ΑΝΤΑΠΑΝΤΗΣΙΣ
ΠΑΤΡΙΑΡΧΙΚΗ ΚΑΙ ΣΥΝΟΔΙΚΗ 12 - 5 - 1904
(ΠΕΡΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΚΙΝΗΣΕΩΣ)
Εὐλογητὸς
ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς
πάσης παρακλήσεως, ὁ ἀείποτε πλούσιον ἐκχέων ἐφ’ ἡμᾶς τὸ ἔλεος αὐτοῦ, ὁ καὶ ἐπ’
ἐσχάτων τὴν μεγάλην καὶ παρήγορον ἐπιδαψιλευόμενος ἡμῖν τὴν χάριν, δέξασθαι καὶ
ἐντυχεῖν τοῖς ποθεινοτάτοις καὶ τιμιωτάτοις ἡμῖν ἀδελφικοῖς γράμμασι τῶν ἁγιωτάτων
τοῦ Θεοῦ Ἐκκλησιῶν, τοῦ τε Μακαριωτάτου καὶ Σεβασμιωτάτου Πατριάρχου τῆς ἁγίας
Πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης, καὶ τῶν Σεβασμιωτάτων Προέδρων τῶν τὰς
ἀδελφὰς Αὐτοκεφάλους Ἐκκλησίας Ῥωσίας, Ἑλλάδος, Ῥουμανίας καὶ Σερβίας διοικουσῶν
Ἱερῶν Συνόδων, καὶ τοῦ τὴν ἁγιωτάτην Ἐκκλησίαν Μαυροβουνίου θεοφιλῶς
ποιμαίνοντος, τοῦ μὲν Μακαριωτάτου καὶ Σεβασμιωτάτου Πάπα καὶ Πατριάρχου τῆς
μεγάλης Πόλεως Ἀλεξανδρείας καὶ πάσης γῆς Αἰγύπτου οὐκ οἴδαμέν πως ἀναβάλλοντος
ἐς δεῦρο τὴν ἀπάντησιν, τῶν δὲ πραγμάτων τῆς κατὰ Ἀντιόχειαν Ἀποστολικῆς καὶ
Πατριαρχικῆς Ἐκκλησίας καὶ τῆς ἐν Κύπρῳ ἁγιωτάτης Ἐκκλησίας τῆς νέας Ἰουστινιανῆς
δυσχεραινόντων τὴν πρὸς αὐτὰς ἐκκλησιαστικὴν διὰ γραμμάτων ἐπικοινωνίαν, ἐκεῖ μὲν
κανονικῶν ἔνεκεν λόγων, ἐνταῦθα δὲ διὰ τὴν στέρησιν κανονικοῦ Ἀρχιεπισκόπου καὶ
Προέδρου.
Καὶ
ταῖς μὲν Ἐκκλησίαις ταύταις τὰ κρείττω εὐχόμεθα. Τοῖς δὲ ἐν Χριστῷ ἀγαπητοῖς ἡμῖν
ἀδελφοῖς καὶ συλλειτουργοῖς, τοῖς προφρόνως καὶ φιλαδέλφως ἀπαντήσασιν εἰς τὴν ἀπὸ
12 Ἰουνίου 1902 σωτηρίου ἔτους ἡμετέραν Πατριαρχικὴν καὶ Συνοδικὴν ἐπιστολήν, ἐκφράζομεν
τὰς ὀφειλομένας εὐχαριστίας τῆς καθ’ ἡμᾶς ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας
καὶ τὴν ἀνεκλάλητον χαράν, ἐφ’ οἷς ὁμοφώνως ἀποφαίνονται καὶ ὁμολογοῦσιν ὅσων
καὶ οἵων ἀγαθῶν γένοιτ’ ἂν πρόξενος τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ ἡ καὶ διὰ γραμμάτων
μόνων συχνοτέρα ἐπικοινωνία τῶν κατὰ τόπους ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, μάλιστα ἐν
τοῖς ἐσχάτοις τούτοις χρόνοις, καθ’ οὓς σκοποὶ καὶ ὑπολογισμοὶ κοσμικώτερον καὶ
φυλετικώτερον ἔχοντας χαρακτῆρα καὶ τοῖς ἱεροῖς Ἀποστολικοῖς καὶ συνοδικοῖς
κανόσιν ἀντιμαχόμενοι, ὅλως δὲ ἀλλότριοι ὄντες τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ
τῶν θεοφιλῶς αὐτὰς ποιμαινόντων, ἐπιδιώκονται ἐν προσχήματι ζήλου, προνοίας καὶ
προστασίας τῶν συμφερόντων τῆς Ὀρθοδοξίας καὶ τῶν κλύδωνι προσηλυτιστικῶν ἑταιρειῶν
χειμαζομένων τέκνων αὐτῆς· διενεργοῦνται δὲ ταῦτα ἐπὶ προφανεῖ μὲν ἀθετήσει καὶ
παραβάσει τῶν ἔκπαλαι ταῖς κατὰ μέρος Ἐκκλησίαις ἀνηκόντων καὶ κανόσιν οἰκουμενικοῖς
κεκυρωμένων δικαίων αὐτῶν, ἐπὶ δημιουργίᾳ δὲ παρανοήσεων καὶ ὑπονοιῶν μεταξὺ τῶν
ἀδελφῶν Ἐκκλησιῶν, ἐπὶ συγχύσει καὶ ἀνυπολογίστῳ ζημίᾳ τοῦ χριστεπωνύμου
πληρώματος καὶ ἐπὶ διασπάσει καὶ καταμελισμῷ τῆς μιᾶς καὶ καθολικῆς τοῦ Χριστοῦ
Ἐκκλησίας εἰς μέρη καὶ τμήματα ἀπὸ φυλετικῶν παραδόσεων καὶ γλωσσικῶν ἰδιωμάτων
γνωριζόμενα, ὡς τὰ πολλὰ ἐπιλανθανόμενα τῆς ἐν πίστει συγγενείας καὶ χάριν κατὰ
κόσμον ἀγαθῶν ἄλληλα προκαλοῦντα καὶ ἀλλήλοις φθονοῦντα. Τίνα γὰρ λανθάνει τῶν ἐπιμελῶς
τοῖς ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις συμβαίνουσι παρακολουθούντων, ὅτι τὸ ἐκτὸς τοῦ
περιβόλου τῆς Οἰκουμενικῆς Ἐκκλησίας κυοφορηθὲν τοῦτο καὶ ξενίζον καὶ ὕπουλον
πνεῦμα, τὸ ὀλεθρίως ἐπιδρὼν ἐπί τε τῶν ἀπαιδεύτων καὶ τῶν παιδευθέντων τὴν κατὰ
κόσμον μόνον σοφίαν, πάντα προφασιζόμενον καὶ πάσῃ μηχανῇ καὶ μεθοδείᾳ
χρώμενον, κοσμικαῖς ὑπηρετεῖ τάσεσι καὶ ἐν τῷ περιβόλῳ τῆς τοῦ Θεοῦ Ἐκκλησίας
σπέρματα παρεισάγει ἐνεργείας ἐπικρατήσεων λαϊκῶν δι’ ὑποθέσεων καὶ πραγμάτων ἐκκλησιαστικῶν,
μὴ φειδόμενον μηδ’ αὐτῶν τῶν σεπτῶν τοῦ Κυρίου σκηνωμάτων καὶ τῶν ἱερῶν τῶν
πατέρων ἡμῶν σεβασμάτων, καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἀτεχνῶς θεραπαινίδα καὶ ὄργανον
κοσμικῶν σκοπῶν καὶ πολιτικῶν προγραμμάτων καταστῆσαι ἐπαγωνίζεται;
Τοῦτο
δὴ τὸ ξένον τῇ Ἐκκλησίᾳ καὶ ὀθνεῖον πνεῦμα, τὸ ἀπειλοῦν τῇ εἰρήνῃ καὶ τῇ εὐσταθείᾳ
τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, φαίνεται ἡμῖν ἐν τοῖς μάλιστα χρῇζον τῆς ἀδελφικῆς
συσκέψεως καὶ συμβουλίας τῶν σεβασμιωτάτων ἡμῖν συλλειτουργῶν κατὰ τὰς ἀκηράτους
διατάξεις καὶ τὰ σωτηρία διδάγματα τῆς πολιᾶς καὶ αἰδεσίμου ἀρχαιότητος. Τοῦτο
γὰρ γνώρισμα οὐσιωδέστατον Ὀρθοδοξίας τὸ θεμέλιον αὐτὸ τοῦ ὅλου αὐτῆς κανονικοῦ
καὶ διοικητικοῦ οἰκοδομήματος συγκροτοῦν, τὸ «μὴ κινεῖν ὅρια αἰωνία ἃ οἱ
Πατέρες ἡμῶν ἔθεντο». Τοῦτο μόνον δυνήσεται ἀποκροῦσαι τὰς νεωτερικὰς τάσεις καὶ
ἐνεργείας, τὰς προϊούσας, μετὰ τοῦ Ἀποστόλου εἰπεῖν, «ἀπὸ σοφίας ἐπιγείου,
ψυχικῆς καὶ δαιμονιώδους».
Πῶς
γὰρ οὐ δίκαιον τὰ ἐπὶ αἰῶνας τοσούτους κατὰ τάξιν γιγνόμενα καὶ εὐσχημόνως ἔχοντα
ταῦτα καὶ τοῦ λοιποῦ κρατεῖν καὶ αἰδέσιμα εἶναι; Πῶς δὲ οὐκ ἀκίνδυνον
διασείεσθαι καὶ διασαλεύεσθαι τὸ ἀπὸ Συνόδων Οἰκουμενικῶν καὶ Ὅρων Πατέρων ἀποπηγάζον
σεμνὸν καὶ ἱερώτατον σύστημα τῶν ἁγιωτάτων Πατριαρχικῶν Ἐκκλησιῶν, ὧν καὶ τὰ
θεμέλια ἀποστολικὰ καὶ ὁ διὰ δέκα καὶ ἐννέα αἰώνων βίος πόνοις ἀτρύτοις καὶ
μόχθοις καὶ ἀγῶσιν ἀνεκδιηγήτοις καὶ αἵμασι μαρτυρικοῖς ἐσφυρηλάτηται, καὶ αἱ
πρὸς τὴν καθόλου Ἐκκλησίαν θεολογικαὶ ὑπηρεσίαι πανθομολογούμεναι καὶ
πολύτιμοι; Δεῖ οὖν αὐτὰς ἀνεπηρεάστους καὶ αἰδεσίμους εἶναι, φευκτέον δὲ πᾶν τὸ
καὶ ἄπωθεν δυνάμενον μειῶσαι τὸ ἀξίωμα καὶ τὴν δύναμιν αὐτῶν, πᾶσα δὲ ἀρωγὴ καὶ
ἐπικουρία πρὸς τοὺς χρείαν ἔχοντας, πᾶσα ἀνόρθωσις τῶν κατερρηγμένων ἢ βοήθεια
τῶν ἀβοηθήτων, ἢ θεραπεία τῶν τετραυματισμένων καὶ σωτηρία τῶν διωκομένων καὶ
κινδυνευόντων μὴ ἄλλως γινέσθω ἢ κατὰ Θεὸν καὶ ἐν πνεύματι ἀδελφικῆς ἀγάπης καὶ
διὰ τῶν κατὰ τόπους κανονικῶν ποιμένων τῆς Ἐκκλησίας.
Τῶν
εἰρήμενων πατρικῶν διατάξεων καὶ ὁρίων ἡ ὀλιγωρία ἐγέννησεν, ὡς μήποτ’ ὤφελε,
καὶ τὰ ἐν τοῖς κόλποις τῆς Ὀρθοδόξου Ἐκκλησίας ὑπάρχοντα πρὸς τοῖς παλαιοῖς
νεώτερα λυπηρὰ ὄντως καὶ θρήνων ἀξία ῥήγματα. Ὡς δὲ ἐκ τῆς ἐκείνων ὀλιγωρίας ἐγεννήθησαν,
οὕτω καὶ ἐκ τῆς ἐκείνων τηρήσεως ἑκποδὼν γενήσονται, τοῦ Θεοῦ συναιρουμένου, καὶ
τῶν ἀδελφῶν Ἐκκλησιῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας ὑποτιθεμένων τοῖς ἀκούειν
βουλομένοις, καίτοι δυσχερῶς τῷ λόγῳ τῆς ἀληθείας καὶ τοῦ δικαίου πείθονται οἱ
κατὰ κόσμον ἀγαθὰ καὶ τὰς ἰδίας δόξας ὑπὲρ τὸ κῦρος τῆς ἐκκλησιαστικῆς καὶ
κανονικῆς τάξεως καὶ διδασκαλίας τιθέμενοι. Ὅτι δὲ ἡ κατ’ εὐχὴν λύσις καὶ τῶν ἄλλων
ζητημάτων τῶν ἐν τοῖς προλαβοῦσιν ἡμῶν ἀδελφικοῖς γράμμασιν εἰς μελέτην
προταθέντων πολλὰς ἔχει καὶ πλείονας ἴσως τὰς δυσχερείας, τοῦτο οὐδὲ ἡμᾶς λέληθεν,
ἴσμεν δὲ καὶ αὐτοὶ καὶ συνομολογοῦμεν τοῖς γερασμιωτάτοις ἐν Χριστῷ ἀδελφοῖς, ὅτι
τὰς δυσκολίας ἐπαυξάνουσιν αἱ παντοῖαι τῶν ἀπὸ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας καὶ πολλῶν
ἐκ τῶν Διαμαρευρομένων ἀπόπειραι τοῦ σαγηνεύειν καὶ προσηλυτίζειν εἰς τὰς οἰκείας
μάνδρας τοὺς ἀπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας. Παγχάλεπον ὄντως καὶ τῆς χριστιανικῆς
κλήσεως ὅλως ἀπᾷδον τὸ χριστιανοὺς χριστιανοῖς ἐπιπίπτειν ἢ ὑπεισέρπειν καὶ τὸ
πλήρωμα τῶν πιστῶν συγκυκᾶν, αὐτὸ δὴ τὸ τῆς Γραφῆς «περιάγοντας γῆν καὶ
θάλασσαν ποιῆσαι ἕνα προσήλυτον». Ἀλγοῦμεν πάντες καὶ τὰ σπλάγχνα τιτρωσκόμεθα
καιρίως, βλέποντες καὶ ὰκούοντες νῦν μὲν ψυχὰς ἐκ τῶν ἀσθενῶν τῇ γνώμῃ καὶ τῇ
πίστει χλιαρῶν, ἢ παῖδας ἐκ τῶν ἀστηρίκτων καὶ ἀπροστατεύτων, ἢ χήρας ἐκ τῶν
πολυειδῶς χειμαζομένων ἀποπλανώμενας καὶ παρασυρομένας, νῦν δὲ χαρακτῆρας
νοθευομένους, ὥστε πορισμὸν εἶναι τὴν εὐσέβειαν νομίζειν, ἢ γονέας κατὰ τέκνων,
ἢ ἀδελφοὺς κατὰ ἀδελφῶν, ἢ κοινότητας κατὰ τῶν οἰκείων ποιμένων ἐπεγειρομένας
καὶ ὅλως ἔριδας καὶ διχοστασίας πανταχοῦ δημιουργουμένας ἐπὶ βλασφημίᾳ τοῦ ὑπερτίμου
χριστιανικοῦ ὀνόματος ἐν τοῖς ἔθνεσιν. Τούτων οὕτω γινομένων, εὔδηλον ὅτι ὀφείλομεν
πάντως «προσέχειν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο
ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος»,
καὶ φυλάσσοντες φυλακὰς νυκτὸς καὶ ἡμέρας περιφρουρεῖν καὶ σῴζειν τὴν ἐμπεπιστευμένην
ποίμνην ἀπὸ πάσης ἐπηρείας τῶν ἐναντίων. Πλὴν ἀλλὰ τῇ τῶν ἰδίων φυλακῇ ἀγρυπνοῦντες
σκοπεῖν ὀφείλομεν καὶ τὰ τῶν ἄλλων, καὶ ὅλῃ ψυχῇ δεόμενοι ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως,
μὴ ἀποδυσπετεῖν πρὸς τὰς δυσχερείας, μηδὲ ἀνεπίδεκτον σκέψεως ἢ δυσέφικτον ὅλως
ὑπολαμβάνειν τὸ πρᾶγμα, ἀνασκοπεῖν δὲ τὰ δυνάμενα προοδοποιεῖν τῷ θεοφιλεῖ ἔργῳ
τῆς τῶν πάντων ἑνώσεως, ἐν σοφίᾳ περιπατοῦντες, καὶ ἐν πνεύματι πραότητος πρὸς
τοὺς διισταμένους, ἐκεῖνο ἐνθυμούμενοι, ὅτι τῇ Παναγίᾳ Τριάδι καὶ αὐτοὶ
πιστεύοντες καὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σεμνυνόμενοι, τῇ
χάριτι τοῦ Θεοῦ σωθῆναι ἐλπίζουσιν.
Πλείονας
καὶ χρηστοτέρας ἔχοντες τὰς ἐλπίδας, πλείονα ὀφείλομεν ἐνδείκτυσθαι σπουδὴν
πρός τε τοὺς οὕτω καλουμένους Παλαιοκαθολικοὺς καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἀγγλικανικῆς
Ἐκκλησίας, ὅσῳπερ πλείονα καὶ αὐτοὶ ἐνδείκνυνται τιμὴν καὶ σπουδὴν πρὸς τὴν ἁγίαν
τοῦ Χριστοῦ Ὀρθόδοξον Ἐκκλησίαν. Καίτοι δὲ παρὰ τοῖς θεολογοῦσι διίστανται αἱ
γνῶμαι περὶ τῆς διαφορᾶς τῆς διδασκαλίας τῶν Παλαιοκαθολικῶν πρὸς τὴν
διδασκαλίαν τῆς ἀποστολικῆς καὶ καθολικῆς Ὀρθοδόξου Ἐκκλησίας, ὅμως οὐκ ἄν τις ἁμάρτοι,
τῶν ἐν τῇ Δύσει χριστιανῶν τό γε νῦν τούτους μάλιστα ἐγγίζειν λέγων τῇ Ὀρθοδόξῳ
Ἐκκλησίᾳ. Τούτου ἕνεκα πάσῃ δυνάμει συναντιληπτέον αὐτοῖς, καλὸν καὶ θεοφιλῆ ἀγῶνα
ἀγωνιζομένοις, ἵνα, μήτε ἐπὶ τὰ δεξιὰ μήτε ἐπὶ τὰ ἀριστερὰ κλίνοντες,
στοχάζωνται τῆς πρὸς τὴν Ὀρθόδοξον Ἐκκλησίαν εὐθὺ ἀγούσης. Ἵνα δὲ μὴ ἐγκαλώμεθα
ἀδιαφορίαν πρὸς ἀδελφούς, τὸ ὀρθὸν καὶ θεοπαράδοτον ζητοῦντας καὶ τὴν μεθ’ ἡμῶν
ἐκκλησιαστικὴν ἐπικοινωνίαν καὶ ἕνωσιν ἐπιποθοῦντας, μηδὲ παρανοώμεθα, ὅτι ἀδικοῦμεν
αὐτοὺς ἐκ φημῶν καὶ διαδόσεων κρίνοντες τὰ κατ’ αὐτούς, οὐχὶ δὲ ἐξ αὐθεντικῶν
καὶ ἐπισήμων ὁμολογιῶν, προὔργου ἂν εἴη αἰτῆσαι αὐτοὺς λόγον περὶ τῆς ἐν αὐτοῖς
ἐλπίδος, ἤτοι σαφῆ τινα καὶ ἀκριβῆ καὶ ἐπίσημον ὁμολογίαν τῆς πίστεως αὐτῶν, ἐν
συνόδῳ ὑπὸ τῶν ἐπισκόπων καὶ ποιμένων αὐτῶν ἐκδεδομένην καὶ ὑπογεγραμμένην, ὅπως
οὕτως ᾖ δυνατὴ συζήτησις καὶ διασάφησις καὶ συνεννόησις καί, Θεοῦ συναιρομένου,
ἐκπλήρωσις τοῦ κοινοῦ πόθου.
Οὐχ
ἥττονος συμπαθείας καὶ διαθέσεων ἀμοιβαιότητος ἀξίους ὑπολαμβάνομεν καὶ τοὺς ἀπὸ
τῆς Ἀγγλικανικῆς Ἐκκλησίας τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ προσκλίνοντας καὶ τῆς αὐτῶν
φιλαδέλφου πρὸς ἡμᾶς διαθέσεως οὐκ ὀλίγα ἑκάστοτε παρεχομένης τεκμήρια. Αὐτόδηλον
δὲ ὅτι ὁμοίας συμπαθείας καὶ ἀντιλήψεως ἄξιοί εἰσι καὶ οἱ κατὰ τὴν Ἑῴαν ἐγγυτέρῳ
ἡμῖν ὄντες χριστιανοὶ εἴς τε τοὺς τύπους καὶ τὰ ἤθη καὶ τὴν καθόλου διδασκαλίαν
καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ τὴν θείαν λατρείαν.
Εὔκαιρον
δὲ νομίζομεν ὑπομνῆσαι ἐνταῦθα τοὺς σεβασμιωτάτους ἐν Χριστῷ ἀδελφούς, ὅτι αἱ
κατὰ τόπους ἁγιώταται τοῦ Θεοῦ Ἐκκλησίαι ἄλλαι ἄλλῃ γνώμῃ καὶ πράξει ἀκολουθοῦσιν
ἐπὶ ζητημάτων τινῶν, καὶ δὴ οὐ τῶν τυχόντων, τοῦ τε βαπτίσματος καὶ τῆς ἱερωσύνης
τῶν ἀπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας κεχωρισμένων. Ἐν γοῦν τοῖς τοιούτοις εὐκταῖος,
μᾶλλον δὲ ἀναγκαῖος φαίνεται ὁ καθορισμὸς κοινοῦ φρονήματος καὶ κοινῆς πράξεως
κατὰ τὸ πνεῦμα καὶ τὰς διατάξεις τῆς Οἰκουμενικῆς Ἐκκλησίας. Ταῦτα καὶ τὰ τοιαῦτα
ἔστι μὲν καὶ διὰ γραμμάτων ἀδελφικῶν διαλευκαίνειν, ἀκριβέστερον μέντοι καὶ ἀσφαλέστερον
ἐξετάζοιντ’ ἄν, εἴγε, ὡς καὶ τῶν ἐν Χριστῷ ἀδελφῶν τινες ὑποτίθενται, κατὰ
τριετίαν ἐξείη θεολογοῦντας ἀπεσταλμένους τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν ἐπὶ τὸ αὐτὸ
συνέρχεσθαι, καὶ τὰ τοιαῦτα προσηκόντως μελετῶντας, τὰς σκέψεις αὐτῶν διὰ τοῦ
πρώτου τῇ τάξει Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ἀνακοινοῦσθαι ταῖς ἄλλαις Ἐκκλησίαις
πρὸς διαγνώμην.
Περὶ
δὲ τοῦ καθ’ ἡμᾶς ἡμερολογίου τοιαύτην ἔχομεν γνώμην· αἰδέσιμον εἶναι καὶ ἔμπεδον
τὸ ἀπὸ αἰώνων μὲν ἤδη καθωρισμένον, κεκυρωμένον δὲ τῇ διηνεκεῖ τῆς Ἐκκλησίας
πράξει Πασχάλιον, καθ’ ὃ τὴν λαμπροφόρον τοῦ Κυρίου Ἀνάστασιν ἑορτάζειν
δεδιδάγμεθα τῇ πρώτῃ Κυριακῇ τῇ μετὰ τὴν πανσέληνον τῆς ἐαρινῆς ἰσημερίας, ἢ
συμπιπτούσῃ ἢ μεθεπόμενῃ, ὡς οὐκ ἐξὸν περὶ τοῦτο καινοτομῆσαι· τὸ δὲ
παραφυλάσσοντας τὸ Ἰουλιανὀν ἡμερολόγιον καὶ τὸ ἑορτολόγιον ἡμῶν ἀμετακίνητον, ὑπερπηδῆσαι
μόνον 13 ἡμέρας, ὥστε συμπίπτειν τὰς μηνολογίας ἡμῶν τε καὶ τῶν τῷ ἑτέρῳ ἡμερολογίῳ
κατακολουθούντων ἀνόητον καὶ ἄσκοπον εἶναι, τῆς μὲν παραλείψεως τοσούτων ἡμέρων
ὑπ’ οὐδενὸς ἐπιβαλλομένης λόγου, οὔτε ἐκκλησιαστικοῦ οὔτε ἐπιστημονικοῦ, τῆς δὲ
ἐντεῦθεν συμπτώσεως τῶν μηνολογίων ἐσομένης προσκαίρου, μέχρι δηλονοῦν τοῦ 2100
ἔτους, ὅτε καὶ αὖθις ἄρξεται ἡ διαφορὰ μιᾶς ἡμέρας. Ἀλλὰ καὶ τὸ μεταρρυθμίσαι
τὸ Ἰουλιανὸν ἡμερολόγιον, ὡς δῆθεν ἐπιστημονικῶς ἀνακριβές, καὶ τὸ μέσον
πολιτικὸν ἔτος καταστῆσαι οὕτω συμφωνότερον τῷ τροπικῷ, πρόωρον, τό γε νῦν, καὶ
ὅλως περιττὸν ἡγούμεθα· ἡμεῖς τε γὰρ οὐδαμῶς ἀπὸ ἐκκλησιαστικῆς ἀπόψεως ὑποχρεούμεθα
μεταλλάττειν ἡμερολόγιον, καὶ ἡ ἐπιστήμη, ὥς γε παρ’ εἰδικῶν ἀνδρῶν βεβαιοῦται,
οὔπω ὁριστικῶς ἀπεφήνατο περὶ τῆς ἀκριβείας, μεθ’ ἧς τὸ τροπικὸν λογίζεται ἔτος.
Ταῦτα
ἀντεπιστέλλοντες ἡμῖν καὶ τὴν ἰδίαν γνώμην ἀποφαινόμενοι περὶ τῶν ἐρωτηθέντων
καὶ προταθέντων, χαίρομεν ἐν Κυρίῳ, ποθεινότατοι ἡμῖν καὶ περισπούδαστοι ἐν
Χριστῷ ἀδελφοὶ καὶ συμποιμένες, δι’ ἐλπίδος ἔχοντες, μᾶλλον δὲ εἰδότες ὅτι καὶ
εἰς τοῦτον ἔξομεν ὑμᾶς συναντιλήπτορας προθύμους καὶ συμβούλους εἰλικρινεῖς ἐν
πάσῃ ἡμῶν σκέψει καὶ ἀπορίᾳ ἀφθόνως μεταδιδόντας ὡς ἔχει ἕκαστος κατὰ τὴν δοθεῖσαν
αὐτῷ χάριν «πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν
τοῦ σώματος τοῦ Χριστοῦ». Οὕτω δὲ τὰ ἀλλήλων ὑστερήματα ἀναπληροῦντες, δόκιμοι ἐσόμεθα
καὶ ἀνεπαίσχυντοι διάκονοι τῶν βουλῶν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ, πεποιθότες ὅτι ὁ ἐναρξάμενος ἐν ἡμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει καὶ εἰς ἔπαινον
τῆς δόξης αὐτοῦ, οὗ τῇ σωτηρίᾳ χάριτι εἴητε ἡμῖν ὑγιαίνοντας καὶ
μακροημερεύοντες, τὸν λόγον τῆς ἀληθείας ὀρθοτομοῦντες καὶ τὴν Ἐκκλησίαν κοσμοῦντες.
αϞδ΄,
Μαΐου ιβ΄.
Τῆς
ὑμετέρας περισπουδάστου ἡμῖν Μακαριότητος (Πανιερότητος)
ἀγαπητὸς
ἐν Χριστῷ ἀδελφὸς καὶ ὅλως πρόθυμος
†
Ὁ Κωνσταντινουπόλεως Ἰωακείμ,
†
Ὁ Ἐφέσου Ἰωακείμ,
†
Ὁ Νικομήδειας Φιλόθεος,
†
Ὁ Ῥόδου Ἰωακείμ,
†
Ὁ Σερρῶν Γρηγόριος,
†
Ὁ Μιτυλήνης Κύριλλος,
†
Ὁ Διδυμοτείχου Φιλάρετος,
†
Ὁ Γάνου καὶ Χώρας Κωνσταντῖνος,
†
Ὁ Δυρραχίου Προκόπιος,
†
Ὁ Βελεγράδων Βασίλειος,
†
Ὁ Σερβίων καὶ Κοζάνης Κωνσταντῖνος,
†
Ὁ Ἐλευθερουπόλεως Πανάρετος,
†
Ὁ Κρήνης Θεόκλητος.
ΠΗΓΗ:Ἰω. Καρμίρη, Τά Δογματικά καί
Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. ΙΙ, ἔκδ. β΄,
Graz Austria 1968, σ. 946η-946. π. Σωτήριος Αθανασούλιας
Δείτε και:
Πολύ σημαντικά κείμενα έρχονται στο φως που αρκετοί δεν τα γνωρίζαμε, απλά μόνο ακούγαμε για την ύπαρξή τους. Σε αυτά τα κείμενα μπήκαν τα θεμέλια της παναιρέσως του οικουμενισμού, διότι οι αιρέσεις σε αυτά τα κείμενα αναγνωρίζονται ως "εκκλησίες"!
ΑπάντησηΔιαγραφή
ΑπάντησηΔιαγραφήΕίναι φανερό ότι οι Πατριαρχικές Εγκύκλιοι δεν κηρύσσουν καμία αίρεση, όπως ψευδώς ισχυρίζονται ορισμένοι.
Είναι ξεκάθαρα αιρετικές οι Εγκύκλιοι. Έθεσαν τις βάσεις της Παναίρεσης του Οικουμενισμού.
ΑπάντησηΔιαγραφή