tag:blogger.com,1999:blog-6265776774987046605.post4149287846158939040..comments2024-03-27T22:38:13.804+02:00Comments on ΑΚΤΙΝΕΣ: Παύλος: Ο Μέγας Απόστολος των Εθνώνaktineshttp://www.blogger.com/profile/11969849422723438685noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-6265776774987046605.post-52429594284998791702018-06-29T10:34:46.181+03:002018-06-29T10:34:46.181+03:00Ἐπί τῆ ἑορτῆ καί μνήμη τοῦ «ἐνδοξοτάτου μαρτυρίου»...Ἐπί τῆ ἑορτῆ καί μνήμη τοῦ «ἐνδοξοτάτου μαρτυρίου» τῶν δύο πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καί Παύλου, ἄς ἐμπιστευτοῦμε τόν Ἅγιο Ἰωάννη τόν Χρυσόστομο νά πλοηγήσει τόν νοῦ μας εἰς τό ἀνυπέρβλητον ὕψος τῆς «μακαρίας δυὰδος», ἐρρανισθέντες ὀλίγα τινά ἀπό τόν λόγον του: «Εἰς τοὺς κορυφαίους τῶν ἀποστόλων Πέτρον καὶ Παῦλον, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον», πρός τέρψιν, ἀγαλλίασιν καί ἀνάβασιν ἡμῶν πνευματικήν, «ἵνα... ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν» πρᾶξιν ποιοῦντες τό ὑπό τοῦ χρυσορρήμονος λεχθέν: «τιμή μάρτυρος, μίμησις μάρτυρος».

<<... Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀποστόλων...
...Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον;
οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν·
οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους ἀγγέλων εὑρεθέντες...
... Πέτρος ὁ καθηγητὴς τῶν ἀποστόλων,
Παῦλος ὁ γνωριστὴς τῆς οἰκουμένης, καὶ τῶν ἄνω δυνάμεων συμμέτοχος·
Πέτρος τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινὸς,
Παῦλος τῶν ἐθνῶν ἡ παράκλησις...
...Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς!
Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ Δεσπότου ἀπόστολος.
Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ, τὸ καύχημα τῆς οἰκουμένης, ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ἐπὶ γῆς ἄγγελος, ἡ δόξα τῆς Ἐκκλησίας, ὁ ἐν ὑψηλοῖς πετόμενος ἀετὸς, ἡ λύρα τοῦ Πνεύματος, ἡ χελιδὼν καὶ τέττιξ, τὸ ὄργανον τὸ Δεσποτικὸν, ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης...
...Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα· χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα·
χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας· χαίροις, Παῦλε, ἡ μέριμνα τῶν Ἐκκλησιῶν·
χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης· χαίροις Παῦλε, ἡ εἴσοδος τοῦ παραδείσου·
χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν· χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων·
χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ἀξιωθεὶς ὑπὸ τοῦ Κυρίου· χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων·
χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ ἁγίῳ· χαίροις Παῦλε, ὁ εὔτονος δρομεύς·...
...Ποίας οὖν εὐχαριστίας ἀνταποδῶμεν ὑμῖν τοῖς τοσαῦτα κεκοπιακόσι δι' ἡμᾶς;
Μιμνήσκομαί σε, Πέτρε, καὶ ἐκπλήττομαι·
ἀναμιμνήσκομαί σε, Παῦλε, καὶ ἐξιστάμενος δάκρυσι συνέχομαι.
Τί γὰρ εἴπω, ἢ τί λαλήσω, ἀναθεωρῶν ὑμῶν τὰς θλίψεις, οὐκ οἶδα...
... Τί οὖν ἀνταποδώσομεν ὑμῖν περὶ πάντων, ὧν ἀνταπεδώκατε ἡμῖν ἀγαθῶν;
Σήμερον ὑμῶν τῆς ἀθλήσεως τὰ μνημόσυνα·
σήμερον ἡ πανήγυρις τῆς περὶ Χριστοῦ μαρτυρίας ὑμῶν·
σήμερον πάντες ἡμεῖς ἀγαλλόμενοι τιμῶμεν τὰ ἅγια ὑμῶν λείψανα...
...Χαίρετε ἐν Κυρίῳ πάντοτε· ἀδιαλείπτως ὑπὲρ ἡμῶν προσεύχεσθε· τὰς ὑποσχέσεις ὑμῶν ἐκπληρώσατε...
... Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.>>
Θεόδωρος Σ.
Anonymousnoreply@blogger.com