27 Αυγ 2017

Εγκύκλιος Πατριαρχική και Συνοδική περί Οικουμενικής κινήσεως -12/6/1902


Αποτέλεσμα εικόνας για Πατριάρχης Κωνσταντινουπόλεως Ἰωακείμ

ΕΓΚΥΚΛΙΟΣ ΠΑΤΡΙΑΡΧΙΚΗ ΚΑΙ ΣΥΝΟΔΙΚΗ 12 - 6 - 1902
(ΠΕΡΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΚΙΝΗΣΕΩΣ)
Τοῖς μακαριωτάτοις καὶ ἁγιωτάτοις Πατριάρχαις Ἀλεξανδρείας καὶ Ἱεροσολύμων καὶ ταῖς ἁγιωτάταις ἐν Χριστῷ ἀδελφαῖς Αὐτοκεφάλοις Ἐκκλησίαις ταῖς ἐν Κύπρῳ, Ῥωσίᾳ, Ἑλλάδι, Ῥουμανίᾳ, Σερβίᾳ καὶ Μαυροβουνίῳ.
Ἐν οἷς ἀντεπέστειλαν ἡμῖν τιμίοις εἰρηνικοῖς γράμμασιν οἱ ἁγιώτατοι πρόεδροι τῶν σεπτῶν Αὐτοκεφάλων Ὀρθοδόξων Ἐκκλησιῶν, ἀποκριτικῶς πρὸς τὰ ἡμετέρα ἀγγελτήρια τῆς εὐδοκίᾳ Θεοῦ ἐκλογῆς ἡμῶν καὶ ἀναρρήσεως ἐπὶ τὸν ἁγιώτατον ἀποστολικὸν καὶ πατριαρχικὸν Οἰκουμενικὸν Θρόνον, γηθόσυνοι κατείδομεν τὸν παλαίτατον καὶ ἀδιάρρηκτον πνευματικὸν σύνδεσμον μετὰ πάσης σπουδῆς καὶ μετὰ ζέσεως ἀκμαίας ἐκδηλούμενον, ῥήματά τε εὐαγγελικῆς ἀγάπης πάνυ προθύμως ἐκφερόμενα καὶ εὐχὰς διαπύρους πρὸς Θεὸν ἀναπεμπομένας ὑπὲρ τῆς πρεσβυγενοῦς ταύτης ἁγίας καὶ Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, τῆς ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ προθυμότατης αὐτῶν ἀδελφῆς.

ὡς ἐν ἱερῷ χορῷ ἐναρμόνιος αὕτη παράστασις τῶν συνευχομένων ἐν Χριστῷ ἀδελφῶν, τὴν ψυχὴν ἡμῶν κατανύξασα, μειζόνως ἡμᾶς διεθέρμανεν ἐπὶ συνεχεστέρᾳ ὀνυσίμῳ κοινωνίᾳ καὶ χρηστότερας διήγειρεν ἐν ἡμῖν ἐλπίδας γονιμωτέρας καλλιέργειας τῶν πρὸς ἀλλήλας σχέσεων τῶν ὁμοδόξων Ἐκκλησιῶν πρὸς ἀγλαοτέραν καὶ δαψιλεστέραν θρησκευτικὴν καρποφορίαν. Ὡς κρατίστων γὰρ προθέσεων καὶ ἐνθέου ζήλου μεστῆς ἀπεδεξάμεθα καὶ ἀσπασίως ἐνεκολπωσάμεθα τὰς ἀκραιφνεῖς ἀδελφικὰς βεβαιώσεις τῶν ἁγιωτάτων Ἐκκλησιῶν, ἐν αἷς ἡ τὰ πρεσβεῖα τῶν ἐν τοῖς ὀρθοδόξοις κράτεσιν Ἐκκλησιῶν φέρουσα ἁγιωτάτη ἀδελ­φή, ἡ Ὀρθόδοξος, φαμέν, Ἐκκλησία πασῶν τῶν Ῥωσιῶν, πολλῆς ἡμᾶς ἐμπεφόρηκε παραμυθίας, προσειποῦσα καὶ προσβεβαιώσασα τάδε:
«Ἡ ἀπευθυνομένη πρὸς ἡμᾶς καὶ τὰς λοιπὰς Αὐτοκεφάλους Ἐκκλησίας κλῆσις ὑμῶν πρὸς εἰρήνην καὶ ἀδελφικὴν ἀγάπην καὶ ἀμοιβαίαν κοινωνίαν ζωηρὰν εὑρήσει ἀπήχησιν καὶ συμπάθειαν ἐν ταῖς καρδίαις πάντων τῶν ὀρθοδόξων χριστιανῶν, τῶν εἰλικρινῶς ἀφωσιωμένων τῇ μητρὶ αὐτῶν Ἐκκλησίᾳ. Κεχωρισμέναι διὰ τῆς ἱστορίας καὶ τῆς διαφορᾶς τῶν γλωσσῶν καὶ τῶν ἐθνικοτήτων αἱ ἅγιαι τοῦ Θεοῦ τοπικαὶ Ἐκκλησίαι, εὑρίσκουσι τὴν ἑαυτῶν ἑνότητα ἐν τῇ ἀμαιβαίᾳ ἀγάπῃ, ἐν τῇ στενῇ δὲ πρὸς ἀλλήλας κοινωνίᾳ θάρρος καὶ δύναμιν ἀρύονται εἰς προκοπὴν ἐν τῇ πίστει καὶ τῇ θεογνωσίᾳ, ἀπόκρουσιν τῶν μεθοδειῶν τοῦ πολεμίου καὶ παγκόσμιον κήρυξιν τοῦ Εὐαγγελίου». Τὸ αὐτὸ δὲ τῆς φιλαδελφίας καὶ τῆς ἑνότητος πνεῦμα, ἀπὸ τῆς θεορρύτου πηγῆς τοῦ Εὐαγγελίου ἐκπηγάζον, ἐπιπνέει ζωηρῶς δι’ ὁμοίων καὶ λέξεων καὶ ἐννοιῶν ἐν τοῖς τιμίοις γράμμασι καὶ πασῶν τῶν ἄλλων ἀδελφῶν Ἐκκλησιῶν, θάρρος ὄντως καὶ δύναμιν ἡμῖν μεταδίδον, εὐλόγούς τε τὰς ἀφορμὰς παρέχον, ὅπως πρὸς τῷ καλῶς ἔκπαλαι κρατοῦντι ἐθίμῳ τῶν τῆς φιλαδελφίας καὶ τῆς ἀγάπης προσαγορεύσεων καὶ τὰς πεπνυμένας αὐτῶν γνώμας ἐκζητῶμεν ἑκάστοτε ἐπὶ ζητήμασιν, ἐφ’ ὧν ἡ ἀπὸ κοινοῦ μελέτη καὶ κρίσις ἠδύνατ’ ἂν θεωρηθῆναι ὑπὸ τῶν Ἐκκλησιῶν εὔκαιρος, ἅμα δὲ καὶ τελεσιουργὸς ἔργων ἀγαθῶν πρὸς κοινὴν ὠφέλειαν τῶν τε ἀπὸ μέρους καὶ τῆς καθόλου Ἐκκλησίας, ἧς κεφαλὴ ὁ Χριστός.
Ἀπὸ τοιαύτης τοίνυν ὄντως ἀδελφικῆς ἐνισχύσεως εὐλόγως ἐπιρρωνύμενοι καὶ ἐν νῷ ἔχοντες τὴν τοῦ ἀποστόλου Παύλου παραίνεσιν πρὸς τοὺς Κορινθίους καὶ πρὸς πάντας πάντων τῶν αἰώνων τοὺς εἰς Χριστὸν πιστεύοντας, «παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ἔγνωμεν προτεῖναι τῇ περὶ ἡμᾶς ἱερᾷ Συνόδῳ πρὸς διάσκεψιν, ὅπερ τὸ ἐφ’ ἡμῖν ἐκρίναμεν μελέτημα πρέπον καὶ ἅγιον, ἐμβριθοῦς τε ἐπιστάσεως ἄξιον, εἴ γε δηλονοῦν ἡ καθ’ ἡμᾶς ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία εὔκαιρον λογίζεται ἐπιζητῆσαι ἀνταλλαγὴν σκέψεων μετὰ τῶν ἁγιωτάτων Πατριαρχῶν καὶ τῶν σεβασμιωτάτων Προέδρων τῶν Αὐτοκέφαλων Ἐκκλησιῶν ἐπί τινων θεμάτων καθόλου μὲν εἰπεῖν θρησκευτικῆς οὐσίας καὶ ἰδιότητος, πολλῆς δὲ σημασίας καὶ σπουδαιότητος, ὧν διάγραμμα πρὸς σαφεστέραν διατύπωσιν καὶ εὐχερεστέραν μελέτην ἀνεκοινωσάμεθα τοῖς περὶ ἡμᾶς σεβασμίοις καὶ περισπουδάστοις ἐν Χριστῷ συνοδικοῖς ἀδελφοῖς.
Μετὰ τὴν ἐπιγενομένην τοίνυν ἐπισταμένην μελέτην καὶ δοκιμασίαν, συναινοῦσαν ἔχοντες τὴν ὁμόφωνον συνοδικὴν διαγνώμην τῶν περὶ ἡμᾶς ἐν Ἁγίῳ Πνεύματι λίαν ἡμῖν ἀγαπητῶν καὶ περισπουδάστων ἀδελφῶν ἁγίων ἀρχιερέων, ἀλλὰ μὴν καὶ τῷ ἐν τῇ ἀρχαίᾳ Ἐκκλησίᾳ κρατοῦντι ἔθει στοιχοῦντες, καθ’ ὃ οἱ τῶν Ἐκκλησιῶν θεοφιλῶς προστατοῦντες ἐπίσκοποι τὰς ἑαυτῶν ἀπορίας καὶ τὰς τούτων λύσεις διὰ γραμμάτων ἀλλήλοις ἀνεκοινοῦντο, ἐπιμελῶς καὶ φιλαδέλφως προσέχοντες ἐπιζητεῖν τὴν ἐν λόγοις καὶ ἔργοις ὁμοφροσύνην, προαγόμεθα εἰς ὑποτύπωσιν τῶν συνοδικῶς ἐγκριθέντων ἐρωτημάτων, οὐ καινά τινα ἀνακινοῦντες ζητήματα, ἀλλὰ τὰ ἀφ’ ἱκανοῦ χρόνου ὑφιστάμενα εἰς κοινὴν προβαλλόμενοι μελέτην, πρὸς ἀμοιβαίαν διαφώτισιν τῶν κατὰ τόπους ἁγίων τοῦ Θεοῦ Ὀρθοδόξων Ἐκκλησιῶν, αἵπερ ὁμοίων πάντως ἐμφρούμεναι παγκοίνου ὠφελείας προθέσεων, ἡδέως, πεποίθαμεν, ἀποδέξονται καὶ ἐπίκαιρον κρινοῦσιν ἐπευρῦναι τὸν κύκλον τῆς πνευματικῆς ἐπικοινωνίας εἰς ἐπισκόπησιν, οὐ μόνον ὑπὸ τῆς πορείας τῶν πραγμάτων ἐνδεικνυμένην, ἀλλὰ καὶ ἐπιβαλλομένην ὑπὸ τῆς κλήσεως, ἧς ἐκλήθημεν ἐν Χριστῷ πάντες, ὅσοι, εὐδοκίᾳ καὶ χάριτι Θεοῦ, τεταγμένοι ἐσμὲν εἰς προστασίαν τῶν ἁγίων Αὐτοῦ Ἐκκλησιῶν ἐπὶ τῷ προσέχειν ἑαυταῖς καὶ ἐκ καθήκοντος μεριμνᾶν περὶ τῆς σωτηρίας πάντων. Χρεὼν γὰρ ὄντως τοῖς ἄνωθεν εἰς πνευματικὴν τῶν πιστῶν διακυβέρνησιν τεταγμένοις, καὶ τῷ χριστωνύμω πληρώματι μέγα ὄφελος τὸ ἐπιμέλεσθαι, ὅπως ἂν τὸ τιμιώτατον τῆς ἀγάπης κεφάλαιον πλείονας δυνηθείη καρποὺς φέρειν κατὰ τὸ ἅγιον τοῦ Κυρίου θέλημα. Διὸ ἐκ τῶν πρωτίστως ἐξερευνητέον ἐλογισάμεθα τί ποτε ἄρα δοκεῖ τοῖς γερασμίοις Προέδροις τῶν ἁγιωτάτων Αὐτοκέφαλων Ἐκκλησιῶν ὅ,τι ὠφέλιμον ἦν γενέσθαι, οὐχ ἐγένετο δέ, τί δ’ ἀπὸ τοῦ νῦν τὸ προσῆκον καὶ δυνατὸν γενέσθαι, πρὸς τὴν τῶν ὀρθοδόξων λαῶν ἐν τῇ ἑνότητι τῆς πίστεως καὶ ἐν τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ ὁμοφροσύνῃ συνάντησιν, καὶ τί τὸ μετὰ ταῦτα ποιητέον πρὸς τὴν ἐπὶ μᾶλλον στερέωσιν τῆς ἁγίας καὶ ὀρθοδόξου ἡμῶν πίστεως καὶ πρὸς κρείττονα ἄμυναν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν κατὰ τοῦ ἐπιφερομένου ἐναντίου πνεύματος τοῦ αἰῶνος τούτου.
Θεοφιλὲς ἔτι καὶ εὐαγγελικόν ἐστιν ἐπιζητῆσαι τὰ δοκοῦντα ταῖς ἁγιωτάταις Αὐτοκεφάλοις Ἐκκλησίαις περὶ τῶν ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι σχέσεων ἡμῶν μετὰ τῶν δύο μεγάλων τοῦ Χριστιανισμοῦ ἀναδενδράδων, τῆς Δυτικῆς δηλονοῦν καὶ τῆς τῶν Διαμαρτυρομένων Ἐκκλησίας. Καὶ γνωστὸν μέν, ὅτι διηνεκοῦς εὐχῆς καὶ δεήσεως ὑποκείμενον διατελεῖ ἐν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ καὶ παντὸς γνησίου χριστιανοῦ τῇ εὐαγγελικῇ τῆς ἑνότητος διδασκαλίᾳ στοιχοῦντος πόθος εὐσεβὴς καὶ ἐγκάρδιος ἡ ἐν τῇ ὀρθοδόξῳ πίστει μεθ’ ἡμῶν ἕνωσις αὐτῶν καὶ πάντων τῶν εἰς Χριστὸν πιστευόντων, ἀλλ’ οὐκ ἀγνοοῦμεν ἅμα, ὅτι προσκόπτει ὁ θεοφιλὴς πόθος οὗτος πρὸ τῆς ἀδιασαλεύτου τῶν Ἐκκληοιῶν τούτων ἐμμονῆς ἐν δοξασίαις, ἐφ’ ὧν, ὡς ἐπὶ βάθρου, συμπαγοῦς διὰ τοῦ χρόνου καταστάντος, ἐστηκυῖαι, ὅλως ἀπρόθυμοι φαίνονται προσχωρῆσαι εἰς ὁδὸν ἑνώσεως, οἵα ὑπὸ τῆς εὐαγγελικῆς καὶ τῆς ἱστορικῆς ἀληθείας ἐνδείκνυται, ἢ ἐκδηλοῦσι μὲν προθυμίαν, ἀλλ’ ἐφ’ ὅροις καὶ βάσεσιν, ἐφ’ οἷς ἡ ποθεινὴ δογματικὴ ὁμοφροσύνη καὶ κοινωνία τυγχάνει οὖσα ἡμῖν ἀπαράδεκτος. Περιττὸν δ’ ἐπίσης εἰπεῖν πρὸς εἰδότας, ὅτι ἡ ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἡ ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων ἱδρυθεῖσα καὶ ὑπὸ θειοτάτων καὶ θεοφόρων Πατέρων ἐν Οἰκουμενικαῖς Συνόδοις στερεωθεῖσα, κεφαλὴν ἔχουσα αὐτὸν τὸν ἀρχιποίμενα Χριστόν, τὸν τῷ ἰδίῳ αἵματι περιποιησάμενον αὐτήν, οὖσα δέ, κατὰ τὸν θεόπνευοτον καὶ οὐρανοβάμονα Ἀπόστολον, «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «σῶμα Χριστοῦ», ἡ ἁγία, λέγομεν, Ἐκκλησία μία ἐστὶ πράγματι ἐν ταυτότητι πίστεως καὶ ὁμοιότητι ἠθῶν καὶ ἐθίμων, συνῳδὰ ταῖς ἀποφάσεσι τῶν ἑπτὰ Οἰκουμενικῶν Συνόδων, καὶ μία ὀφείλει εἶναι, ἀλλ’ οὐ πολλαὶ καὶ διαφέρουσαι πρὸς ἀλλήλας κατά τε τὰ δόγματα καὶ τοὺς θεμελιώδεις θεσμοὺς τῆς ἐκκλησιαστικῆς διακυβερνήσεως. Εἰ δέ, ὡς περὶ παντὸς πράγματος, ἀδυνάτου μὲν παρὰ ἀνθρώποις, δυνατοῦ δὲ παρὰ τῷ Θεῷ, οὕτω καὶ περὶ τῆς τῶν πάντων ἑνώσεως ἐλπίζειν ἔνεστιν ὡς δυνατῆς ποτε ἐσομένης, τῆς θείας μὲν χάριτος ἐπιφοιτώσης καὶ συναιρομένης, τῶν ἀνθρώπων δὲ εἰς τρίβους εὐαγγελικῆς ἀγάπης καὶ εἰρήνης κατευθυνομένων, ἄρα σκεπτέον καὶ φροντιστέον, κατὰ τὸ ἐνόν, πῶς ἂν εἴη δυνατὸν προλειᾶναι τὴν πρὸς τοιοῦτο τέρμα ἄγουσαν ἀνώμαλον, τό γε νῦν, ὁδόν, ἐξευρεῖν τε σημεῖα συναντήσεως καὶ ἐπαφῆς, ἢ καὶ ἀμοιβαίων θεμιτῶν παροράσεων, μέχρι τῆς διὰ τοῦ χρόνου τοῦ ὅλου ἔργου τελειώσεως, δι’ ἧς πληρωθήσεται πρὸς κοι­νὴν εὐφροσύνην καὶ ὠφέλειαν ἡ περὶ μιᾶς ποίμνης καὶ ἑνὸς ποιμένος ῥῆσις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅθεν καὶ εὐπρόσδεκτον τοῖς ἁγιωτάτοις ἀδελφοῖς ἔσεσθαι ὑπολαμβάνοντες τὴν περὶ τοιαύτης σκέψεως πρότασιν, θαρρούντως καὶ τὸ ἀδελφικὸν τόδε προτιθέμεθα ἐρώτημα, εἴ γε δηλονοῦν ἐπίκαιρος τὰ νῦν κρίνεται προδιάσκεψίς τις περὶ τούτου ἐπὶ τῷ παρασκευάσαι πεδίον ὁμαλὸν φιλικῆς ἀμοιβαίας προσπελάσεως, καὶ καθορίσαι ἐν κοινῇ ὁμοφωνίᾳ τῶν μελῶν τῆς καθόλου Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας τὰς βά­σεις, τὰ μέτρα καὶ τὰ μέσα, τὰ ὡς ἄριστα κριθησόμενα.
Συναφῆ τῇ χριστιανικῇ ἑνότητι πρόκεινται καὶ τὰ περὶ τῶν ἀπὸ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας οὐ πρὸ πολλοῦ ἀποχωρησάντων δυτικῶν χριστιανῶν, οἱ τὴν προσωνυμίαν παλαιῶν καθολικῶν ἀναλαβόντες καὶ λέγοντες ἀποδέχεσθαι τὰ ὑπὸ τῆς ἀδιαιρέτου Ἐκκλησίας μέχρι τοῦ θ΄ περίπου αἰῶνος δεδογμένα, καὶ τὰς τῶν ἑπτὰ ἁγίων καὶ πανσέπτων Οἰκουμενικῶν Συνόδων διατάξεις, ἑαυτοὺς ὡς ὄντας ἤδη ἐν τῇ καθόλου Ὀρθοδόξῳ Ἐκκλησίᾳ διακηρύττουσι καὶ τὴν μετ’ αὐτῆς ἕνωσιν καὶ κοινωνίαν ὡσπερεὶ τυπικῆς διακανονίσεως ὑπολειπόμενον ἔργον ἐπιζητοῦσι. Καὶ ἐπαινετὸς μὲν πάντως τῶν φιλοθέων τούτων χριστιανῶν ὁ θερμουργὸς τῆς χριστιανικῆς ἀληθείας καὶ τῆς εὐαγγελικῆς ἀγάπης ζῆλος, οὗ περ ἐμπεψορημένοι φαίνονται ὄντες ἐν τῷ καλῷ αὐτῶν ἀγῶνι, γνωσταὶ δὲ τῷ χριστιανικῷ κόσμῳ αἱ τῶν συνεδρίων αὐτῶν διαγνῶμαι καὶ πράξεις, καὶ ἡ ἐν κατηχητικοῖς καὶ συμβολικοῖς βιβλίοις δογματικὴ καὶ τελετουργικὴ διδασκαλία.
Ἐπειδὴ δὲ περὶ τῆς ὑπ’ αὐτῶν ἐκφερομένης ὁμολογίας τῆς πίστεως οὕπω σαφής τις καὶ κοινὴ πρυτανεύει ἐν ἡμῖν γνώμη, ἀλλὰ διαφόρως τὰ περὶ ταύτης κρίνονται ὑπὸ τῶν εἴτε ἐγγύθεν τὰ κατ’ αὐτοὺς γνόντων εἴτε ἄπωθεν ἐκμελετησάντων ἡμετέρων ἐκκλησιαστικῶν ἀνδρῶν, ὧν τινες μὲν περὶ τῆς ὁμολογίας ταύτης ὡς ἐν σημείοις δογματικοῖς τῆς τελείας ὀρθοδοξίας οὐσιωδῶς ἔτι ἀπεχούσης ἀποφαίνονται, τινὲς δὲ τουναντίον ταύτην κρίνουσιν ὡς μὴ περιέχουσαν διαφορὰς οὐσιώδεις, τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν ἐκκλησιαστικὴν κοινωνίαν κωλυούσης, ἀλλ’ ὡς μονονοὺ συμπεπληρωμένην τὴν ὑπ’ αὐτῶν ἀποχὴν τῆς ὅλης ὑγιαινούσης ὀρθοδόξου διδασκαλίας καὶ περὶ παραδόσεως, καλὸν ἡγησάμεθα, ἵνα καὶ περὶ τούτου τοῦ σπουδαίου μελετήματος ἐπικαλεσώμεθα τὴν εὐσεβῆ καὶ φιλάδελφον γνώμην τῶν ἁγιωτάτων ὁμοδόξων Ἐκκλησιῶν, εἴγε εὔκαιρον αὐταῖς δοκεῖ καὶ κατὰ τίνα τρόπον βουλεύσασθαί τι ἀγαθὸν καὶ εὐπρόσδεκτον ἐπὶ τῷ διευκολῦναι τὴν πραγμάτωσιν τοῦ πρὸς τὴν μεθ’ ἡμῶν τελείαν ἕνωσιν πόθου τῶν περὶ ὧν ὁ λόγος χριστιανῶν, ὡς εὐοίωνον ἀπαρχὴν τῆς ἐλπιζομένης καὶ ποθητῆς παγκοσμίου χριστιανικῆς ἑνότητος.
Οὐχ ἥττονος προσοχῆς ἄξια λογιζόμεθα καὶ τὰ περὶ κοινοῦ ἡμερολογίου ἀφ’ ἱκανοῦ ἤδη χρόνου λεγόμενά τε καὶ γραφόμενα, ἐν οἷς ἰδίᾳ τὰ προτεινόμενα συστήματα μεταρρυθμίσεως τοῦ ἀπ’ αἰώνων κρατοῦντος ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ Ἰουλιανοῦ ἡμερολογίου, ἢ ἀποδοχῆς τοῦ Γρηγοριανοῦ, ἐκείνου μὲν ὡς ἐλλιπεστέρου ἐπιστημονικῶς, τούτου δ’ ὡς ἀκριβεστέρου, νομιζομένων καὶ περὶ τῆς κατ’ ἀναγκαίαν ἀκολουθίαν μεταστάσως τοῦ καθ’ ἡμᾶς ἐκκλησιαστικοῦ πασχαλίου. Καὶ ἐν ταῖς τοῦ θέματος τούτου μελέταις διχαζομένας βλέπομεν τὰς παρὰ τοῖς εἰδικῶς ἐγκύψασιν ἡμετέροις ὀρθοδόξοις κρατοῦσας γνώμας. Τινὲς μὲν γὰρ τούτων τὸ ἐν ἡμῖν ἔκπαλαι παραδεδεγμένον ὡς μόνον ἁρμόζον τῇ Ἐκκλησίᾳ κρίνουσι διὰ τὸ εἶναι πατροπαράδοτον καὶ ἐκκλησιαστικῶς ἀνέκαθεν κεκυρωμένον, ἥκιστα δ’ ἀναγκαίαν τὴν τούτου μεταρρύθμισιν, ἀλλὰ καὶ φευκτέαν μᾶλλον, θεωροῦσι, διὰ λόγους οὓς ἀναπτύσσουσιν· ἔνιοι δ’ ἀκρίβειαν χρονομετρικὴν ὅσον ἔνεστι πληρεστέραν, ἢ καὶ τὴν τοῦ ὁμοιομόρφου καινὴν χρησιμότητα προβαλλόμενοι, ὑπέρμαχοι τοῦ τῶν δυτικῶν ἡμερολογίου καὶ τῆς παρ’ ἡμῖν εἰσαγωγῆς αὐτοῦ ἀποφαίνονται, συνηγορούντων αὐτοῖς, ὡς εἰκός, καὶ τῶν ἐκ τῆς δυτικῆς Ἐκκλησίας, ἐπὶ προσδοκίᾳ ἴσως ἐνδεχομένων θρησκευτικῶν, κατὰ τὰς ἰδίας αὐτῶν ἐπόψεις, ὠφελειῶν. Οὕτω δ’ ἐπιτεινομένης ἐν ταῖς ἡμέραις ἡμῶν τῆς συζητήσεως, καθ’ ἣν ἑκατέρωθεν ἐμμόνως προτάσσονται ποικίλοι καὶ σπουδῆς ἄξιοι ἰσχυρισμοί, πρός τε τὴν ἐπιστήμην καὶ τὴν θρησκείαν ταυτοχρόνως ἀναφερόμενοι, ἐνῷ συνάμα ἔν τισι τῶν ὀρθοδόξων χωρῶν ἔφεσίς τις ἐκδηλοῦται προσχωρήσεως εἰς τὴν γνώμην τῆς τοῦ καθ’ ἡμᾶς ἡμερολογίου μεταλλαγῆς, ἢ τινος αὐτοῦ διαρρυθμίσεως, πρόσφορον ἐπίσης ἡμῖν δοκεῖ, ἅτε δὴ τοῦ ζητήματος τούτου σὺν τῇ ἐπιστημονικῇ μορφῇ προφανῆ ἔχοντος σημασίαν ἐκκλησιαστικήν, διαμείψασθαι πρὸς ἀλλήλας τὰς ἁγίας Ὀρθοδόξους Ἐκκλησίας σχετικὰς ἀνακοινώσεις, ἵνα καὶ περὶ τούτου διαμορφωθῇ κοινὸν ἐν αὐταῖς φρόνημα, μία δὲ γνώμη καὶ ἀπόφασις τῆς κα­θόλου Ὀρθοδόξου Ἐκκλησίας, ᾗ μόνη ἀπόκειται ἡ περὶ τούτου κρίσις καὶ ἡ ἐξεύρεσις, ἐν ἀνάγκῃ, τρόπου συνδυάζοντος κατὰ τὸ ἐφικτὸν τὴν ἐπιζητουμένην σχετικὴν ἐπιστημονικὴν ἀκρίβειαν πρὸς τὴν ποθουμένην τήρησιν καθιερωμένων ἐκκλησιαστικῶν ὁρισμῶν.
Ταύτην τοίνυν τὴν ἐπὶ τῶν προεκτεθέντων σημείων ἀνταλλαγὴν σκέψεων ὡς ἁπτὴν ἔνδειξιν πνευματικῆς καὶ πραγματικῆς ἐπικοινωνίας καὶ ὡς συνεκτι­κὴν τῆς ἐν πᾶσι κοινοῖς ζητήμασι τηρητέας ἑνότητος ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία τὰ μάλιστα ἀνύσιμον τῇ Ὀρθοδοξίᾳ κρίνουσα, χρηστὰς τρέφει ἐλπίδας, ὅτι ἡ ἀδελφικὴ αὐτῆς ἥδε φροντὶς καὶ παράκληοις, πρὸς ὅσια καὶ εὐαγγελικὰ κατατείνουσα τέλη, συμπαθῆ ἔξει ἀπήχησιν ἐν τῇ καρδίᾳ τῶν γερασμίων ἐν Χριστῷ ἀδελφῶν καὶ συναινοῦσαν εὑρήσει τὴν φιλαδελφίαν αὐτῶν πρὸς ἀνακοίνωσιν τῆς περὶ ἑκάστου γνώμης τῶν ὧν θεοψιλῶς προΐστανται Ἐκκλησιῶν. Φρονοῦμεν δ’ ἔτι, ὅτι, σὺν τοῖς ἀπὸ τῶν ἀμοιβαίων ἀνακοινώσεων ἐλπιζομένοις κοινοῖς ὠφελήμασι, μαρτυρηθήσεται τῷ κόσμῳ καὶ αὖθις ἡ ἐν τῇ ἁγίᾳ τοῦ Χριστοῦ Ὀρθοδόξῳ Ἐκκλησίᾳ ἐνυπάρχουσα ἰσχυρὰ ἠθικὴ δύναμις, ἧς πηγὴ μὲν ἡ ἀναλλοιώτως διακατεχομένη ἀλήθεια, ἰσχυρὸς δὲ μοχλὸς ἡ ἄρρηκτος πρὸς ἀλλήλας ἑνότης τῶν ἐπὶ μέρους Ἐκκλησιῶν. Ἐπὶ τοιαύταις ἐλπίσι καὶ πεποιθήσεσιν, ἃς στηρίζομεν εἰς τὸν ὑπὲρ τῆς εὐκλείας καὶ τῆς εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν ἔνθεον ζῆλον τῶν διεπόντων ταύτας γερασμίων προέδρων καὶ ἁγιωτάτων Συνόδων, ἐκ κέντρου καρδίας δεόμεθα πρὸς Κύριον, ἵνα σῴζῃ καὶ σκέπῃ ὑπὸ τὴν ἄμαχον αἰγίδα αὐτοῦ τὸ καθόλου πλήρωμα τῶν ὀρθοδόξων πιστῶν, ἐπιδαψιλεύῃ δὲ τῇ ὑμετέρᾳ λίαν ἡμῖν περιποθήτῳ καὶ περισπουδάστῳ Μακαριότητι καὶ Σεβασμιότητι βίον πανόλβιον, ὑγιεινὸν καὶ μακραίωνα.
αϞβ΄, Ἰουνίου ιβ΄.
† Ὁ Κωνσταντινουπόλεως Ἰωακείμ.
† Ὁ Ἐφέσου Ἰωακείμ,
† Ὁ Προύσης Ναθα­ναήλ,
† Ὁ Νεοκαισαρείας Ἀλέξανδρος,
† Ὁ Ἰκονίου Ἀθανάσιος,
† Ὁ Σμύρνης Βα­σίλειος,
† Ὁ Χίου Κωνσταντῖνος,
† Ὁ Βάρνης Πολύκαρπος,
† Ὁ Ξάνθης Ἰωακείμ,
† Ὁ Βοδενῶν Νικόδημος,
† Ὁ Λιτίτσης Νικηφόρος,
† Ὁ Ἡλιουπόλεως Ταράσιος,
† Ὁ Καλλιουπόλεως Ἱερώνυμος.
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,τ. ΙΙ, ἔκδ. β΄, Graz Austria 1968, σ. 946γ-946η. π. Σωτήριος Αθανασούλιας

1 σχόλιο:

Ανώνυμος είπε...

"δύο μεγάλων τοῦ Χριστιανισμοῦ ἀναδενδράδων" = ακαθαρτες ενεκα απαρνησεως της αληθειας του Χριστου, ετεροδοξες εκκλησιες ετερου ευαγγελιου.

Ο Κυριος και Θεος ο Παντοκρατωρας εντελλεται τον χωρισμον των πιστων απο των ακαθαρτων ετεροδοξων και αλλοδοξων,

«διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας» Β΄ Κορ. ς΄, 17-18
«Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέτες ῥήξωσιν ὑμᾶς» Ματθ. ζ΄, 6

Αυτη ειναι η νοσος της ληστρικης της σωτηριας των πιστων συνοδου του ΚΟλυμπαριου, δια μεσου της Ομολογιας των Θυατειρων εκ των εγκυκλιων μη Ορθοδοξων Πατριαρχων και τοπορητων του Πατριαρχικου θρονου.

Oι απόψεις του ιστολογίου μπορεί να μη συμπίπτουν με τα περιεχόμενα του άρθρου

Η φωτογραφία μου
Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: aktinesblogspot@gmail.com