῞Αγιος ̉Αρσένιος ̉Επίσκοπος ̉Ελασσῶνος (1626)
(῾Η μνήμη τοῦ ἑορτάζεται τὴν 13ῃ ̉Απριλίου)
῾Ο ἅγιος Ἀρσένιος
γεννήθηκε στὸ χωριὸ Καλογριανὰ Καρδίτσης τὸ 1550. Πατέρας του ἦταν ὁ ἱερεὺς
Θεόδωρος, μητέρα του ἡ Χρυσάφη, ἡ ὁποία, μετὰ τὸν θάνατο τοῦ συζύγου της, ἔγινε
μοναχή.
Τὰ πρῶτα γράμματα ἔμαθε ἀπὸ τὸν ἀδελφό του Ἰωάσαφ
καί ἀργότερα ἐμαθήτευσε στὰ Τρίκαλα, στόν Ἱ. Ν. Παναγίας Ἐπισκέψεως. Τήν περίοδο
αὐτὴ ἐκάρη μοναχός καὶ ἐμόνασε στὴ μονὴ Δουσίκου, ὅπου καὶ χειροτονήθηκε ἱερεύς.
Τό 1584 χειροτονήθηκε ἐπίσκοπος Ἐλαςσῶνος. ῾Ο Πατριάρχης Κων/πόλεως τόν ἔστειλε
στή Ρωσία ὅπου παρέμεινε μέχρι τὴν κοίμησίν του, τὸν Ἀπρίλιο τοῦ 1626.
Ἡ Ρωσικὴ Ἐκκλησία τὸ 1982 τὸν κατέταξε στὴ
χορεία τῶν Ἁγίων καὶ ἡ μνήμη του ἑορτάζεται στὶς 13 ̉Απριλίου.
Τὸ 2006 ἦλθαν στὴν ̉Ελασσώνα τμήματα ἐκ τῶν
ἱερῶν λειψάνων του τὰ ὁποία τοποθετήθηκαν
στὸν ῾Ιερὸ Ναό, ποὺ εἶναι ἀφιερωμένος στὸν
ἅγιο. ̉Απότμημα ἀπὸ τὰ λείψανά
του φυλάσσεται στὸν ῾Ιερὸ Ναὸ Παναγίας
̉Επισκέψεως Τρικάλων.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον ̉Αρσένιον
̉Επίσκοπον ̉Ελασσῶνος
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ̉Αρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Οσιε, βοήθησον καὶ διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,* ̉Αρσένιε ἔχομεν.
Δόξα Πατρὶ... ̉ Απολυτίκιον ῏Ηχος αʹ. Τῆς ἐρήμου.
Τῆς Ρωσίας τὸ κλέος* καὶ ̉Ελασσῶνος τὸν πρόμαχον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογριανῶν γόνον, ἔνδοξον,* ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσί σοι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσαντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς* σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ. Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
Τὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ̉Αρχιθύτα τῶν Τρικκαίων τὴν καλλονήν,* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ἣν δώρησόν μοι τάχος, ̉Αρσένιε.
Τὸν Κτίστην ἠγάπησας ἐκ παιδός,* διὸ σὲ κατέστησεν, ̉Αρσένιε, πρεσβευτήν* ἡμῶν τῶν ἀχρείων, ὁ Δεσπότης,* ὃν εὐμένησον σοῦ πάντες δεόμεθα.
Εἰρήνην παρέχει, θαυματουργέ,* λιταῖς σου ὁ Κτίστης,* ὃν ἱκέτευε ἐκτενῶς,* ὅπως ἡμῖν παράσχῃ ὑγιείαν* καί ἐλπίδαν, ̉Αρχιθύτα ̉Αρσένιε.
Θεοτοκίον.
Παρθένε, ἡ Μήτηρ τοῦ Λυτρωτοῦ* δεόμεθα πάντες* σὺ εὐμένησον Σόν Υἱόν,* ὅπως ἡμῖν τάχος χορηγήσῃ* τὴν τοῦ ἀσώτου μετάνοιαν, ῎Αχραντε.
ᾨδὴ γʹ. Οὐρανίας
ἁψῖδος…
Ι῾κετεύομεν πάντες* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γὰρ, ̉Αρσένιε,* τὸν Λυτρωτήν καὶ Σωτήραν,* ἐκ παιδός ἠγάπησας* καὶ ἠκολούθησας.
῾Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος,* σοφέ ̉Αρσένιε.
̉Απὸ πάσης ἀνάγκης,* καὶ τῶν δεινῶν λύτρωσαι*, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει,* μάκαρ ̉Αρσένιε˙* παράσχου πᾶσι σοφὲ,* ἁμαρτημάτων τὴν γνῶσιν,* καὶ ἐκ πλάνης δαιμόνων,* σῶσον ἱκέτας σου.
Ρ῾αθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε̉πιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…
Σὺ πρέσβυς θερμός* καὶ τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγὴ* καὶ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι,* ̉Αρχιθύτα ̉Αρσένιε, πρόφθασον,* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ πίστει καταφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...
Τὴν ψυχήν μου θεράπευσον* ἐκ τῶν παθῶν, σὺ ̉Αρσένιε ἔνδοξε,* καὶ τὸ σῶμά μου προστάτευσον,* ἐκ ποικίλων νόσων, Θεοδόξαστε.
Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις, ̉Αρσένιε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αρσένιε πανάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Παρθένε θεόνυμφε,* τὸν υἱόν σου σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν Σε, Θεοκοινώνητε.
ᾨδὴ εʹ.
Φώτισον ἡμᾶς…
Σὲ παρακαλῶ,* ̉Αρχιθύτα ̉Αρσένιε,* τοὺς Ὀρθοδόξους ἐκ πλάνης, θαυμαστέ,* καὶ ἐκ κινδύνων* ταῖς λιταῖς σου διαφύλαττε.
Κύριον θερμῶς* καθικέτευε, ̉Αρσένιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, πανόλβιε.
Υ῾πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
Α῎χραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν βελῶν τοῦ ἀρχαίου πτερνηστοῦ,* τοὺς ἱκέτας σου* ἀπαύστως Μαριάμ, προστάτευσον.
ᾨδὴ στʹ. Τὴν
δέησιν ἐκχεῶ…
Ε ̉κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Αρσένιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ ̉Αρσένιε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.
Νῦν
πάντες, ἱκετικῶς προσφεύγομεν,* καὶ δεόμεθα θερμῶς, ̉Αρχιθύτα,* ἐκ τοῦ καρκίνου διάσωσον
πάντας,* καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον,* καὶ φύλαξον ἐκ συμφορῶν,* τοὺς ἱκέτας
σου πάντες δεόμεθα.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις
καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς σοι προσφεύγοντας θερμῶς,* ̉Αρχιθύτα ̉Αρσένιε.
Καὶ εὐθὺς
τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
῾Ο
῾Ιερεύς: Καὶ
ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο
Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:
Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο
Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς:
̉Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου…
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙
δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν
εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον
ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς
τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ
ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ
φεύγει καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς φεύγει,
ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ̉Εγὼ εἰμι ὁ ποιμὴν ὁ
καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ
Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα δεῖ με ἀγαγεῖν
καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα
Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν
με ὁ Θεός, κατὰ τὸ μέγα…
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ῞Οσιε ̉Αρσένιε,* ἀλλὰ διαφύλαττε τὸν ἱκέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ γονυκλινῶς ἱκετεύω σε˙* φύλακα γὰρ πάντων,* προστάτην καὶ ἀκοίμητον φρουρὸν* καὶ βακτηρίαν ἀκλόνητον,* Σέ, Χριστὸς, ἀνέδειξε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν
λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον
(δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ
ζʹ. Οἱ
ἐκ τῆς ̉ Ιουδαίας…
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἀπαύστως* διὸ σοι καταφεύγομεν,* ̉Αρσένιε θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
Ρ῾αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου,* ̉Αρσένιε παμμάκαρ,* προστρέχοντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντα˙* Χαῖρε, πιστῶν χαρμονὴ* καὶ κλέος τῶν ̉Αγγέλων.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* μυροβόλε ̉Αρσένιε, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πᾶντες κραυγάζομεν·* Χαῖρε, ῾Ρωσίας χαρὰ* καὶ τῆς ῾Ελλάδος δόξα.
Θεοτοκίον.
Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤῥος ὁμολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὸν Βασιλέα* καθικέτευε, τρισμάκαρ,* πάντες θερμῶς βοῶμεν ἀπαύστως,* ὅπως καταπέμψῃ ἡμῖν τὴν Θείαν Χάριν.
Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν, ̉Αρσένιε, παρέχει.
Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε δέομαι, Πάτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.
Θεοτοκίον.
Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
ᾨδὴ
θʹ. Κυρίως Θεοτόκον…
Α̉ρσένιε θεόφρων,* σκέπασον τὴν Τρίκκην* καὶ ἐκ τοῦ σεισμοῦ διάσωσον δέομαι* καὶ τοὺς ἐν αὐτῇ οἰκοῦντας* πίστιν παράσχου σύ.
Τὰ ἄλγη θεραπεύεις,* ̉Αρσένιε μάκαρ,* διὸ τὴν σοι ἐξαιτοῦμεν βοήθειαν,* ἣν σύ παράσχου ἀπαύστως* ἡμῖν, Θεόπνευστε.
Τοὺς ὄγκους θεραπεύεις,* νόσους ἐκδιώκεις* καὶ πιστοῖς παρέχεις τάχος τὰ κρείττονα,* ὦ ̉Αρχιθύτα Χριστοῦ,* ̉Αρσένιε μάκαρ.
Θεοτοκίον.
Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Θεονύμφευτε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α῎ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, τῆς ῾Ρωσίας μυσταγωγὸς* καὶ τῆς ̉Ελασσῶνος, ̉Αρχιθύτης θεοφιλής.* Χαίροις, ὁ ἐν Τρίκκῃ τὰς γνώσεις κατακτήσας* καὶ Καλογριανῶν ὁ γόνος, μάκαρ ̉Αρσένιε.
Χαίροις, ἀσθενούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῶν Τρικκαίων,* ἀγλάϊσμα καὶ κλέος* καὶ τῶν πιστῶν ἡ δόξα,* μάκαρ ̉Αρσένιε.
Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου,* ̉Αρσένιε θεόφρον,* πιστῶν τὸ καύχημα.
Σκέπαζε, ̉Αρσένιε θαυμαστέ,* πάντας τοὺς συζύγους* καὶ τὰ τέκνα αὐτῶν σοφέ.* Φύλαττε ἐκ νόσων,* σατανικῶν παγίδων* καὶ ὀλιγοπιστίας* τοὺς σὲ γεραίροντας.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ
Χορὸς: Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος ̉Αθάνατος ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ̉Αμήν.
Παναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. Δέσποτα, συγχώρισον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπισκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ̉Αμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: ῞Οτι
Σοῦ ἐστιν ἡ βασιλεία …
Ὁ Χορός: ̉Αμήν.
Εἶτα
τὸ ̉̉̉Απολυτίκιον.
῏Ηχος αʹ. Τῆς
ἐρήμου…
Τῆς Ρωσίας τὸ κλέος* καὶ ̉Ελασσῶνος τὸν πρόμαχον,* τῶν Τρικάλων προστάτην* καὶ Καλογριανῶν γόνον, ἔνδοξον,* ̉Αρσένιον δοξάσωμεν πιστοί,* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* Τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς βοῶσι σοί˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ θαυμαστώσαντι˙* Δόξα τὸν ἐν ἐσχάτοις χρόνοις καὶ καιροῖς σὲ καὶ ἐν ῾Ελλάδι δοξάσαντι.
Δέησις,
̉ Απόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* ̉Αρσένιε ἔνδοξε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ, τῶν Τρικκαίων τὸ κλέος,* καὶ τῆς ̉Ελασσῶνος ποιμένας* ὀρφανῶν καὶ χηρῶν σὺ εἶ καταφύγιον.
῏Ηχος
πλ. δ’.
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος
β’.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
῾Ο
Χορός: ̉Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου