30 Απρ 2016

Η Πόρνη ἐν κλαυθμῷ…




Η ΠΟΡΝΗ ΕΝ ΚΛΑΥΘΜΩ…
   «Ὁ Ἅδης ἐπικράνθη συναντήσας σοι κάτω. Ἐπικράνθη . καὶ γὰρ κατηργήθη. Ἐπικράνθη . καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη .  καὶ γὰρ καθῃρέθη. Ἔλαβε σῶμα καὶ Θεὸν περιέτυχεν. Ἔλαβεν γῆν καὶ συνήντησεν οὐρανῷ... Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, Ἅδη, τὸ νίκος; Ἀνέστη Χριστὸς .  καὶ σὺ καταβέβλησαι… Ἀνέστη Χριστὸς . καὶ νεκρὸς οὐδεὶς ἐν τῷ μνήματι…» (Ἰωάννης Χρυσόστομος)
   «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον…»  (Ἰωάννης α΄ 10-12)         
  «Εἶδα μέσα σ’ ἕνα βοῦρκο ἕναν ἄνθρωπο ποὺ πνιγόταν. Βούτηξα καὶ κατόρθωσα νὰ τὸν σύρω ἔξω, σχεδόν μισοπεθαμένο. Σιγά-σιγά συνῆλθε καὶ τότε γύρισε καὶ μὲ ἀγριοκοίταξε. “Γιατί μὲ ἔβγαλες;” γρύλισε. “Ἐγώ ἐκεῖ μέσα ζῶ”…».   (Ἀντρέι Ταρκόφσκυ, «Νοσταλγία») 

    Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὄτε ἐνεὸν κατέστη τὸ τλησίπνουν γένος. Τὸ νεύσαν πρὸς γεώδη καὶ χαμαιτυπίαν ἐνδεδυμένον πότε, τὸ τοῦ θανάτου κράτει δεδουλωμένον, τὸ τὴν ζοφαλγίαν ἀγάφθεγκτον ἐν μυχοῖς συντηροῦν, τὸ ἀμφιφανεῖ φθορῆ πεπτός, τὸ τῆ βακχείᾳ του Ἅδου πάλαι παραδοθέν, τὸ πέδαις κραταιαῖς δεδεμένον καὶ τῷ ἄλγει πικρῶς στενάζον, τὸ ἐν τῇ σκοτίᾳ ἐξανδραποδισθὲν καὶ ἐν τῇ δουλείᾳ ὀλοφυρόμενον, τὸ ζόφῳ ταῖς αὐτοῦ φρεσὶ τετρωμένον, τὸ δὲ ἔρεβος ἐν ἑαυτῷ ἐπὶ αἰώνας αἰώνων ἐνέχον ἀγχιβαθῶς ἐπιμανέν. Τοῦ δὲ Λόγου σταυρωθέντος τε καὶ ἀναστάντος, πῦρ καινουργέον ἐλήλυθεν. Πῦρ ἄρρητον, φαῖνον, ζέον, τῆκον, μανικόν, ἀελίῳ ἀδήριτον. Καὶ καινουργέον ὄν, τὰ πάντα καινὰ ἐποίησεν…
    Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὅτε ὁ ἥλιος τὰς ἀκτίνας ἀπεβάλετο, μὴ φέρων καθορᾶν Θεὸν ὑβριζόμενον, καὶ τρόμῳ ἀπηνεῖ ἀμφιδονέοντι τὰ χθόνια ἐκλυδωνίσθη, θεωροῦντα γυμνὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ὂν ἦλθεν ἐφ’ ἡμᾶς ἔρωτι μανικῶ κινηθείς. Καὶ φρίττουσι, φρίττουσι τὰ σύμπαντα, τὴν τῶν πάντων Αἰτίαν καθορῶντα τὰ πάντα προσειμένην, ἴνα τὴν ἐν ἡμῖν πόρνην ἐκ βυθοῦ ἀναγάγῃ καὶ δόξη κραταιὰ περιβαλῶν ζωώσῃ εἰς τὸν αἰώνα. Ὅτι ὑπὸ τοῖς ἄστροις δεσμώτης ἑκουσίως κατεδέξατο συρῆναι ὁ τῶν ἄστρων ποιητής καὶ ὑπὸ παρανόμων εἰς κρίσιν ὁ Ὑπὲρ Νόμον τεθῆναι καὶ ἐμπτυσμοῖς καὶ γέλωσι καὶ χλεύῃ ὁ Ὑπὲρ Λόγον καθυβρισθῆναι. Ὁ Ὑπὲρ Νοῦν ἀνόμοις χερσὶν ἐνεπαίχθη καὶ ραπίσματα καὶ μάστιγας ὑπέμεινεν ὁ Ἀκατάληπτος καὶ ἐν τῷ Κρανίῳ ἀνυψώθη καὶ ξύλῳ αἰσχύνης ἐκρεμάσθη ὁ πάλαι τὴν γῆν κρεμάσας ἐν ὕδασιν. Καὶ τῷ θανάτῳ παρεδόθη καὶ ἐτάφη ὡς θνητός. Ἄπνους κατετέθη ἐν σπηλαίῳ ὁ Ἀθάνατος καὶ κατεκλίθη ὡς νεκρὸς ἐν πληγαῖς καὶ μώλωψιν ὁ ἐν τῇ δρακὶ περιέχων τὰ σύμπαντα. Ἀπηνῶς ἔπαθεν ὁ Ἀπαθὴς καὶ σινδόνῃ ὡς ἐν σπαργάνοις περιεβλήθη ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ὁ ἐπὶ πτερύγων ἀνέμων περιπατῶν ὡς νέκυς ἐθεάθη κατακείμενος καὶ ὁ Ἀχώρητος παντὶ ὑπὸ γῆν ἐσφραγίσθη. Καὶ εἰς θάνατον φυσίζοον ὁ Ἀείρυτος κατέδυ, ὁ αὐτὸς τὸ πάλαι ἀγχίβροτος γεγώς, ἵνα τὸ ἀνθρώπειον ἀγχίθεον ἀναδύσῃ…
    Ἀλλ’ ἦν τὸ Φάος - καὶ τὸ Φάος φαῖνον τὰ ἐρέβη διεσκόρπισεν. Καί, εἰ καὶ ὁ Λόγος ὅλος ἐν τῷ Ἅδῃ ἦν, οὐδόλως ἀπῆν τῶν Ἄνω. Καὶ ἐνώσας πάλιν τὰ ἔχθει διεστῶτα, ἀνέστη, τὰ τοῦ Κευθμῶνος σκυλεύσας βασίλεια καὶ τὰ τοῦ πολεμίου κλεῖθρα διασπαράξας καὶ τὸν θάνατον νεκρώσας καὶ ἀφθαρτίσας τὸ βροτεῖον. Ἀνέστη ὁ Ἀπερινόητος, ὁ ἐν ὑψίστοις οἰκῶν καὶ ἐν τοῖς κατωτάτοις κατελθών, ὁ Ἀΐδιος ὧν καὶ θνήσκων ἑκών, ὁ Πρὸ τῶν Αἰώνων γεννηθείς καὶ τὴν πόρνην ἐρασθείς καὶ ἐπιποθήσας ἐκ τοῦ βορβόρου ταύτην ἀναρρύσασθαι καὶ πάλιν ἐς παρθένον μεταμεῖψαι. Καὶ πέπτωκεν, πέπτωκεν ἡ Βαβυλὼν ἡ μεγάλη, ἡ Μήτηρ τῶν Πορνῶν, καὶ θρηνωδοῦσα ἐτελεύτησεν καὶ οὐκ ἔστιν ἔτι…
    Ἀλλ’ εἰ καὶ ἐν τάφῳ κατῆλθε καὶ σαρκί ὕπνωσεν ὡς θνητός, ἡ Πόρνη τλησίπνους παρέμεινεν καὶ ἐν κλαυθμῷ θανάτου. Ἐν ἀκρασίᾳ ἵσταται μαινόμενη ἔξωθεν τοῦ σπηλαίου, ἐν ᾧ ἐτάφη ὡς νεκρός  ὁ Ἀθάνατος. Καὶ μὴ βουληθεῐσα ἐπιγνῶναι, ἐν τῷ βορβόρῳ αὐτῆς ἀϊδνῶς κυλινδοῦται. Ὅτι τὴν Πόρνην ὁ ᾬν ἐρασθείς, ἐν τῷ κόσμῳ ἐλήλυθεν. Καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. Μὰ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Μόνον οἱ ἔχοντες νοῦν τοῦ συνιέναι ἐγνώκασι καὶ οἱ ἔχοντες ὀφθαλμοὺς τοῦ ὁρᾶν ἑωράκασι. Δι’ ὃ καὶ ἐκείνη ἐν κλαυθμῷ παρέμεινεν καὶ τῇ ζοφαλγίᾳ δεινῶς ἀναλισκομένη ἀπαύστως. Νὺξ ἐν αὐτῇ ὑπάρχει καὶ ἔρεβος, καῐον καῠμα ὀδύνης ἐπιχθόνιον καὶ  ἐμμανῶς ἐπιμανέν ἐν τῷ κεκραγέναι αὐτοῦ πρὸς αὐτήν. Καὶ τοῦτο αὕτη ἐκουσίως περιεβάλετο. Τούτῳ αὕτη ἐθελουσίως ἐνεβλήθη…
    Ἦν γὰρ καὶ τότε σκότος ἐπὶ τς γς ἒως ὣρας ἑνάτης. Καὶ κατέστη τοῦτο πυρίμορφον  καὶ τηλαυγές, ὅτι τὸ φάος δι’ αὐτοῦ ἐνηνέχθη. Καὶ τὸ φάος ἀρρήτως φαῐνον τὸ σκότος μετήλλαξεν. Πῦρ καινουργέον ἦν καὶ τὰ πάντα καινὰ ἐποίησεν. Τὸν δὲ αὐτοῦ γνόφον αὕτη οὐκ ἐπεθύμησεν. Καὶ τὸν φωτισμόν αὐτοῦ αὕτη οὐκ ἔγνω…
    Σήμερον ἠγέρθη ὁ Ἀναπεσών καὶ ὁ Ἅδης ἐπικράνθη καὶ κατηργήθη. ᾙ δὲ οὐκ ἠθέλησεν γνῶναι. Καὶ βουλήσει βεβυθισμένη ἐν τῇ σκοτία παρέμεινε… 

Δεν υπάρχουν σχόλια:

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com