῞Αγιος Σεραφεὶμ
̉Αρχιεπίσκοπος Φαναρίου &ʹ Νεοχωρίου
(4 Δεκεμβρίου)
῾Ο ῞Αγιος Σεραφεὶμ γεννήθηκε στὴν Πεζούλα περὶ τὰ μέσα τοῦ 16ου αἰ. ἀπὸ γονεῖς εὐσεβεῖς καὶ ἐνάρετους, τὸν Σωφρόνιο καὶ τὴ Μαρία. Ἀπὸ μικρὸ παιδὶ διακρίνονταν γιὰ τὸν καλό του χαρακτήρα, τὴν ἀγάπη του πρὸς τὴν Ἐκκλησία, τὶς φιλομοναχικές του τάσεις, γι’ αὐτὸ καὶ πῆγε νὰ μονάσει στὴν Ἱ. Μ. Κορώνας. Νωρὶς ἔγινε ἡγούμενος τῆς Μονῆς καὶ ἀργότερα ἀρχιεπίσκοπος Φαναρίου καὶ Νεοχωρίου, γεγονὸς ποὺ τοῦ ἔδωσε τὴ δυνατότητα νὰ προσφέρει πολλὲς ὑπηρεσίες στὴν Ἐκκλησία καὶ τὸ δοῦλο γένος. ῾Η δράση του προκάλεσε τὸ μίσος τῶν ἀγάδων τῆς περιοχῆς, οἱ ὁποῖοι μὲ τὴν εὐκαιρία τοῦ ἐπαναστατικοῦ κινήματος, ποὺ ἔκανε τὸ 1601 ὁ Μητροπολίτης Λαρίσης Διονύσιος ὁ Φιλόσοφος ἢ Σκυλόσοφος τὸν κατηγόρησαν ὡς συνεργὸ του. Τοῦ ζήτησαν νὰ ἀλλαξοπιστήσει γιὰ νὰ ἀπαλλαγεῖ ἀπὸ τὴν κατηγορία ποὺ τὸν βάρυνε Αὐτὸς ἀρνήθηκε καὶ κατάδικάστηκε σὲ θάνατο δι̉ ἀποκεφαλισμοῦ, ἀφοῦ προηγουμένως ὑπέστη φοβερὰ μαρτύρια μέχρι ποὺ τὸν ἔγδαραν ζωντανὸ. Ἔτσι στὶς 4 Δεκεμβρίου 1601 ὁ Ἅγιος ἀποκεφαλίστηκε καὶ παρέδωσε τὴν ἁγία του ψυχὴ στὸν ἀθλοθέτη Χριστὸ.
Ἡ Ἐκκλησία τὸν κατέταξε στὴ
χορεία τῶν ἁγίων καὶ ἡ μνήμη του τιμᾶται στὶς 4 Δεκεμβρίου, ἡ δὲ ἁγία κάρα του
φυλάσσεται στὴν Ἱερὰ Μονὴ Κορώνας ὡς πολύτιμος θησαυρὸς.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον Σεραφεὶμ
̉Αρχιεπίσκοπον Φαναρίου &ʹ Νεοχωρίου
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Μ ονῆς Κορώνης τὸν φρουρὸν καὶ προστάτην* καὶ τῶν πιστῶν ἰατρὸν καὶ τροφέα* καθικετεύσομεν πάντες ἐκ μέσης ψυχῆς,* Σεραφεὶμ ἀξιάγαστε ̉Αρχιθύτα Κυρίου,* πρόφθασον καὶ λύτρωσον* τοὺς δεινῶς θλιβομένους* καὶ ὑγιείαν δώρησε πιστοῖς* σὲ γὰρ προστάτην καὶ φύλακα ἔχομεν.
Δόξα
Πατρὶ καὶ Υἱῷ… Ἀπολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.
Τ ῆς Μπεζούλας τὸν γόνον,* Φαναρίου τὸν φύλακα* καὶ Μονῆς Κορώνης θερμὸν ἀντιλήπτορα,* Σεραφείμ, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν˙* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείττονα.
Καὶ
νῦν καὶ ἀεί… Θεοτοκίον.
Ο ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
Τ ὰς χείρας μου αἴρω ἱετικῶς* πρὸς σε ̉Αρχιθύτα* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ᾓν τάχος παράσχου σῷ ἱκέτῃ,* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με.
Ι ̉ ώσεις ποικίλας, θαυματουργέ,* ταχὺ θεραπεύεις* διὸ σπεύδω γονυκλινῶς* πρὸ τῆς ἁγίας σου εἰκόνος* καὶ ἐκζητῶ σὴν βοήθειαν, Πάντιμε.
Τ ὸν νοῦν μου ἐσκότησεν ὁ ἐχθρός,* Χριστοῦ ̉Αρχιθύτα,* διὸ τρέμω καὶ δειλιῶ* καὶ σοι προσφεύγω ὡς ἱκέτης* ἐκζητῶν, Σεραφείμ, τὴν προστασίαν σου.
Θεοτοκίον.
Η῾ μέραν καὶ νύκτα, ὦ Θαυμαστή,* Δεσπότου τὸ σκεῦος,* ἱκετεύομεν ταπεινῶς* δυσώπει Υἱὸν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψεων.
ᾨδὴ
γʹ. Οὐρανίας ἁψῖδος...
Σ υνειδήσεως, Μάρτυς, τὰς τύψεις διάλυσον* καὶ τῆς μετανοίας τὰ δῶρα* τάχος παράσχου μοι,* Σεραφεὶμ θαυμαστέ,* Μονῆς Κορώνης προστάτης* καὶ πιστῶν τὸ στήριγμα* καί καταφύγιον.
Τ ῆς ῾Ελλάδος ἐδείχθης φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν ἀσθενῶν ὁ θεράπων* καὶ καταφύγιον˙* διὸ πρὸς σέ, Σεραφείμ,* τῶν ̉Ορθοδόξων τὰ πλήθη* σοι προσφεύγουσι πίστει* καὶ σὲ δοξάζουσι.
Ε ̉ ργασίαν εὑρίσκεις, θαυματουργὲ ῞Αγιε,* τοῖς σοι προσφεύγουσι πίστει* καὶ ἀνακράζουσι* βοήθει τάχος ἡμᾶς* σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀνεργίαν* παῦσον δεόμεθα.
Θεοτοκίον.
Τ οῦ πυρὸς τὴν μανίαν, καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις, Παντάνασσα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι πόθῳ* καὶ αἰτοῦσι ἅπαντες* τὴν προστασία Σου.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου ̉Αρχιθύτα,* ὅτι πάντες μετὰ Θεόν* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε
̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν
τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα ὁ ῾Ιερεύς.
̉Ελέησον ἡμᾶς ὁ Θεὸς …
῾Ο Χορός.
Κύριε, ἐλέησον (δωδεκάκις).
῾Ο ῾Ιερεύς. ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος … καὶ τὸ
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Σ ὺ πρέσβυς θερμὸς* καὶ φρουρὸς ὁ ἀκοίμητος,* ἐλέους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι*, ̉Αρχιθύτα Σεραφείμ, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πίστει σοι, μάρτυς, καταφεύγοντας.
ᾨδὴ
δʹ. Εἰσακήκοα, Κύριε...
Ι ̉ ατρὸς ὁ ἀλάνθαστος* ἀνεδείχθης, πάντιμε καὶ ἀνάργυρος˙* διὸ σοι πάντες προσέρχονται,* Σεραφείμ, Μονῆς Κορώνης κλέϊσμα.
Ο ̉ ρθοδόξους διάσωσον* ἐκ τῆς ἀνεργίας πάντες δεόμεθα* καὶ προφύλαξον ἱκέτας σου* ἐκ ποικίλων νόσων τε καὶ θλίψεων.
Τ ῆς ζωῆς μου τὸ πέλαγος* καλῶς διαβῆναι Σὺ καταξίωσον,* ̉Αρχιθύτα, καὶ διάλυσον* τῆς ψυχῆς τὰ πάθη, Θεοπρόβλητε.
Θεοτοκίον.
Τ ὸν Υἱὸν σου ἱκέτευε,* Θεοτόκε ῎Αχραντε, σοῦ δεόμεθα* θεραπεύσαι τὰς ψυχὰς ἡμῶν* ἐκ ῥοπῶν ποικίλων καὶ στενώσεων.
Π άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,* ̉Αρχιθύτα Σεραφείμ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Ι῎ ασον ταχὺ* ἐκ τῶν νόσων τὸν ἱκέτην σου* καὶ τὴν καρδίαν μου ἔμπλησον χαρᾶς* τῆς οὐρανίου,* Σεραφείμ, πιστῶν τὸ καύχημα.
Υ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Ν όσων ἰατρὸς* ἀνεδείχθης, Παμμακάριστε,* διὸ πρὸς σὲ καταφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Θ ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσόν με Σεραφείμ,* διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.
Τ ὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς λιταῖς σου, Σεραφεὶμ φωσφόρε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον,* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, πάντιμε.
Ε
̉ κ βλάβης τῶν φρενῶν σὺ προστάτευσον,*
Σεραφεὶμ ῾Οσιομάρτυς, ἱκέτας* καὶ ἐκ ποικίλων παγίδων ἁπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει
διάσωσον,* δεόμεθά σου ταπεινῶς* οἱ ἀχρείοι καὶ δόλιοι, εὔσημε.
Θεοτοκίον.
Π αράσχου τὴν σὴν βοήθειαν, Μῆτερ,* ἀφειδῶς ἐμοὶ τῷ ἀθλίῳ ἱκέτῃ* καὶ Σὸν Υἱόν, Πανάχραντε κόρη,* τῇ μεσιτείᾳ σου τάχως ἱλέωσαι,* ἵνα μὴ βληθῶ εἰς τὸ πῦρ* ὁ ἀχρεῖος ἱκέτης σου, Δέσποινα.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου ̉Αρχιθύτα,* ὅτι πάντες μετὰ Θεὸν* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις
ὑπὸ τοῦ ῾Ιερέως: ̉Ελέησον ἡμᾶς … καὶ τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σ ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* Σεραφεὶμ θαυματουργέ, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ
εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ῞Οσιοι σου ἀγαλλιάσονται. (δίς)
Στίχος:
Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ…
῾Ο ῾Ιερεύς:
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός:
Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:
̉ Εκ τοῦ
κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Πρόσχωμεν. (Κεφ. ιʹ 1 καὶ 5-8)
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τ ῷ
καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς
ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον
καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων˙ Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν
Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου
᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες˙ ῞Οτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ̉Ασθενοῦντας
θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε,
δωρεὰν δότε.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα
Πατρὶ καὶ Υἱῷ…
Τ αῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
Ἦχος
πλ. βʹ. Ὅλην ἀποθέμενοι...
Μ ὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων
προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,
̉Αρχιθύτα* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τιμῶντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε,
ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ
Κανόνος.
ᾨδὴ
ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
Ο ̉ ρθοδόξων κατέστης* ἰατρὸς ἀλάνθαστος καὶ ἀνάργυρος,* Σεραφεὶμ ἀθλοφόρε,* καὶ πάντων ὁδοδείκτης* ἀκριβὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν βοηθὸς* ἀκοίμητος καὶ ῥύστης.
Λ ειτουργοὺς τοῦ ῾Υψίστου,* Σεραφεὶμ ̉Αρχιθύτα, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ δοξάζωμεν·* τὸν Βασιλέα Χριστῷ* εἰς πάντας τοὺς αἰῶνας.
Ν ικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Σεραφεὶμ Θαυμαστέ,* πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
Α̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* ὦ Μῆτερ τοῦ ῾Υψίστου.
ᾨδὴ
ηʹ. Τὸν Βασιλέα...
Τ ὸν Βασιλέα* σύ, Σεραφεὶμ ̉Αρχιθύτα,* καθικέτευε πίστει αἰτοῦμεν,* ὅπως καταπέμψῃ* ἡμῖν τὴν Θείαν Χάριν.
Τ οὺς ἀσθενοῦντας* ταῖς σαῖς λιταῖς ἰατρεύει* καὶ σαρκὸς τὰς ὁδύνας, ὁ Πλάστης,* διὸ σοι προσφεύγω,* ῾Οσίαθλε, ὁ τάλας.
Τ ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Σεραφεὶμ Νεομάρτυς,* καὶ πιστοῖς παρέχει* ὑγείαν καὶ εἰρήνην.
Θεοτοκίον.
Ε ̉ κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδα ἐμφυτεύεις.
ᾨδὴ
θʹ. Κυρίως Θεοτόκον...
Τ ὴν χώραν τῶν ῾Ελλήνων* μὴ ἐγκαταλείπεις* ἀλλὰ προστάτευσον, μάρτυς, δεόμεθα* καὶ τὴν εἰρήνην τοῖς οἴκοις* λιταῖς σου δώρησαι.
Δ ιάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χειρῶν ἀρχεκάκου* ταῦτα ἐξάρπασον* ἵνα ὑμνοῦμεν ἁπαύστως* σέ, Θεοδόξαστε.
Τ οὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν ποικίλων κινδύνων, σεμνέ Σεραφείμ,* καὶ ̉Ορθοδόξους ἀπαύστως* σκέπε δεόμεθα.
Θεοτοκίον.
Α ̉ ξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.
Καὶ
εὐθὺς τὰ Μεγαλυνάρια.
Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Κ έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Π άντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλείπεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγάπην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.
Δ αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* καί, ῾Οσιομάρτυς,* τοῦ Πανοικτήρμονος.
Χ αίροις, τῆς Κορώνης ὁ θησαυρὸς* καὶ τῆς Θεσσαλίας* ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις, τῶν νοσούντων ἀνάργυρος θεράπων* καὶ τῶν πιστῶν τὸ κλέος* καὶ καταφύγιον.
Π
ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ
δωδεκάς,* οἱ ῞Αγιοι πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε
πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ
ἡμῶν,…῾Ο ῾Ιερεύς. ῞Οτι σοῦ ἐστὶν … καὶ τὸ
̉Απολυτίκιον.
Ἦχος αʹ.
Τῆς ἐρήμου...
Τ ῆς Μπεζούλας τὸν γόνον,* Φαναρίου τὸν φύλακα* καὶ Μονῆς Κορώνης θερμὸν ἀντιλήπτορα,* Σεραφείμ, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν˙* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείττονα.
῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς…, μνημονεύει τὰ ὀνόματα καὶ ποιεῖ τὴν Ἀπόλυνσι, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος
βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...
Π
άντας τούς
προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* θαυματουργὲ
Σεραφείμ,* δίδου τάχος μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,*
φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον
καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ,
̉Εκκλησίας τὸ κλέος,* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορθοδόξων καταφύγιον.
῏Ηχος
πλ. δʹ.
Δ έσποινα,
πρόσδεξαι*
τὰς δεήσεις τῶν δούλων σου*
καὶ λύτρωσαι ἡμᾶς*
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος
βʹ.
Τ ὴν
πᾶσαν ἐλπίδα μου*
εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,*
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο
῾Ιερεύς ἤ ὁ Προεστώς.
Δ ι̉
εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε
̉Ιησοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν
[1]. Εἰς
τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα:
Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου