10 Νοε 2025

Άγιος Μηνάς ο Μεγαλομάρτυς (11 Νοεμβρίου)

Αγιος Μηνᾶς ὁ Μεγαλομάρτυς

(11 Νοεμβρίου)

   ῾Ο ῞Αγιος μεγαλομάρτυς Μη­νᾶς γεν­νήθηκε τὸ 245 μ.Χ. στὸ Νίκιο τῆς Κάτω Αἰγύπτου ἀπὸ ειδωλολάτρες γο­νεῖς. ῾Ο Μηνᾶς ἀπὸ τὴν ὥρα ποὺ γνώρισε τὸ Χριστὸ ἀγωνιζόταν νὰ τηρεῖ τὶς ἐντο­λὲς Του. ῞Οταν μεγά­λωσε κατατάχθηκε στὸ τάγμα τοῦ ἱππικοῦ τῶν Ρουτιλια­νῶν τὸ ὁποῖο εἶχε γιὰ ἕδρα τὴν σημερινὴ Κιουτάχεια τῆς Μικρᾶς  ̉Ασίας. ῾Ο Μηνᾶς ὑπῆρξε ὑπόδειγμα στρατιώ­του. Στὸ στρατὸ γνώρισε καὶ συνδέθηκε πνευματι­κά καὶ μὲ ἄλ­λους στρατιῶτες, ἀρ­κετοὶ ἀπὸ αὐτοὺς ἔγιναν χριστιανοί.

   ῾Ο Μηνᾶς μετὰ τὴ στρατιωτικὴ του θητεία ἀφιερώθηκε στὸν Κύριο καὶ ζοῦσε σὰν πραγματικὸς ἀσκητής. Μάλιστα μαζὶ μὲ συστρατιῶτες του δημιούργησε μία κοι­νοβιακὴ σκήτη ὅπου ἔπιδόθηκαν στὴν ἄσκηση καὶ τὴν προσευ­χή.  ῾H ἀγάπη πρὸς τὸν Χριστὸ καὶ τοὺς ἀδελφοὺς ἔκανε  τὸν ἅγιο νὰ κατεβεῖ στὸν κόσμο, ὅπου γινόταν τρομερὸς διωγμὸς ἐναντίον τῶν Xριστιανῶν. Mὲ θάρρος ὠμολόγησε στὸν ἡγεμόνα τὴν πίστι του στὸ Xριστό. Αὐτὸ θεωρήθηκε ὑβριστικὸ καὶ γι̉ αὐτὸ ὁδηγήθηκε σὲ δίκη καὶ τὸν κατά­δίκασαν σὲ φρικιαστικὰ μαρτύρια τὰ ὁποία ὑπέμεινε καρ­τερικὰ καὶ δοξολογῶντας τὸν Θεό. Τέλος τὸν ἀποκεφάλη­σαν. Χριστιανοὶ περιμάζεψαν τὸ ἱερὸ του λείψανο καὶ τὸ ἔθαψαν σὲ ἀσφαλὴ τόπο. ῞Υστερα ἀργότερα κάποι­ος ἔ­παρχος τοῦ Κοτυαίου ὀνομαζόμενος  ̉Αθανάσιος, ἀφοῦ το­ποθέτησε τὸ λείψανο τοῦ ῾Αγίου σὲ πολυτελὴ λάρνακα τὸ με­τέφερε στὴν πατρίδα του, τὴν Αἴγυπτο.

ᾨδαὶ ῾Ικετήριοι

 εἰς τὸν ῞Αγιον Μηνᾶν τὸν Μεγαλομάρτυρα

Ποίημα τοῦ κ. Γεωργίου Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ

ῷ στρατηλάτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁ­μαρ­τωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθη­σον καί διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καί ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ μεσίτην,* Μηνᾶ, ὀνομάζομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ἀπολυτίκιον Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Σ

τρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά,* οὐ­ρά­νιον εἴληφας τὴν κληρουχίαν, σοφέ,* καὶ στέ­φος ἀ­μάραντον,* δόξαν ἀποδιώξας* βασιλέως γη­ΐνου,* ἄθ­λους δὲ διανύσας* μαρτυρίου γενναί­ου.* Διό, μεγαλο­μάρτυς Μηνᾷ,* πρέσβευε σωθήναι ἡμᾶς.

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ο

ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σώζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τ

ὰς χείρας μου αἴρω δεητικῶς,* Μηνᾶ στρατηλά­τα,* ̉Ὀρθοδόξων καταφυγή,* εὐμένι­σον δέομαι ὁ τά­λας* τὸν Πανοικτήρμονα  κτίστην τοῦ σύμαντος. 

Τ

ὸν πλοῦτον ὃν δέδωκέ μοι Θεὸς* ἀφρόνως ὁ τά­λας ἐδαπάνησα, θαυμαστέ,* διὸ πρὸς σε, Μη­νᾶ, καταφεύγω* καὶ ἐξαιτῶ ταῖς λιταῖς σου,* πανά­ριστε. 

Ι

̉ ώσεις καὶ ὄγκους, θαυματουγέ,* ταχὺ ἀπελαύ­νεις καὶ ὑγείαν δίδως πιστοῖς˙* διὸ πρὸς σε προ­σφεύγο­μεν πάντες* καὶ ταῖς λιταῖς σου αἰτοῦμεν,* Θεό­φιλε. 

Θεοτοκίον.

Π

ροστάτης ἀκοίμητος καὶ φρουρὸς* ἡμῶν ἀνε­δεί­χθῃς, Θεοδόξαστε Μαριάμ,* διὸ σοι προ­σφεύγω­μεν ἱκέται* καὶ ἐξαιτοῦμεν τὴν χάριν Σου, ῎Αχραντε.   

 ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος... 

Ε

῾κ τροχαίου, Παμμάκαρ,* σὺ διαφύλαξον* πά­ντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ  ἐξαιτοῦντας,   Μηνᾶ,*  τὴν  σὴν  βοήθει­αν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Πανευωδέστατε.

Ο

̉ ρφανά τε καὶ χήρας,* Θαυματουργέ, φύλατ­τε* ἐκ τῆς τῶν δαιμόνων μανίας* καὶ πάσης θλίψε­ως* καὶ ἡμᾶς, θαυμαστέ,* τοὺς σοι προσπί­πτο­ντας  πί­στει* ἐκ τῶν νόσων, ῞Αγιε,* τάχος προ­στά­τευσον.    

Α

̉ νεργίαν λιταῖς σου,* Μηνᾶ ἀκατάβλητε,* διώ­κει ὁ Πλάστης, ταχέως* ἀπὸ τῶν τέκνων Του˙* διὸ γονυ­κλινεῖς* σοι καταφεύγομεν, Μάρτυς,* καὶ αἰ­τοῦμεν ἅ­παντες* τὴν μεσιτείαν σου.

Θεοτοκίον.

Τ

οῦ πυρὸς τὴν μανίαν,* καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις, Παντά­νασ­­σα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι πό­θῳ* καὶ αἰτοῦσι ἅπαντες* τὴν προστασία Σου.    

Δ

ιάσωσον* ἀπό κινδύνων, ἱκέτας σου, στρατηλά­τα* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.

Ε

̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι* τῆς ψυχῆς μου τὸ ἄλγος. 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμή.

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, Μηνᾶ,* καὶ κόσμου καταφύγιον* ἐ­κτε­νῶς βο­ῶμέν σοι,* Θεοδόξαστε μάρτυς, πρόφθα­σον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ  καὶ πίστει προσφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…

Ι

̉ ατρὸς ὁ ἀλάνθαστος* ἀνεδείχθης, μάρτυς, καὶ κα­ταφύγιον,* πάντων τῶν νοσοῦντων, ἔνδοξε,* καὶ τῆς νεολαίας σὺ τὸ πρότυπον.

Τ

ῆς καρδίας μου ἄκανθας,* Μηνᾶ θαυματόβρυ­τε, καταμάρανον* καὶ ταπείνωσιν παράσχου μοι* στρατηλάτα Χριστοῦ, ἱκετεύω σε. 

Τ

ὰ λοιμώδη νοσήματα* καὶ τοὺς ὄγκους, Μηνᾶ, τά­χος θεράπευσον* καὶ ἡμᾶς τοὺς σοι προσπίπτο­ντας* ὑγιείαν δίδου, τρισμακάριστε. 

Θεοτοκίον.

Ο

῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Μαρία Θεόνυμφε. 

 ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...

Δ

ώρησον καμὲ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦ­μα συ­νέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύστως,* Μηνᾶ ἀήττητε. 

Π

ίστιν ἀκλινῆ* καὶ ἀγάπην τάχος χάρισον* πᾶ­σι τοῖς προστρέχουσι πρὸς σε θερμῶς* καὶ ἐξαι­τοῦσι, Μηνᾶ σεμνέ, σὴν βοήθειαν. 

Δ

έχου προσευχὰς* ̉Ὀρθοδόξων, ἀξιάγαστε,* καὶ ἐκ δεινῶν καὶ παντίων συμφορῶν* πάντας ἡ­μᾶς ῥῦ­σαι* σοῦ δεόμεθα, ῞Αγιε. 

Θεοτοκίον.

Φ

όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν   σὺ  παράσχου  ταχὺ*  τῷ ἀναξίῳ   ἱκέ­τῃ σου, Θεονύμφευτε. 

ᾨδὴ στʹ.Τὴν δέησιν ἐκχεῶ...

Ε

ἰρήνην τῇ ̉Εκκλησία ἐξαίτει* καὶ οἰκίαις πι­στῶν τὴν γαλήνην* τοὺς δὲ προστρέχοντας πό­θῳ καὶ πίστει* τῷ ἱερῷ σου τεμένει σὺ φρούρησον* ἐκ πάντων τῶν ἐπιβουλῶν* καὶ λοιμοῦ ἀνεργίας διά­σωσον.    

Φ

ρουρὸν σε τῆς νεολαίας ἅπαντες* ὀνομάζο­μεν, Μη­νᾶ στρατηλάτα,* καὶ ἰατρὸν τοῦ καρ­κίνου, Θεό­φρων,* καὶ τῶν γερόντων προστάτην ἀ­κοίμητον·* διὸ τῶν πιστῶν οἱ χοροὶ* σοι προσφεύγουσι πόθῳ, μακά­ριε.

Π

ροστάτην τῶν ̉Ὀρθοδόξων ἅπαντες* καλοῦ­μεν σέ, ὦ Μηνᾶ χριστομάρτυς,* τῆς δὲ ῾Ελλά­δος ὑπέρμα­χον μέγαν* καὶ μοναζόντων φρουρὸν ἀκατά­βλητον·* δεόμεθά σου ταπεινῶς* ἐκ τῆς πλάνης πά­ντας προ­φύλαξον. 

Θεοτοκίον.

Α

̉ παύστως σὲ ἱκετεύω ὁ τάλας,* μὴ παρίδῃς τὸν σὸν δοῦλον, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν, Δέσποινα,* καὶ  δί­δου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆρος, Πανά­χραντε. 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, στρατηλά­τα* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέγαν τῶν  ̉Ὀρθοδόξων προστάτην. 

Α

῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. 

   Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως: ̉ Ελέησον ἡμᾶς ὁ Θεὸς…

῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος… καὶ τὸ

Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σ

ὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀμετάθε­τος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλ­λὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν* τῶν πιστῶς δεομένων σοι* δέχου τὰς παρακλή­σεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης θερ­μός,* Χριστομάρτυς, τῶν τιμῶντων σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς) 

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου. 

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροάσεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ ̉Ιωάννην ἁγίου Εὐαγγελί­ου, τὸ ἀνάγνωσμα. Πρόσχωμεν. (Κεφ. ιεʹ 17 - ιστʹ 2)

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Ε

ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμ­ψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίη­κεν, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ με­μισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ̉Αλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύε­ται, ἐκεῖνος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ̉Αποσυναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δό­ξῃ λα­τρείαν προσφέρειν τῷ Θεῷ. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων. 

Καὶ νῦν καὶ ἀεὶ…

Τ

αῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χεί­ρας* Μηνᾶ τρισμακάριστε,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέ­τους σου* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνη­τον* ὡς καὶ τῶν ἀν­θρώπων περίγελων˙* πάντοθεν πολεμούμε­νος* καὶ ρηγορίαν οὐκ ἔχω πλὴν σου,* ἔν­δοξε, ἁ­πάντων* ἀκοίμητος προστάτης καὶ φρου­ρὸς,* μὴ πα­ραβλέπῃς τὴν δέησιν,* πάντων τῶν ὑμνοῦντων σε. 

῾Ο ῾Ιερεύς. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός. Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς. ̉Ελέη καὶ οἰκτιρμοῖς… 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Ε

̉ κ ποικίλων παγίδων* τὸν ἱκέτην σου, Μηνᾶ, τα­χὺ διάσωσον* καὶ ποίησον λιταῖς σου* δο­χεῖον Παρα­κλήτου,* ἵνα ᾄδω, ὁ ἄθλιος˙* Χαῖρε, ὦ μάρτυς Χρι­στοῦ* πιστῶν χαρὰ καὶ κλέος. 

Τ

ῶν ἀτέκνων συζύγων* καταφύγιον γέγονας, ἀ­κα­τάβλητε,* καὶ τῶν σφοδρῶς ποθούντων* τὸν βίον τῶν ἀγγέλων* ποδηγέτης ἀλάνθαστος* διὸ σέ, ὀπλί­τα Χριστοῦ,* πιστοὶ δοξολογοῦσι. 

Λ

υτρωτὴν καὶ Σωτήραν* ἱκετεύεις ἁπαύστως, Μη­νᾶ τρισένδοξε,* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ πό­θῳ προσκυνοῦντων* τὴν εἰκόνα σου, εὔση­με˙* διὸ ἐνθερμως πιστοί,* Χριστὸν δοξολογοῦσι. 

Θεοτοκίον.

Π

αναγία Παρθένε,* ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐγκαταλεί­πῃς,* ἵνα πάντες κραυγάζωμεν˙* Χαῖρε, Παρθένε ἁ­γνή,* πιστῶν ἡ βακτηρία. 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα...

Τ

ὸν Βασιλέα τῶν οὐρανῶν, Στρατηλάτα,* καθικέ­τευε πάντες βοῶμεν,* ὅπως ἀπαλλάξῃ* ἱκέ­τας ἐκ τοῦ μίσους. 

Τ

οὺς ̉Ὀρθοδόξους ἐκ τῶν χειρῶν τοῦ Βελίαρ* σὺ διά­σωσον τάχος αἰτοῦμεν* καὶ πᾶσι παρά­σχου* μετά­νοιαν, φωσφόρε. 

Τ

οὺς ἐν ἀνάγκαις* καὶ τοὺς ἐν θλίψεσι ὄντας* πα­ραμύθησον πάντες αἰτοῦμεν,* Μηνᾶ ἀθλο­φόρε,* καὶ δίδου ὑγιείαν. 

Θεοτοκίον.

Σ

ὲ τῶν ῾Ελλήνων* καὶ ̉Ὀρθοδόξων χορείαι* ἀνυ­μνοῦσι ἁπαύστως, Παρθένε,* καὶ πόθῳ αἰτοῦ­σι* ἰ­δεῖν Υἱοῦ Σου δόξαν. 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.

Μ

ηνᾶ θαυματοβρύτα,* πάντων ἱκεσίας* σὺ τοῦ Κυ­ρίου τῷ θρόνῳ  προσάγαγε,* ὅπως  παράσχῃ ἱκέ­ταις* τὴν Θείαν Χάριν Του.

Ι

῾ κέταις σὺ παράσχου* ἄλυπον τὸν βίον* ὑπομο­νήν, ἐλπίδαν καὶ σύνεσιν,* ἵνα δοξάζουσι πά­ντες* σέ,  Μηνᾶ ἔνδοξε. 

Τ

οὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου* ἐκ τῶν βελῶν τοῦ ἀλάστορος δέομαι* καὶ τὴν  ̉Ορθόδο­ξον πίστιν* παντοῦ στερέωσον.

                     Θεοτοκίον.

Σ

οὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺς  ̉Ὀρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ κεκοιμημέ­νοις λιταῖς σου* δίδου ἀνάπαυσιν. 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

Α

῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. 

Σ

ὲ τὸν στρατηλάτην τοῦ ̉Ιησοῦ* καὶ πιστῶν τὸ κλέ­ος* ἱκετεύομεν ταπεινῶς,* μὴ ἐγκαταλεί­πεις* ἡ­μᾶς, Μηνᾶ φωσφόρε,* ἀλλὰ πᾶσι παρά­σχου* ὑγείαν, ἔνδοξε. 

Χ

αίροις, τῆς Αἰγύπτου γόνος λαμπρὸς* καὶ τῶν  ̉Ὀρθοδόξων* ὁ ἀσύλητος θησαυρός.* Χαί­ροις, τῶν   νοσούντων*  ἀνάργυρος  θεράπων*  καὶ  πά­ντων τῶν ἐν θλίψει τὸ παραμύθιον. 

Δ

εῦτε εὐφημήσωμεν οἱ πιστοί,* Μηνᾶν φωτοφό­ρον,* τῶν ἀτέκνων καταφυγή* τῶν δὲ ̉Ὀρθοδό­ξων προ­στάτην τε καὶ κλέος* καὶ πάντων τῶν ἐν θλί­ψει* τὸ παραμύθιον. 

Ε

̉ κτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς ῾Ελλάδος* εἰρη­ναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πά­ντων* δει­νῶν τε καὶ κινδύνων* τῶν ̉Ορθοδόξων κλέ­ος,* Μη­νᾶ πανάριστε. 

Δ

ύναμιν παράσχου, Θαυματουργέ,* πᾶσι τοῖς πο­θοῦσι* καθαρθεῖναι ἐκ τῶν παθῶν* καὶ στε­φανη­φόρους* ἀξίωσον  λιταῖς  σου* σὺν  σοὶ ἐν Παραδεί­σῳ* δοξάζειν Κύριον. 

Χ αίρουν καὶ ἀγάλλονται οἱ πιστοί,* Μηνᾶ θεοφό­ρε,* καὶ δοξάζουσι τὸν Θεὸν* τὸν δόντα προστά­την,* σὲ τὸν θαυματοβρύτην,* τῶν  ̉Ορθοδό­ξων κλέος καὶ κατάφύγιον.   

Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

῾Ο Χορός: Α γιος Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Αθάνατος ­λέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̉Αμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς˙ Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνο­μίας ἡμῖν˙ ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ̉Αμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄ­νομά σου˙ ἐλθέτω ἡ βασιλεία σου˙ γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον˙ καὶ ἄφες ἡμῖν τὰ ὀ­φειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέ­ταις  ἡμῶν˙ καὶ  μὴ  εἰσενέγκῃς  ἡμᾶς εἰς  πειρασμόν, ἀλλὰ  ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία … καὶ εἶτα τὸ

̉Απολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε.

 

Σ

τρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά,* οὐ­ράνιον εἴληφας τὴν κληρουχίαν, σοφέ,* καὶ στέ­φος ἀμάραντον,* δόξαν ἀποδιώξας* βασιλέως γηΐ­νου,* ἄθλους δὲ διανύσας* μαρτυρίου  γενναί­ου.* Διό, μεγαλομάρτυς Μηνᾷ,* πρέσβευε σωθήναι ἡμᾶς.

 

῾Ο ῾Ιερεύς: ̉  Ελέησον ἡμᾶς ὁ Θεός … καὶ μνημονεύει τὰ ὀνόματα, ὑπὲρ  ὧν τελεῖται ἡ Παράκλησις καὶ  ποιεῖ μκρὰν ἀπόλυσιν. 

Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …

῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον. 

   Τῶν πιστῶν ἀσπαζομένων τὰς ἱερὰς εἰκόνας ψάλ­λομεν:

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Π

άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* Μηνᾶ θεοδόξαστε,* δίδου σὺ μετά­νοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάρτυς τοῦ Θεοῦ τοῦ ῾Υψί­στου,* πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν  ̉Ορ­θοδόξων καταφύγιον.

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τ

 ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῏Ηχος αʹ.

Τ

ῇ πρεσβεία Κύριε, πάντων τῶν ἁγίων* καὶ τῆς Θεο­τόκου* τὴν σὴν εἰρήνην δὸς ἡμῖν* καὶ ἐλέη­σον ἡ­μᾶς,* ὡς μόνος οἰκτίρμων.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

 ̉ Αμήν.



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

1 σχόλιο: