(῾Η μνήμη του ἑορτάζεται τὴν 5ῃ Μαΐου)
῞Οσιονεομάρτυς ῞Αγιος
̉ Εφραίμ ὁ ἐκ Τρίκκης
῾Ο ῞Αγιος ̉Εφραὶμ εἶναι ἕνας ἀπὸ τοὺς «νεοφανεὶς ἁγίους».
῾Η ζωὴ του ἀποκαλύφθηκε προσωπικὰ στὴν μοναχὴ Μακαρία στὰ μέσα τοῦ
20ου αἰ. ἀπὸ τὸν ἴδιο τὸν ῞Αγιο.
῾Ο ῞Αγιος, κατὰ κόσμο Κωνσταντῖνος Μόρφης,
γεννήθηκε στὰ Τρίκαλα στὶς 14 Σεπτεμβρίου 1384 μ.Χ. Σὲ μικρὴ ἡλικία ἔμεινε ὀρφανὸς
ἀπὸ πατέρα καὶ τὴ φροντίδα τῆς οἰκογένειας, μετὰ τὸν Θεό, ἀνέλαβε ἡ μητέρα
του.
Σὲ ἡλικία 14 ἐτῶν, γιὰ νἀ ἀποφύγει τὸν ἐξισλαμισμὸ
πῆγε στὴν ῾Ι. Μ. τοῦ Εὐαγγελισμοῦ τοῦ ὄρους τῶν ̉Αμωμων, ὅπου μετὰ ἀπὸ δοκιμασία ἔγινε ἱερομόναχος.
Τὸ 1424 μ.Χ. Τούρκοι εἰσέβαλαν στὸ Μοναστήρι κι ἔσφαξαν ὅλους τοὺς Πατέρες. ῾Ο
῞Αγιος ἀπουσίαζε στὴ σπηλιὰ του γιὰ προσευχὴ κι ὅταν ἐπέστρεψε ἀντίκρισε ἔντρομος
τὰ πτώματα τῶν Πατέρων. ̉Αφοῦ τοὺς ἔθαψε
τοὺς θρήνησε γοερῶς. Τὸ ἄλλο ἔτος ἐπανῆλθαν οἱ Τούρκοι καὶ βρῆκαν τὸν ῞Αγιο
τὸν ὁποῖον κρέμασαν σ̉ ἕνα δένδρο καὶ τὸν βασάνισαν.
Κοιμήθηκε στὶς 5 Μαΐου τοῦ 1426 μ.Χ. Στὶς 3 ̉Ιανουαρίου 1950 βρέθηκαν τὰ λείψανά του. Τὸ 2011 τὸ Οἰκουμενικό Πατριαρχεῖο τὸν κατέταξε στὸ ὀρθόδοξο ἑορτολόγιο.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῾Οσιονεομάρτυρα
̉ Εφραὶμ τὸν ἐκ Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Τῆς τῶν Τρικκαίων θησαυρὸς πέλεις μέγας,* ῎Ορους ̉Αμώμων ἀετὸς ὑψιπέτης* καὶ μοναζόντων σέμνωμα, ̉Εφραίμ ἱερέ˙* ῞Οθεν καταξίωσον τοὺς τιμῶντας σην μνήμην* γαλήνης ἐμπίπλασθαι καὶ ποικίλων χαρίτων,* ἵνα δοξάζωσι συμφώνως οἱ πιστοὶ* τὸν σὲ δοξάσαντα σημείοις καὶ θαύμασι.
Δόξα Πατρὶ... τὸ
̉Απολυτίκιον ῏Ηχος πλ. δ’. Ταχύ προκαταλαβε.
Τῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρουρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰατρὸς* ἐδείχθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄρει ̉Αμώμων* ἔλαβες παρὰ Κτίστου* μαρτυρίου στεφάνους.* ῞Αγιε ̉Εφραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα
ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος
ᾨδὴ αʹ. Ἦχος πλ. δ'.
Ὑγρὰν διοδεύσας[1]…
̉Εφραὶμ σοι προσπίπτω δεητικῶς* καὶ σοι, θεοφόρε,* χείρας αἴρω ἱκετικὰς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ἣν δώρησαί μοι ταχέως, μακάριε.
Φρονίμων παρθένων τὴν βιωτὴν* ἐζήλωσας, πάτερ,* καὶ ἐβίωσας ἀληθῶς* διὸ καὶ κατέστης, ἀθλοφόρε,* τοῦ Παραδείσου οἰκήτωρ, τρισένδοξος.
῾Ροὰς τῶν δακρύων μου, θαυμαστέ,* ̉Εφραίμ, μὴ παρίδῃς,* ἀλλὰ δέομαι ταπεινῶς* θεράπευσον τάχος τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν τῶν κρυφίων, πολύαθλε.
Θεοτοκίον.
̉Αξίως τιμήσωμεν οἱ πιστοί,* Παρθένον Μαρίαν, τὴν Μητέρα τοῦ Λυτρωτοῦ* καὶ πάντων τῶν ἐν θλίψεσι ὄντων* καταφυγή καὶ ταχεῖαν ἀντίληψιν
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
῾Ικετεύω σε, μάρτυς* τὸν τῆς ψυχῆς τάραχον* καὶ τῆς ἀκηδίας τὴν ζάλην* τάχος διάλυσον* σὺ γάρ, ̉Εφραὶμ θαυμαστέ,* τῶν ̉Ορθοδόξων προστάτης* ἀνεδείχθης, ἅγιε,* καὶ καταφύγιον.
Μοναστῶν ἀνεδείχθης,* θαυματουργὲ ῞Αγιε,* καὶ τῶν ̉Ορθοδόξων, θεόφρων,* τεῖχος καὶ πρόμαχος,* διὸ ἀπαύστως πιστοὶ* πρός σε προσφεύγουσι πόθῳ* καὶ αἰτοῦσιν ἅπαντες* ῥώμην καὶ δύναμιν.
Σοὶ προσπίπτω ὁ τάλας,* θαυματουργὲ ῞Οσιε,* καὶ σοι αἴρω τὰς χείρας,*καθικετεύων σε,* θεράπευσόν μου ταχύ* ἐκ νοσημάτων ποικίλων* ἃ τὸ τάλαν σῶμά μου* κατατιτρώσκουσι.
Θεοτοκίον.
῏Ω Πανάχραντε κόρη,* χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος* σὺ με προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν, Πανάμωμε,* ψυχῆς ἀπάλλαξον.
Διάσωσον* ἀπό κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς, ̉Εφραίμ,* σοι προσφεύγομεν* ὡς ἔχοντι τῷ Χριστῷ παῤῥησίαν.
̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον,* θαυμάτων πηγὴ* καὶ πιστῶν καταφύγιον* ὑπάρχεις, ̉Εφραίμ θεοπρόβλητε˙* διὸ πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς* τοὺς πίστει σοι, μάρτυς, καταφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Ζηλοφθόνως πορεύομαι* καὶ ὑψηλοφρόνως ὁ τάλας, ἔνδοξε,* διὸ σπεύδω σοι δεόμενος* καὶ αἰτοῦμαι χάριν σου καὶ ἔλεος.
̉Ελευθέρωσον τάχυον* ἐκ παντοδαπῶν παθῶν τὴν καρδίαν μου* καὶ τὸ σῶμα μου ἀπάλλαξον* ἐκ ποικίλων νόσων, ̉Εφραὶμ εὔσημε.
Τῶν παθῶν ἐνδιαίτημα* γέγονα ὁ τάλας, ̉Εφραὶμ ἔνδοξε,* διὸ σπεύδω σοι δεόμενος* ἔλεος ποιήσαι τῷ ἱκέτῃ σου.
Θεοτοκίον.
Οἱ ποθοῦντες μετάνοιαν* καὶ καταλλαγῆναι Θεῷ, Πανάχραντέ,* σοι προστρέχομεν δεόμενοι* ἁμαρτάδων ἄφεσιν καὶ ἔλεος.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Νέος ἀθλητὴς* ἀνεδείχθης, ἀξιάγαστε,* διὸ σοι πόθῳ προστρέχουσι πιστοὶ* καθικετεύοντες λαβεῖν παθῶν τὴν νέκρωσιν.
῞Υμνους καὶ ᾠδάς* σοὶ προσφέρομεν ἱκέταις σου* ταπεινῶς δεόμενοι, ̉Εφραίμ,* παρασχεῖν ἡμῖν* χαρὰν τὴν ἐπουράνιον.
Φώτισον ἡμᾶς* τοὺς ἀχρείους, θεοδόξαστε,* καὶ Θεὸν ἱκέτευε θερμῶς* ἐκδιώξαι τῆς ψυχῆς τὸ σκότος, Πάντιμε
Θεοτοκίον.
῎Αναρχον Θεὸν* καθικέτευε, Πανάχραντε,* ἵνα ῥυσθῶμεν τῶν τοῦ πονηροῦ* παγίδων καὶ πλανῶν,* ̉Αειμακάριστε.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Νεότης σοι καταφεύγει, ἅγιε,* καὶ αἰτεῖται σὴν στεῤῥὰν προστασίαν* ἣν συ παράσχου ἀπαύστως, θεόφρον,* καὶ ἐξ ἀπάτης τοῦ πλάνου διάσωσον,* ἡμᾶς δὲ ἴχνεσι Χριστοῦ* τοῦ βαδίζειν ἀεὶ κατάξίωσον.
̉Απαύστως τὸν Λυτρωτὴν ἱκέτευε* ὑπὲρ τῶν σῶν τέκνων, θεοφόρε,* καὶ ἐξευμένισον δέομαι, τάχος,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ λάβωμεν χάριν Θεοῦ* οἱ ἀνάξιοι δούλοι σου, ἔνδοξε.
Νῦν πάντες εἰς σὲ προσφεύγομεν πίστει* καὶ αἰτούμεθα ἀπαύστως, θεόφρων,* τὸν Λυτρωτὴν καὶ Σωτήρα τοῦ κόσμου* ὑπὲρ ἡμῶν ἱλέωσαι, μακάριε* καὶ βοήθει ἡμᾶς διελθεῖν* τὴν θείαν πύλην, ἀοίδημε.
Θεοτοκίον.
Τὴν δόξαν καὶ ̉Εκκλησίας τὸ κλέος* καταξίωσον ἰδεῖν, Θεοτόκε,* τῶν ἀλλοδόξων τὰ πλήθη, Παρθένε,* καὶ εἰσελθεῖν ἐν αὐτῇ ταῖς πρεσβείαις σου* καὶ πάντας ἡμᾶς τοὺς πιστοὺς* σὺν ἀγγέλοις οἰκῆσαι βοήθησον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς, ̉Εφραίμ,* σοι προσφεύγομεν* ὡς ἔχοντι τῷ Χριστῷ παῤῥησίαν.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις τὸ Κοντάκιον.
Ἦχος βʹ. Προστασία...
Σὺ προστάτης ἡμῶν ἀκαταίσχυντος, ῞Αγιε,* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος.* Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦσον συ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς δεομένων σου˙* ῥῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶζε ἐκ τῶν κινδύνων* τοὺς ̉Ορθοδόξους, θαυμαστέ,* ̉Εφραίμ, ῾Ελλάδος τὸ καύχημα.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι
ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον
(τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν
τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο Χορός: Καὶ τῷ Πνεύματί
σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιʹ 32–36, ιαʹ 1) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα...
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς˙ πᾶς ὅστις ὁμολογήσει
ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός
μου τοῦ ἐν οὐρανοῖς˙ ὅστις δ̉ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι
αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον
βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν˙ οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. ῏Ηλθον γὰρ διχάσαι
ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην
κατὰ τῆς πενθερᾶς αὐτῆς˙ καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ ἐγένετο ὅτε
ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν
καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ ῾Οσιάθλου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα…
Προσόμοιον. Ἦχος πλ.
βʹ. Ὅλην ἀποθέμενοι…
Μὴ παρίδῃς, ἔνδοξε,* τῶν ̉Ορθοδόξων τὰ τέκνα,* ̉Εφραίμ πανσεβάσμιε,* τῶν Τρικκαίων καύχημα καὶ προπύργιον,* νόσοι κατέβαλον* ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς καὶ τῶν ἀνθρώπων περίγελων* ἰατρῶν βοήθειαν καὶ παραμυθίαν οὐκ ἔχω πλέον,* διὸ σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας, ὦ ̉Εφραίμ,* μὴ παραβλέπῃς τὴν δέησιν* ἐμοῦ τοῦ τρισάθλιου.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός:
̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς ...
̉Ανοήτως διῆλθον* τὸν τοῦ βίου μου χρόνον, χριστοειδέστατε,* διὸ σε ἱκετεύω* ματάνοιαν παράσχου,* ὅπως κράζω σωζόμενος˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Τῆς σαρκὸς τὰς κινήσεις* καὶ νοὸς τὰς ἐπάρσεις, ̉Εφραίμ, σὺ κοίμησον,* ἐχθρῶν δὲ ἐπιθέσεις* κατάστειλον ταχέως,* ἵνα πάντες κραυγάζωμεν* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
῾Ο λοψύχως βοῶ σοι* ὁ ἀχρεῖος ἱκέτης, ̉Εφραίμ τρισόλβιε,* διάσωσόν με τάχος* ἐκ πάσης ἐπηρείας,* ἵνα ᾄδω, μακάριε˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ πάθη,* Θεοτόκε Παρθένε, τάχος διάλυσον* καὶ σῶσον σον ἱκέτην* ἐκ πάσης ἀῤῥωστίας,* ἵνα χαίρων ἐξάδῳ σοι˙*῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὴν ἀκηδίαν,* ̉Εφραίμ, ταχὺ ἀπελαύνεις* καὶ παρέχεις σοῖς τέκνοις ἀπαύστως* δύναμιν καὶ ῥώμην,* σεμνὲ ῾Οσιομάρτυς.
῞Ολον τὸν βίον* κατεσπατάλησα, μάκαρ,* ἀσεβῶς καὶ ἀσώτως διάγων,* διὸ σοι προστρέχω,* ̉Εφραὶμ πνευματοφόρε.
Νῦν σοι προσπίπτω* γονυκλινῶς, θεοφόρε,* καὶ σεμνῶς ἱκετεύω σὲ μάρτυς,* ῥῦσαι τὴν ψυχὴν μου* ἐκ πάσης ἀσθενείας.
Θεοτοκίον.
Τὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυμνοῦσιν ἀπαύστως βοῶντες˙* Χαῖρε Θεοτόκε, τὸ κλέος τῶν ̉Αγγέλων.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Προσπίπτομέν σοι, μάκαρ,* καὶ πάντες δεόμεθα* τοὺς σοὺς ἱκέτας καλῶς διαφύλαξον* καὶ ἐκ χειρῶν ἀρχεκάκου* τάχος διάσωσον.
Νῦν πόθῳ δυσωπῶ σε,* ̉Εφραὶμ μεγαλομάρτυς,* καὶ προσκυνῶν σου τὰ λείψανα δέομαι* τοῦ παρασχεῖν τῷ ἀθλίῳ* τέλη ἀνώδυνα.
῾Υμνῶ σὲ καὶ γεραίρω,* ̉Εφραίμ, Τρίκκης τὸ εὔχος* καὶ τῶν ̉Αμώμων τοῦ ὄρους τὸ σέμνωμα* καὶ ἐξαιτῶ ταῖς λιταῖς σου* πταισμάτων ἄφεσιν.
Μαρία Θεοτόκε,* δόξα τῶν ̉Αγγέλων* καὶ τῶν πιστῶν χαρμονὴ καὶ βοήθεια,* τῷ σῷ ἱκέτῃ παράσχου* χαρὰν οὐράνιον.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Νῦν Τρίκκη ἀγάλλεται, θαυμαστέ,* καὶ σοῦ, ἀθλοφόρε, ἐξαιτεῖται τὴν ἀρωγήν,* ἣν τάχος παράσχου, σεμνὲ ῾Οσιομάρτυς,* καὶ ἐξ ἐχθρῶν ἀνόμων* ταύτην διάσωσον.
Οὐκ ἔχω ὁ τάλας, θαυματουγέ,* ἀκλόνητον πίστιν καὶ ἀγάπην εἰλικρινῆ,* διὸ καὶ πτοοῦμαι* Χριστὸν ἰδεῖν, θεόφρον,* καὶ σὲ προβάλλω πρέσβυν,* ̉Εφραὶμ τρισόλβιε.
Τὴν ῾Ελλάδα φύλαττε, θαυμαστέ,* ̉Εφραὶμ Νεομάρτυς,* ἐκ τῶν κυκλοῦντων αὐτὴν ἐχθρῶν* καὶ τοῖς δεομένοις* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώμην* καὶ βίον ἔνθεον.
῎Εχουσα προστάτην καὶ βοηθὸν* ἡ Τρικκαίων πόλις* οὐ πτοεῖται ἐξ ἀπειλῶν* παντοίων, θεόφρων,* ὡς καὶ ἐκ τῶν παγίδων, ἃς ὁ σατὰν ἐκφαίνει,* ̉Εφραὶμ τρισόλβιε.
Χαίροις ὁ τῆς Τρίκκης θεῖος βλαστὸς* καὶ τῆς ̉Εκκλησίας ὁ ἀτίμητος θησαυρός˙* Χαίροις ὁ ποιήσας* τὸ ὄρος τῶν ̉Αμώμων* ἰάσεων ταμεῖον,* ̉Εφραίμ πανάριστε.
Πλήθη ̉Ορθοδόξων τῇ σῇ Μονῇ* προσέρχονται, μάκαρ,* ἵνα λάβωσι παρὰ σοῦ* δύναμιν καὶ ῥώμην,* ̉Εφραὶμ πνευματοφόρε,* τῶν ̉Ορθοδόξων κλέος* καὶ θεῖον καύχημα.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβεί-αν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῏Ηχος πλ. δʹ. Ταχὺ προκατάλαβε…
Τῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρουρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰατρὸς* ἐδείχθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄρει ̉Αμώμων* ἔλαβες παρὰ Κτίστου* μαρτυρίου στεφάνους.* ῞Αγιε ̉Εφραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δέησις. ̉Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς
εἰκόνας ψάλλομεν:
῏Ηχος β’. ῞Οτε ἐκ τοῦ
ξύλου…
Πάντων ἐπακούεις, ἀγαθέ,* τῶν πόθῳ καὶ πίστει αἰτοῦντων* τὴν προστασίαν τὴν σὴν,* μάρτυς ἀξιάγαστε ̉Εφραίμ παμφίλτατε,* καὶ κινδύνων καὶ θλίψεων* λυτροῦσαι σὰ τέκνα* τὰ κατατρυχόμενα* ὑπὸ ποικίλων παθῶν,* ὅθεν ἐν πολλῇ κατάνύξει* δεόμεθα πάντες* ῥῦσαι ἐκ τῶν νόσων ἡμᾶς, ἔνδοξε.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ
Ἱερεύς:
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
̉ Αμήν.
[1]. Εἰς τὰ
δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου