Αγία ̉Ιφιγένεια ἡ Παρθενομάρτυς
(16 Νοεμβρίου)
Η ῾Αγία ̉Ιφιγένεια γεννήθηκε τό 53 μ.Χ. στήν Τοκάτη τοῦ Πόντου τῆς Μικρᾶς ̉Ασίας ἀπό εἰδωλολάτρες γονεῖς, οἱ ὁποίοι
ἀργότερα βαπτίστηκαν χριστιανοί.
Τήν ἐποχή ἐκείνη αὐτοκράτορας ἦταν ὁ
παράφρων Νέρωνας, ὁ ὁποῖος εἶχε ξεκινήσει τόν πρῶτο διωγμό κατά τῶν χριστιανῶν.
῾Η ῾Αγία σέ πολύ νεαρή ἡλικία συλλαμβάνεται καί ὁδηγεῖται μπροστά στόν διοικητή
τῆς περιοχῆς. ῾Ο διοικητής Μᾶρκος προσπαθεῖ μέ κολακευτικούς λόγους νά μεταπείσει
τήν ῾Ιφιγένεια νά ἀρνηθεῖ τόν Χριστό. ῾Εκείνη ὅμως μέ σθένος ὁμολογεῖ τήν πίστη
της στό Θεό, μέ συνέπεια νά ὑποστεῖ φρικτά βασανιστήρια καί ἐν τέλει νά
θανατωθεῖ σέ ἡλικία μόλις 15 ἐτῶν.
῾Η μνήμη της τιμᾶται ἀπό τήν ̉Εκκλησία μας
στίς 16 Νοεμβρίου ἑκάστου ἔτους.
Παρακλητικὸς Κανὼν
εἰς τὴν Παρθενομάρτυρα ῾Αγία ̉Ιφιγενεια
Ποίημα του κ.
Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
|
Τ |
ὴν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προστρέχοντας,* ̉Ιφιγένεια μάρτυς,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὲ γὰρ προστάτιδα ἅπαντες ἔχομεν.
Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος
δʹ.
|
Η |
ἀμνάς σου Ἰησοῦ,* κράζει μεγάλῃ τῇ φωνῇ˙* Σὲ Νυμφίε μου ποθῶ* καὶ σὲ ζητοῦσα ἀθλῶ* καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου* καὶ πάσχω διὰ σέ,* ὡς βασιλεύσω σὺν σοί* καὶ θνῄσκω ὑπὲρ σοῦ,* ἵνα καὶ ζήσω ἐν σοί,* ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.* Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων,* σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν καὶ ἀεί… Θεοτοκίον.
|
Ο |
ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ
αʹ. ῾Υγρὰν διοδεύσας...
|
Π |
ροσπίπτω ὁ τάλας ἱκετικῶς* πρὸς σέ, ἀθλοφόρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ,* ̉Ιφιγένεια μάρτυς πανένδοξε.
|
Τ |
ὰ πάθη ἐμόλυναν τὴν ψυχὴν* ἐμοῦ τοῦ ἀθλίου* καὶ ἀχρείου, θαυματουργέ,* διὸ σοι, ̉Ιφιγένεια, προσπίπτω* καὶ ἐξαιτοῦμαι βοήθειαν, πάντιμε.
|
Π |
αράσχου ἱκέταις σου, θαυμαστή,* μετάνοιαν, πίστιν* καὶ τὸν βίον εἰρηνικόν,* ὡσαύτως διά σῶν λιτῶν δίδου* ὑπομονὴν, ̉Ιφιγένεια ἔνδοξε.
Θεοτοκίον.
|
Π |
ανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ κατάφεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν Σὴν βοήθειαν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδὴ γ’.
Οὐρανίας ἁψῖδος…
|
Τ |
οῦ καρκίνου τὸ πάθος* σὺ ἀφ̉ ἡμῶν δίωξον,* τῇ σῇ κραταιᾷ μεσιτεία,* μάρτυς Πανένδοξε,* καὶ δίδου πᾶσι, σεμνή,* τὴν ψυχῆς ἠρεμίαν* καὶ χαρὰν τοῦ Πνεύματος* ἀδιατάρακτον.
|
Ι |
῾ κετεύω σέ, μάρτυς,* τὸν σκοτασμὸν ἅρπασον* καὶ τήν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδίωξον.* Δίδου ἀπαύστως, σεμνή,* τῷ σοὶ πιστῶς προσδραμόντι* ὑγιείαν ἀκλόνητον,* ὦ ̉Ιφιγένεια.
|
Α |
̉ νεργίαν διώκει ταῑς σαῖς λιταῖς, Πάνσεμνε,* ὁ τῶν οὐρανῶν Κυβερνήτης* διὸ σοι ἅπαντες* γονυκλινῶς, θαυμαστή,* τὰς χείρας αἴρομεν πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν μεσιτείαν σου.
Θεοτοκίον.
|
Ο |
̉ ρθοδόξων ἐδείχθης* καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτις* καὶ χηρῶν ὑπέρμαχος* ἀκατανίκητος.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
|
Ε |
̉ πίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις
καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
|
Π |
ρεσβείαν τὴν σὴν* κατέχοντες, φιλόχριστε,* παγίδων πολλῶν* λυτρούμεθα ἱκέτες σου.* ̉Ε-κτενῶς βοῶμεν σοι, ̉Ιφιγένεια, τάχος πρόφθα-σον* καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς,* σύ γάρ εἶ προστάτις τῶν τιμῶντων σε.
ᾨδὴ δ’.
Εἰσακήκοα Κύριε...
|
Τ |
ῶν παθῶν μου τὸν τάραχον* σύ, ̉Ιφιγένεια,* τάχος κατάπαυσον* καὶ τὸν νοῦν μου ἀποκάθαρον* ἐκ παντοίων σκέψεων, Πανόλβιε.
|
Σ |
ὺ τὴν γλῶσσαν μου φύλαξον* ἐκ τῆς κατακρίσεως, τρισμακάριστε,* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν* Κτίστην τὸν τοῦ σύμπαντος.
|
Τ |
έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Ιφιγένεια εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
|
Ε |
̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποι-να Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’.
Φώτισον ἡμᾶς…
|
Π |
άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Ιφιγένεια θαυμαστή,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
|
Σ |
ῶμα καὶ ψυχὴ* ὡς καὶ τὴν σὴν καρδίαν ᾄδοντας* τῷ Κυρίῳ προσήνεγκας, θαυμαστή,* διὸ στεφάνους, ̉Ιφιγένεια, παρέλαβες.
|
Υ |
῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
|
Ν |
όσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦ-μεν παρασχεῖν ἡμῖν μετάνοιαν.
ᾨδὴ στ’.
Τὴν δέησιν ἐκχεῶ…
ὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι-μοῦ τῆς ἁμαρτίας, Τρισμάκαρ,* καὶ ταῖς λιταῖς σου, πιστῶν ἡ προστάτις,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου ταπεινῶς,* ̉Ιφιγένεια, ἡμῶν καταφύγιον.
|
Ω |
῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ Χριστονύμφη,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις, φωσφόρε,* σὲ ὀνομάζομεν, κόρη πανύμνητε,* δεόμεθά σου, ταπεινῶς* ἐκ τῶν παθῶν τοὺς ἱκέτας διάσωσον.
|
Ε |
̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* ̉Ιφιγένεια, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* Μυροβόλε, ἡμεῖς οἱ ἀνάξιοι.
Θεοτοκίον.
|
Π |
ανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.
|
Α |
῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
|
Σ |
ὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* ̉Ιφιγένεια σεμνή, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων κατάφύγιον.
Καὶ
εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τὸν
Κύριον, καὶ προσέσχε μοί.
῾Ο
῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο
Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο
῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο
Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου...
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
|
Τ |
ῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα
Πατρὶ καὶ Υἱῷ…
|
Τ |
αῖς τῆς ̉Ιφιγενείας πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν καὶ ἀεὶ…
|
Τ |
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
|
Μ |
ὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ προσφύγω, Πανάριστε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοφόρε,* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* τῶν πιστῶν, ̉Ιφιγένεια.
῾Ο
῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…
῾Ο
χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
|
Θ |
ελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας Κόρη σεμνή, δυσώπησον,* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοὺς ἐν πίστει κραυγάζοντας˙* Ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
|
Ν |
ικητάς ἁμαρτίας* τούς πιστούς σύ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρός τόν Κτίστην* δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,* ̉Ιφιγένεια, πιστῶν* ἀνύστακτος προστάτης.
|
Ν |
ικητάς ἁμαρτίας* τούς πιστούς σύ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρός τόν Κτίστην* δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,* ̉Ιφιγένεια σεμνή,* πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
|
Θ |
εοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδὴ η’. Τόν
Βασιλέα…
|
Α |
̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, μάρτυς.
ὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.
ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, ̉Ιφιγένεια μάρτυς,* καὶ πιστοῖς παρέχει* ὑγείαν καὶ εἰρήνην.
Θεοτοκίον.
|
Τ |
ὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δοξάζομέν σε.
ᾨδὴ θʹ. Κυρίως
Θεοτόκον...
|
Τ |
ὰ τέκνα ̉Ορθοδόξων* φύλαττε ἐκ πλάνης* καὶ ἐκ τῆς ἀπιστίας σῶσον τάχος, ῾Αγνή,* καὶ εἰς νομὰς τοῦ Κυρίου* ταύτα ὁδήγησον.
|
Α |
̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
|
Τ |
οὺς ὄγκους θεραπεύεις,* καὶ πιστοῖς παρέχεις* ἀκλόνητον ὑγιείαν, Θεόνυμφε,* διὸ πρός σε οἱ νοσοῦντες* πίστει προσφεύγουσι.
Θεοτοκίον.
|
Ε |
̉ ξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
|
Α |
῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ-ραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
|
Χ |
αίροις, ̉Ιφιγένεια θαυμαστή* κλέος ̉Ορθοδόξων* καὶ νοσοῦντων καταφυγή.* Χαίροις, νεολαίας* τὸ πρότυπον καὶ δόξα* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.
|
Κ |
έρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* ̉Ιφιγένεια θαυμαστή,* καὶ πᾶσι παράσχου* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
|
Τ |
ὴν ῾Ελλάδα πάντες πανευλαβῶς* δεόμεθα μάρτυς,* διαφύλαττε ἐξ ἐχθρῶν* τῶν ταύτην κυκλοῦντων* καί σφόδρα ποθοῦντων* ταχύ ὑποδουλῶσαι,* Κόρη πανύμνητε.
άντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός,* χηρῶν ἡ προστάτις,* πενήτων ἡ τροφέας,* ̉Ιφιγένεια μάρτυς,* ὄντως σύ γέγονας.
|
Π |
ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Αμήν.
Εἶτα
τὸ ̉̉̉Απολυτίκιον. Ἦχος δʹ.
|
Η |
ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ˙* Σὲ Νυμφίε μου ποθῶ* καὶ σὲ ζητοῦσα ἀθλῶ* καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου* καὶ πάσχω διὰ σέ,* ὡς βασιλεύσω σὺν σοί* καὶ θνῄσκω ὑπὲρ σοῦ,* ἵνα καὶ ζήσω ἐν σοί,* ἀλλ' ὡς θυσίαν ἄμωμον* προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.* Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων,* σῶσον τὰς ψυχὰς ἡμῶν.
Δέησις
ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις.
Τῶν πιστῶν ἀσπαζομένων
τὰς εἰκόνας ψάλλομεν:
῞Οτε
ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
|
Π |
άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* ̉Ιφιγένεια θαυμαστή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάρτυς, ̉Εκκλησίας τὸ κλέος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορθοδόξων κατάφύγιον.
῏Ηχος
πλ. δʹ.
|
Δ |
έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος
βʹ.
|
Τ |
ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
|
Δ |
ι̉ εὐχῶν τῶν
῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ
ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉
Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου