31 Οκτ 2025

Οσιομάρτυς Ιάκωβος (1520) (Η μνήμη του εορτάζεται την 1ῃ Νοεμβρίου)

Οσιομάρτυς ̉Ιάκωβος (1520)

(῾Η μνήμη του ἑορτά­ζεται τὴν 1ῃ Νοεμβρίου)

Ο ῾Οσιομάρτυς  ̉Ιάκωβος γεννήθηκε στὴν Κορισὸ τῆς Καστο­ριᾶς. ῎Εγινε βοσκὸς καὶ ἀπέκτησε ἀρκετὸ πλοῦτο, μὲ ἀποτέλεσμα νὰ τὸν φθονήσει ὁ ἀδελ­φός του καὶ νὰ τὸν διαβάλει στὸν κριτή, ὅτι δῆθεν βρῆκε θησαυ­ρό. Μετὰ ἀπ̉ αὐτὸ πῆγε στὴν Βα­σιλεύου­σα, ὅπου ἐργαζόμενος σὰν ἔμπορος προβά­των ἔγινε ξανὰ πλούσιος. Κάποια μέρα ἀ­φοῦ ἐξομο­λογήθηκε, μοίρασε τὴν περι­ουσία του καί πῆγε στὸ ῞Αγι­ον ῎Ορος, ὅπου μετὰ ἀπὸ δοκι­μασία ἐκάρη μοναχὸς στὴν Μονὴ Δοχειαρίου.  ̉Αργότερα ἀφοῦ πῆγε σὲ διάφορες περιοχὲς τοῦ ῎Ορους πῆγε στὰ Μετέωρα, ὅ­που δίδαξε τοὺς ἐκεὶ μοναχούς. ῎Επειτα πῆγε στὴ Μο­νὴ τοῦ Προδρόμου Δε­βέρκιστας ὅπου ζοῦσε προσευ­χόμενος. Συνάνθρωποί του ὅμως, τὸν συκοφάντη­σαν στοὺς Τούρκους, ὅτι ἐξεγείρει τοὺς χριστιανοὺς κα­τὰ τῆς ἐξουσίας. Συνελλήφθηκε καὶ ὁδηγήθηκε μαζὶ μὲ δύο μαθητὲς του στὸν Μπέη τῶν Τρι­κάλων, ποὺ τὸν ἔ­κλεισε στὴ φυλακή.  ̉Απὸ ἐδῶ ὁδηγήθηκε μαζὶ μὲ τοὺς μαθητὲς του, ̉Ιάκωβο διάκονο καὶ Διονύσιο μο­ναχό, στὸ Διδυμότειχο.  ̉Εκεῖ βρισκόταν ὁ Σουλτάνος Σε­λήμ ὁ ὁποῖος ἀφοῦ τοὺς βασάνισε, τοὺς ἔστειλε στὴν  ̉Α­δριανούπολη, ὅπου ὁμολόγησαν τὴν πίστη τους καὶ μετὰ ἀπὸ φοβερὰ βασανιστήρια καὶ τελικὰ μὲ ἀπαγχονισμὸ παρέδωσαν τὴν ψυχὴν τους στὸν Κύριο τὴν 1ῃ Νοεμβρίου τοῦ 1520 μ. Χ.

Παρακλητικὸς Κανὼν εἰς τὸν ῾Οσιομάρτυρα ̉ Ιάκωβον

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) ὡς συνήθως καὶ τὰ ἑξῆς:

῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τ

ῷ ἀθλοφόρῳ, ἐκτενῶς νῦν προσδράμωμεν* ἁ­μαρ­τωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν με­τανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθη­σον καί διά­σωσον πάντας* ἐκ παντοίων θλίψεων καί ποι­κίλων παγίδων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς,* σὲ γὰρ με­σίτην,* ̉Ιάκωβε, ἔχομεν.

Δόξα ΠατρὶΤὸ αὐτὸ τὸ

̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου πολίτης.

Κ αστορίας τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα* τῶν ῾Οσιομαρτύρων τὸ κλέος* καὶ πιστῶν κατα­φύγιον,*  ̉Ιάκωβον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σε δοξά­σα­ντι Χρι­στῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ σὲ ἀνα­δείξα­ντι ἡμῶν φρουρὸν ἀκοίμητον.  

Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.

Ο

ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1]. 

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ.  Ὑγρὰν διοδεύσας…

Ι

̉ άκωβε, δέχου τὰς προσευχὰς* ἡμῶν τῶν ἀθλίων* καὶ ταῦτας πρόσαγαγε τῷ Θεῷ* καὶ αἴτει δοθεῖναι σοῦ ἱκέταις* ὑπομονὴν καὶ εἰρήνην, πανόλβιε. 

Χ

ριστὸν καθικέτευε ταπεινῶς* δεόμεθα πάντες,* ὅ­πως πέμψῃ ἡμῖν ταχύ* ὁμόνοια, πίστιν καὶ ἐλ­πίδα* ὡς καὶ εἰρήνην, παμμάκαρ*  ̉Ιάκωβε.  

Ι

̉άκωβε, κλέος Χριστιανῶν* πιστοὺς μὴ παρίδης,* ἀλλὰ δίδου ὑπομονήν,* ταπείωσιν,* μάκαρ καί ὑ­γείαν,* ἵνα δοξάζωμεν πάντες τὸν Κύριον. 

Θεοτοκίον.

Π

αρθένε ̉Αμόλυντε Μαριάμ,* ἱκέτευε πάντες* σοῦ δεόμεθα ταπεινῶς* Υἱὸν Σου καὶ Κτίστην τῶν ἁ­πάντων,* ὅπως παράσχῃ ἱκέταις μετάνοιαν. 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Ι

῾κετεύω σε Μάρτυς, καὶ θεῖε ̉Ιάκωβε,* παράσχου ἡμῖν θεοφόρε,* πᾶσαν βοήθειαν.* Τοῖς εὐφημοῦσι, σοφέ,* καὶ καταφεύγουσι πόθῳ,* πειρασμῶν ἀπάλλαξον,* τῇ μεσιτείᾳ σου.

Τ

οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, ποίμνια ὡς καὶ οἰκίας* συ διαφύλα­ξον,* ἵ­να  ὑμνοῦμεν  σε* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πι­στῶν τὸ στήριγμα* καὶ καταφύγιον.

Ε

̉ κ ποικίλων παγίδων, σεμνέ σύ προστάτευσον* πά­ντας τοὺς προ­στρέχοντας πόθῳ* πρὸ τῆς εἰκό­νος Σου* καὶ  ἐ­ξαιτοῦντας θερμῶς*  τὴν  σὴν  βοήθει­αν, μάκαρ* καὶ Χριστὸν δοξάζοντας,* Πανευωδέ­στατε.   

Θεοτοκίον.

Θ

εοτόκε Παρθένε Χριστιανῶν καύχημα* σὲ καθι­κετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου* ἐκ τῶν χει­ρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰ­ρήνην δώρισαι* οἴκοις τῶν δούλων Σου. 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφόρε,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία.  

Ε

̉ πιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐ­πί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος. 

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ πιστῶν καταφύγιον* ἐκτε­νῶς βο­ῶμέν σοι,* ̉Ιάκωβε ἔνδοξε, πρόφθα­σον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προ­σφεύγοντας. 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε

Τ

οὺς νοσοῦντας θεράπευσον,* μάρτυς θαυματόβρυτε  ̉Ιάκω­βε,* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν κα­λὰς διαγνώσεις πάντοτε. 

Τ

έκνα τάχος συ δώρησον* τοῖς ποθοῦσι,  ̉Ιάκωβε πα­νάριστε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πό­θῳ καὶ πίστει προστρέχουσι. 

Ο

̉ρθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσε­ως, ἀ­κατάβλητε,* καὶ ταπείνωσιν παράσχου σύ,* ἵ­να λάβωμεν ἁμαρτιῶν ἄφεσιν.   

 Θεοτοκίον.

Ο

῾λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε. 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς

Φ

όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν συ παράσχου σοφέ,* τῷ ἀναξίῳ ἱκέ­τῃ, μάκαρ  ̉Ιάκωβε.  

Σ

κέπασον ἡμᾶς* ὑπὸ τὴν σκέπην σου ἔνδοξε,*  καὶ  τοὺς  πιστοὺς συ προστάτευσον ταχύ*  ἐκ  τῶν παγί­δων τοῦ ἐχθροῦ, μάρτυς  ̉Ιάκωβε.   

Δ

έχου προσευχὰς* καὶ προσάγαγε ταχὺ αὐτὰς* τῷ Πλαστουργῷ, ̉Ιάκωβε θαυμαστέ,* ἵνα δοξά­ζωμεν ­πάντες σέ, Θαυματόβρυτε. 

Θεοτοκίον.

Π

άντας τοὺς πιστοὺς* ἐντρυφῆσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Θεοτόκε Μαριάμ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι. 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ

Α

̉ παύστως σοι καταφεύγω, ἔνθεε,* καὶ αἰτῶ σὴν βοήθειαν, θεόφρων,* ἣν σὺ παράσχου ἐμοὶ τῷ ἀ­θλί­ῳ,* ἵνα ὑμνῶ καὶ δοξάζω, πανάριστε* τὸν  Κτί­στην καὶ Δημιουργὸν* τῶν ἁπάντων, τρισμάκαρ,  ̉Ι­άκωβε. 

Π

ροστάτην σὲ τῆς ζωῆς ἐπίσταμαι,* καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν,* τῶν πειρασμῶν δια­λύεις τὰ νέφη,* καὶ πάσαν νόσον καὶ βλάβην ἐλαύ­νουσα* σοῦ δέομαι ὁ δυσμενής,* ἐκ φθορᾶς τῶν πα­θῶν μου ῥυσθῆναι μέ. 

Τ

ὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Τρίκκης τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ̉Ιάκωβε, πιστῶν κατά­φύγιον. 

Θεοτοκίον.

Ο

̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέ­λη διώ­κεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ τῶν πι­στῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέσποι­να.   

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,  ̉Αθλοφό­ρε,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν.  

Α

῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν. 

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...

Σ

 ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ-ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρί­δῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν αἰτήσεις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* ̉Ιάκωβε θαυμαστέ,* τῶν  ̉Ορ­θο­δό­ξων καταφύγιον. 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ. (δίς)

Στίχος: Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυ-μάστω­σεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιʹ 9 – 16) ἁγίου Εὐαγγελίου ...

 

Ε

ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λα­λοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελ­φὸν εἰς θά­νατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος

σωθήσεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ ῾Οσιομάρτυρος πρεσβείαις Ἐλεῆ­μον,* ἐ­ξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημά­των. 

Κα νῦν κα ἀε 

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων. 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου… 

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μ

ή ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦ­σον,  ῾Οσιομάρτυς*  ̉Ιάκωβε,  ἀκοίμητε   φρουρέ*  τῶν δεο­μένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρω­σον.

 

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉Αμήν. 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Ρ

῾αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκε­σίαις σου,* ̉Ιάκωβε τρισμάκαρ,* προστρέχο­ντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντας˙* ὁ τῶν Πατέ­ρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

Ο

̉ ρθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀ­νάργυρος,* καὶ Τρίκκης, θεοφόρε,* ἀκοίμητος προ­στάτης* καὶ φρουρὸς ὁ ἀνύστακτος,* διὸ πιστῶν οἱ χο­ροί,* Χριστὸν δοξολογοῦσι.

Α

̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, σεμνὲ  ̉Ιά­κωβε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγα­τέρας* ἱ­κετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡ­μῖν,* λιταῖς σου, Θεοφόρε. 

Θεοτοκίον.

Μ

ητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξο­λογοῦντων* καὶ ἁπαύστως βοώντων σοι˙* Χαῖ­ρε, λιμὴν ἀσφαλὴς* ἡμῶν τῶν  ̉Ορθοδόξων. 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τ

ὸν Βασιλέα* καὶ ποιητὴν ἐκδυσώπῃ* τοῦ δοθεῖ­ναι ἱκέταις εἰρήνην,* ἵνα σὺν  ̉Αγγέλοις*  δοξά­ζωμεν τὸν Κτίστην. 

Α

̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* ἰάται,  ̉Ιάκωβε, ὁ Κτίστης* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, μάρτυς.  

Τ

ὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, φωτοφόρε, * ὁ Δε­σπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς πα­ρέ­χει* ταχέως ἐργασίαν.  

Θεοτοκίον.

Τ

ὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυ­μνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Παναγία,* ἡ τέξασα τὸν Κτίστην. 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Ι

̉ άκωβε παμμάκαρ,* σὲ καθικετεύω* μετάνοιαν πα­ράσχου ἡμῖν τοῖς ἀναξίοις* καὶ τοῦ Χριστοῦ τὴν δό­ξαν* ἰδεῖν βοήθησον.   

Α

̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

Ε

̉ ργάτας τοῦ Κυρίου* μὴ ἐγκαταλείπεις* ἀλλὰ πα­ράσχου ὑγείαν καὶ σύνεσιν,* ἵνα Χριστόν, Χριστο­δρόμε,* πάντες δοξάζωμεν. 

Θεοτοκίον.

Π

αρθένε Θεοτόκε,* σὲ καθικετεύω* καὶ σοι προσπί­πτω δεόμενος, Δέσποινα,* τοὺς  ̉Ορθοδό­ξους ἐκ πλάνης* σὺ διαφύλαττε. 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α

­῎ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτό­κον, τὴν ἀειμακάριστον καὶ παναμώμη­τον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερου­βείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεο­τόκον σὲ μεγαλύνομεν. 

Χ

αίροις, Καστορίας γόνος λαμπρὸς* καὶ τῶν ἐν τῇ Τρίκκῃ* ὁ ἀσύλητος θησαυρός˙* Χαίροις,  ̉Ορ­θοδόξων,  ̉Ιάκωβε,  προστάτης* καὶ  πάντων  τῶν  νοσοῦντων* θεράπων, ἔνδοξε.   

Χ

αίρουν καὶ ἀγάλλονται οἱ πιστοὶ* οἱ ἐν τῇ Τρίκκῃ, μάκαρ,* οἰκοῦντες θεοφιλῶς,* ὡς ἔχο­ντες προστά­την* σὲ τὸν ἀθλοφόρο* τὸν ἐν  ̉Ανδρια­νουπόλῃ* Χρι­στὸν δοξάσαντα.  

Ο

῾ σιομαρτύρων τὴν κορυφὴν* καὶ τῶν  ̉Ορθοδό­ξων* ἀντιλήπτορα καὶ φρουρόν,* τὸν ἐν  ̉Ανδριανουπό­λει* τοῦ μάρτυρος τὴν χλαίνα* λαβόντα ἐπα­ξίως* ὕμνοις τιμήσωμεν. 

Ε

̉ ν τῇ Καστορίᾳ, θαυματουργέ,* πίστιν ἐδιδά­χθης* παρὰ γονέων θεοσεβῶν* καὶ ἐν τῷ ῾Αγίῳ* τῷ ῎Ο­ρει σὺ ἠσκήθης* καὶ ἐν  ̉Ανδριανουπόλει* στεφάνους ἔλα­βες. 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

Εἶτα Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ... Χορός:  ̉Α­μήν καὶ τὸ  ̉̉̉Απολυτίκιον.

῏Ηχος α’. Τῆς ἐρήμου…

Κ αστορίας τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα* τῶν ῾Οσιομαρτύρων τὸ κλέος* καὶ πιστῶν κατά­φύγιον,*  ̉Ιάκωβον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξά­σα­ντι Χρι­στῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ σὲ ἀ­να­δείξαντι­ ἡμῶν* φρουρὸν ἀκοίμητον. 

Δέησις καὶ ῾Ιερεύς ποι­εῖ τὴν ἀπόλυσιν.   Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν: 

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Π

άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* ̉Ιἀκωβε ἔνδοξε,* δίδου συ μετάνοι­αν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ τα­πείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁ­δηγόν ἀσφαλῆ.* Πάτερ, ῾Οσιομαρτύρων τὸ κλέ­ος,* χη­ρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀ­νάγκαις καταφύγιον. 

῏Ηχος πλ. δʹ.

Δ

έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως. 

῏Ηχος βʹ.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

 

Ὁ Χορ­ός: ̉ Α­μήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου