεν.
Κ έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Δ αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτίρμονος.
Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν.. ὁ Ἱερεύς: ῞Οτι Σοῦ..., ὁ Χορός: ̉Αμήν.
Καὶ τὸ
̉̉̉Απολυτίκιον. ῏Ηχος γ’. Θείας πίστεως...
Τ ρίκκης Πρόεδρος καὶ τῆς Λαρίσης,* καὶ ἀκοίμητος* φρουρὸς ἐδείχθης,* ̉Αρχιθύτα ἐλεήμων Διονύσιε˙* ̉Αναπαυσᾶ τὴν Μονὴν σὺ ἀνήγειρας* καὶ ἐν αὐτῇ θεαρέστως ἐβίωσας,* Θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δέησις καὶ ὁ ῾Ιερεὺς ποιεῖ τὴν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…
Π άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Διονύσιε ἔνδοξε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέος,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ̉Ορθοδόξων καταφύγιον.
Δ έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ιερεὺς: Δι̉ εὐχῶν τῶν ῾Αγίων
Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ̉Αμήν
[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς
λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα
Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου